Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
  2. ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
  3. χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
  4. εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
  5. ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.
  6. ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
  7. τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο,
  8. Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
  9. τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
  10. ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
  11. τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
  12. στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
  13. αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
  14. χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
  15. ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,
  16. ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
  17. ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
  18. καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων
  19. πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
  20. καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε