Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πάντα γὰρ καιρῷ καλά.
Οἰδίπους
  1. οἶσθʼ ἐφʼ οἷς οὖν εἶμι;
Κρέων
  1. λέξεις, καὶ τότʼ εἴσομαι κλύων.
Οἰδίπους
  1. γῆς μʼ ὅπως πέμψεις ἄποικον.
Κρέων
  1. τοῦ θεοῦ μʼ αἰτεῖς δόσιν.
Οἰδίπους
  1. ἀλλὰ θεοῖς γʼ ἔχθιστος ἥκω.
Κρέων
  1. τοιγαροῦν τεύξει τάχα.
Οἰδίπους
  1. φῂς τάδʼ οὖν;
Κρέων
  1. ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.
Οἰδίπους
  1. ἄπαγέ νύν μʼ ἐντεῦθεν ἤδη.
Κρέων
  1. στεῖχέ νυν, τέκνων δʼ ἀφοῦ.
Οἰδίπους
  1. μηδαμῶς ταύτας γʼ ἕλῃ μου.
Κρέων
  1. πάντα μὴ βούλου κρατεῖν·
  2. καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.
Χορός
  1. ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετʼ, Οἰδίπους ὅδε,
  2. ὃς τὰ κλείνʼ αἰνίγματʼ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ,
  3. οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,
  4. εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν.
  5. ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν
  6. ἡμέραν ἐπισκοποῦντα μηδένʼ ὀλβίζειν, πρὶν ἂν