Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  2. τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
  3. ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
  4. τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  5. οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;
  6. ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,
  7. τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·
  8. καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
  9. ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
  10. Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
  11. ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
  12. λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,
  13. στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
  14. χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
  15. Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
  16. ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
  17. αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
  18. ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
  19. ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
  20. χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων