Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
  2. ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,
  3. τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
  4. πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον
  5. αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς
  6. ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
  7. ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.
  8. ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ
  9. στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
  10. ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  11. τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,
  12. ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
  13. ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  14. ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη
  15. οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
  16. ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
  17. στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
  18. οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·
  19. θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω
  20. Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·