Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·
  2. εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·
  3. αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
  4. ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
  5. ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·
  6. Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
  7. ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
  8. Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
  9. ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην
  10. βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
  11. εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
  12. οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
  13. λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
  14. οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
  15. ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
  16. ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·
  17. κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
  18. ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων
  19. λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ,
  20. ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,