Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
  2. ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,
  3. ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
  4. ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
  5. τοιαῦτʼ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ;
  6. οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴ
  7. χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
  8. ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ
  9. ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν,
  10. ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς
  11. πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,
  12. μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
  13. ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν
  14. πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
  15. ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.
  16. σφῷν δʼ, ὦ τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας,
  17. πόλλʼ ἂν παρῄνουν· νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι,
  18. οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος
  19. ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.
Κρέων
  1. ἅλις ἵνʼ ἐξήκεις δακρύων· ἀλλʼ ἴθι στέγης ἔσω.
Οἰδίπους
  1. πειστέον, κεἰ μηδὲν ἡδύ.