Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
  2. Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,
  3. πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
  4. οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·
  5. ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,
  6. λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.
  7. ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ
  8. τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
  9. δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
  10. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  11. μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ
  12. κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
  13. ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως
  14. ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;
  15. ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
  16. ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·
  17. εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
  18. ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
  19. ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
  20. ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,