Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

σταφυλῖνος.

οὗτος δριμύς ἐστι,
φησὶν ὁ Δίφιλος,
ἱκανῶς δὲ θρεπτικὸς καὶ εὐστόμαχος μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς πρὸς ἀφροδίσια· διὸ καὶ ὑπ’ ἐνίων φίλτρον καλεῖται.
Νουμήνιος δ’ ἐν τῷ Ἁλιευτικῷ φησι·
φύλλων δ’ ὅσσ’ ἄσπαρτα τά τ’ ἐρρίζωται ἀρούραις χείματος ἠδ’ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται,
αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον, καὶ ῥάφυν ἐμπέδιον καὶ καυκαλίδ’ ἀγροιῶτιν.
Νίκανδρος δ’ ἐν δευτέρῳ Γεωργικῶν φησιν
ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι πετραίου, ὁ σὺν δ’ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος, σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε· σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα ἠδ’ ὅπερ ὄρνιθος κλέεται γάλα.
μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δ’ ἐν εʹ περὶ φυτῶν γράφει οὕτως·
κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν ὁ καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα
κἀν τῷ πρώτῳ δέ φησι·
πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν ἄννησον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον.
ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν ὁ Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως·
δρακόντιον, ὃ ἔνιοι ἄρον ἀρωνια.
τὸν δὲ σταφυλῖνον Διοκλῆς ἐν πρώτῳ Ὑγιεινῶν ἀσταφυλῖνον καλεῖ. τὸ δὲ καρτὸν καλούμενον μέγας δ’ ἐστὶν καὶ εὐαυξὴς σταφυλῖνος εὐχυλότερόν ἐστι τοῦ σταφυλίνου καὶ μᾶλλον θερμαντικώτερον, οὐρητικώτερον, εὐστόμαχον, εὐοικονόμητον, ὡς ὁ Δίφιλος ἱστορεῖ.

κεφαλωτόν. τοῦτο καὶ πράσιον καλεῖσθαί φησιν ὁ αὐτὸς Δίφιλος. καὶ εὐχυλότερον εἶναι τοῦ καρτοῦ. εἶναι δὲ καὶ αὐτὸ μέσως λεπτυντικόν, θρεπτικόν τε καὶ πνευματῶδες. Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ καλεῖσθαί φησι γηθυλλίδας. τοῦτο δὲ τὸ ὄνομα μνήμης εὑρίσκω τετυχηκὸς παρὰ μὲν Εὐβούλῳ ἐν Πορνοβοσκῷ

οὕτως οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά· παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον, ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.
οἱ δὲ τὸ γήθυον καλούμενον τοῦτό φασιν εἶναι, οὗ μνημονεύει Φρύνιχος ἐν Κρόνῳ· ὅπερ ἐξηγούμενος δρᾶμα Δίδυμος ὅμοιά φησιν εἶναι τὰ γήθυα τοῖς λεγομένοις ἀμπελοπράσοις, τὰ δ’ αὐτὰ καὶ γηθυλλίδας λέγεσθαι. μνημονεύει τῶν γηθυλλίδων καὶ Ἐπίχαρμος ἐν Φιλοκτήτῃ οὕτως·
ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο.
Ἀριστοφάνης Αἰολοσίκωνι δευτέρῳ·
τῶν δὲ γηθύων ῥίζας ἐχούσας σκοροδομίμητον· φύσιν.
πολέμων δ’ ὁ περιηγητὴς ἐν τῷ περὶ Σαμοθρᾴκης καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητώ, γράφων οὕτως·
διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης, ἑώρακα δὲ καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν
Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος· διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.

κολοκύντη. χειμῶνος δὲ ὥρᾳ ποτὲ κολοκυντῶν ἡμῖν περιενεχθεισῶν πάντες ἐθαυμάζομεν νεαρὰς εἶναι νομίζοντες, καὶ ὑπεμιμνησκόμεθα ὧν ἐν ῝ Ὥραις ὁ χαρίεις Ἀριστοφάνης εἶπεν ἐπαινῶν τὰς καλὰς Ἀθήνας ἐν τούτοις·

ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν, στεφάνους ἴων, ῥόδων, κρίνων, κονιορτὸν ἐκτυφλοῦντα. αὑτὸς δ’ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας, πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια. ὑρίσους δ’ ἴδοις ἂν νειφομένους σύκων ὁμοῦ τε μύρτων ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν, ὥστ’ οὐκέτ’ οὐδεὶς οἶδ’ ὁπηνίκ’ ἐστὶ τοὐνιαυτοῦ --- μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι’ ἐνιαυτοῦ ὅτου τις ἐπιθυμεῖ λαβεῖν. β. κακὸν μὲν οὖν μέγιστον εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ’ ἂν ἐδαπανῶντο . ἐγὼ δὲ ταῦτ’ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν. α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν. τούτοις δ’ ὑπάρχει ταῦτ᾽, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν.
β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής. α. τιὴ τί; β. Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ’ Ἀθηνῶν.
ἐθαυμάζομεν οὖν τὰς κολοκύντας μηνὶ Ἰανουαρίῳ ἐσθίοντες· χλωραί τε γὰρ ἦσαν καὶ τὸ ἴδιον ἀπεδίδοσαν τοῦ χυμοῦ, ἐτύγχανον δ’ οὖσαι τῶν συντεθειμένων ὑπὸ τῶν τὰ τοιαῦτα μαγγανεύειν εἰδότων ὀψαρτυτῶν. ἐζήτει οὖν ὁ Λαρήνσιος εἰ καὶ τὴν χρῆσιν ταύτην ἠπίσταντο οἱ ἀρχαῖοι, καὶ ὁ Οὐλπιανὸς ἔφη·
Νίκανδρος ὁ Κολοφώνιος ἐν τῷ δευτέρῳ τῶν Γεωργικῶν μνημονεύει ταύτης τῆς χρήσεως σικύας ὀνομάζων τὰς κολοκύντας· οὕτως γὰρ ἐκαλοῦντο, ὡς πρότερον εἰρήκαμεν λέγει δ’ οὕτως ·
αὐτὰς μὴν σικύας τμήγων ἀνὰ κλώσμασι πείραις, ἠέρι δὲ ξήρανον ἐπεγκρεμάσαιο δὲ καπνῷ, χείμασιν ὄφρ’ ἂν δμῶες ἅλις περιχανδέα χύτρον πλήσαντες ῥοφέωσιν ἀεργέες, ἑφθά τε μάκτρῃ ὄσπρια πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς. τῇ ἔνι μὲν σικύης ὅρμους βάλον ἐκπλύναντες, ἐν δὲ μύκην σειράς τε πάλαι λαχάνοισι πλακείσας αὐοτέροις καυλοῖς τε μιγήμεναι ἔστ’ ἔαρ ἵξῃ.

ὄρνεις. ἐπεὶ δὲ καὶ ὄρνεις ἐπῆσαν ταῖς κολοκύνταις καὶ ἄλλοις κνιστοῖς λαχάνοις (οὕτως δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Δηλίᾳ τὰ σύγκοπτα

λάχανα, κνιστὰ ἢ στέμφυλα), ὁ Μυρτίλος ἔφη·
ἀλλὰ μὴν καὶ ὄρνιθας καὶ ὀρνίθια νῦν μόνως ἡ συνήθεια καλεῖ τὰς θηλείας, ὧν ὁρῶ περιφερόμενον πλῆθος (καὶ Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως· ‘καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλον’), ἀλεκτρυόνας δὲ καὶ ἀλεκτοριδέας τοὺς ἄρρενας· τῶν ἀρχαίων δὲ τὸ ὄρνις καὶ ἀρσενικῶς καὶ θηλυκῶς λεγόντων ἐπ’ ἄλλων ὀρνέων, οὐ περὶ τούτου τοῦ εἰδικοῦ, περὶ οὗ φησιν ἡ συνήθεια ὄρνιθας ὠνήσασθαι. Ὅμηρος μὲν οὖν φησι·
ὄρνιθες δέ τε πολλοὶ ὑπ’ αὐγὰς ἠελίοιο.
καὶ ἀλλαχόθι θηλυκῶς
ὄρνιθι λιγυρῇ.
καί·
ὡς δ’ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι μάστακ’ ἐπεί κε λάβῃσι, κακῶς δὲ τὲ οἱ πέλει αὐτῇ.
Μένανδρος δ’ ἐν Ἐπικλήρῳ πρώτῃ σαφῶς τὸ ἐπὶ τῆς συνηθείας φησὶν ἐμφανίζων οὕτως· ‘ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετ’ ἔξω,’ φησί, ‘τὰς ὄρνιθας ἀφ’ ἡμῶν;’ καὶ πάλιν
αὕτη ποτ’ ἐξεσόβησε τὰς ὄρνις μόλις.
ὀρνίθια δ’ εἴρηκε Κρατῖνος ἐν Νεμέσει οὕτως· τἄλλα πάντ᾽ ὀρνίθια.᾽ ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ὄρνιν ἀλλὰ καὶ ὄρνιθα, ὁ αὐτὸς Κρατῖνος ἐν τῷ αὐτῷ δράματι· ὄρνιθα φοινικόπτερον.᾽ καὶ πάλιν
ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.
καὶ Σοφοκλῆς Ἀντηνορίδαις ·
ὄρνιθα καὶ κήρυκα καὶ διάκονον.
Αἰσχύλος Καβείροις·
ὄρνιθα δ’ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ.
Ξενοφῶν δ’ ἐν δευτέρῳ Παιδείας· ᾽ ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι.᾽ Μένανδρος Διδύμαις, ᾽ ὄρνεις φέρων ἐλήλυθα.᾽ καὶ ἑξῆς ὄρνιθας ἀποστέλλει φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ Μενάνδρειον μαρτύριον ἀλλὰ καὶ Ἀλκμάν πού φησι·
λῦσαν δ’ ἄπρακτα νεάνιδες ὥστ’ ὄρνις ἱέρακος ὑπερπταμένω.
καὶ Εὔπολις ἐν Δήμοις·
οὐ δεινὸν οὖν κριοὺς ἔμ’ ἐκγεννᾶν τέκνα ὄρνις θ’ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;

τὸν δ’ ἀλεκτρυόνα ἐκ τῶν ἐναντίων οἱ ἀρχαῖοι καὶ θηλυκῶς εἰρήκασι. Κρατῖνος Νεμέσει·
Λήδα, σὸν ἔργον δεῖ σ’ ὅπως εὐσχήμονος ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους, ἐπὶ τῷδ’ ἐπῴζουσ᾽, ὡς ἂν ἐκλέψῃς καλὸν ἡμῖν τι καὶ θαυμαστὸν ἐκτοῦδ᾽ ὄρνεον.
Στράττις Ψυχασταῖς·
αἱ δ’ ἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκε καὶ τὰ μίκρ’ ὀρνίθια.
Ἀναξανδρίδης Τηρεῖ·
ὀχευομένους δὲ τοὺς κάπρους καὶ τὰς ἀλεκτρυόνας θεωροῦσ’ ἄσμενοι.
ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν ἃ εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας γράφων ὧδε· ᾽ Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ’ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾄσματος, ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ, πικρὸς δ’ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας· ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί, καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας.᾽ λέγεται δ’ εἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. θαυμάζω οὖν πῶς καὶ ὁ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ, καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως
ἄχθομαι
δ’ ἀπολωλεκὼς ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.
καὶ Ἀριστοφάνης Δαιδάλῳ·
ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών,
καὶ πάλιν
πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
ἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι·
νῦν δὲ πῶς με χρὴ καλεῖν;. ἀλεκτρύαιναν, τὸν δ’ ἕτερον ἀλέκτορα.
λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. Σιμωνίδης ᾽ ἱμερόφων’ ἀλέκτωρ ᾽ ἔφη. Κρατῖνος ῝ Ὥραις·
ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος ἀλέκτωρ.
εἴρηται δ’ οὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦ χ λέγουσιν ὄρνιχος. Ἀλκμὰν δὲ διὰ τοῦ ς τὴν εὐθεῖαν ἐκφέρει· ἁλιπόρφυρος εἴαρος ὄρνις. καὶ τὴν γενικήν οἶδα δ’ ὀρνίχων νόμως πάντων
δέλφαξ.

Ἐπίχαρμος τὸν ἄρρενα χοῖρον οὕτως καλεῖ ἐν Ὀδυσσεῖ αὐτομόλῳ ·

δέλφακά τε τῶν γειτόνων τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα οὐχ ἑκών καὶ ταῦτα δή με συμβολατεύειν ἔφα τοῖς Ἀχαιοῖσιν προδιδόμειν τ’ ὤμνυέ με τὸν δέλφακα.
καὶ Ἀναξίλας δ’ ἐν Κίρκῃ καὶ ἀρσενικῶς εἴρηκε τὸν δέλφακα καὶ ἐπὶ τοῦ τελείου τέθεικε τοὔνομα εἰπών
τοὺς μὲν ὀρεινόμους ὑμῶν ποιήσει δέλφακας ὑλιβάτους. τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους ἢ λέοντας.
ἐπὶ δὲ τῶν θηλειῶν τοὔνομα τάττει Ἀριστοφάνης Ταγηνισταῖς
ἢ δέλφακος ὀπωρινῆς ἠτριαῖον.
καὶ ἐν Ἀχαρνεῦσιν·
νέα γάρ ἐστιν ἀλλὰ δελφακουμένα ἕξει μεγάλην τε καὶ παχεῖαν κἠρυθράν, ἀλλ’ αἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά.
καὶ Εὔπολις ἐν Χρυσῷ γένει, καὶ Ἱππῶναξ δ’ ἔφη
ὡς Ἐφεσίη δέλφαξ.
κυρίως δ’ αἱ θήλειαι οὕτως λεχθεῖεν ἂν ἅτε δελφύας ἔχουσαι· οὕτως δὲ αἱ μῆτραι καλοῦνται καὶ οἱ ἀδελφοὶ ἔνθεν ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου Κρατῖνός φησιν ἐν Ἀρχιλόχοις·
ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.
Ἀριστοφάνης δ’ ὁ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν φησι·
τῶν δὲ συῶν τὰ μὲν ἤδη συμπεπηγότα δέλφακες, τὰ δ’ ἁπαλὰ καὶ ἔνικμα χοῖροι, ἔνθεν τὸ Ὁμηρικὸν σαφὲς γίνεται·
τά τε δμώεσσι πάρεστι χοίρε᾽, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι.
Πλάτων δ’ ὁ κωμῳδιοποιὸς ἐν Ποιητῇ ἀρρενικῶς ἔφη
τὸν δέλφακα ἀπῆγε σιγῇ.
ἦν δὲ καὶ παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων, τῆς
ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον διὸ τὰ ἤδη τέλεια ἤσθιον
ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι.
καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι, καὶ κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶν ὁ Φιλόχορος, νομοθετηθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι αὐτοὺς τῶν ζῴων, συνάγειν βουλομένους καὶ πληθῦσαι τῷ μὴ καταθύεσθαι. χοῖρον δ’ οἱ Ἴωνες καλοῦσι τὴν θήλειαν, ὡς Ἱππῶναξ·
σπονδῇ τε καὶ σπλάγχνοισιν ἀγρίης χοίρου.
καὶ Σοφοκλῆς Ἐπιταιναρίοις·
τοιγὰρ ϊωδὴ φυλάξαι χοῖρον ὥστε δεσμίαν.
Πτολεμαῖος δ’ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐν τῷ ἐνάτῳ τῶν ἀπομνημονευμάτων
εἰς Ἄσσον,
φησίν,
ἐπιδημήσαντί μοι οἱ Ἄσσιοι παρέστησαν χοῖρον ἔχοντα τὸ μὲν ὕψος δύο καὶ ἡμίσους πήχεων, ὅλον δ’ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. ἔφασάν τε τὸν βασιλέα Εὐμένη τὰ τοιαῦτα ἐπιμελῶς ὠνεῖσθαι παρ᾽, ᾽ αὐτῶν, διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας.
Αἰσχύλος δέ φησιν
ἐγὼ δὲ χοῖρον καὶ μάλ’ εὐθηλούμενον τόνδ’ ἐν ῥοθοῦντι κριβάνῳ θήσω. τί γὰρ ὄψον γένοιτ’ ἂν ἀνδρὶ τοῦδε βέλτερον;
καὶ πάλιν
λευκός· τί δ’ οὐχί; καὶ καλῶς ἠφευμένος ὁ χοῖρος. ἕψου, μηδὲ λυπηθῇς πυρί.
καὶ ἔτι·
θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑὸς ἣ πολλά μ’ ἐν δόμοισιν εἴργασται κακά, δονοῦσα καὶ τρέπουσα τύρβ’ ἄνω κάτω.
ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου.

περὶ δὲ ὑῶν ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ Κρησὶν Ἀγαθοκλῆς ὁ Βαβυλώνιος ἐν πρώτῳ περὶ Κυζίκου φησὶν οὕτως·

μυθεύουσιν ἐν Κρήτῃ γενέσθαι τὴν Διὸς τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν ᾗ καὶ ἀπόρρητος γίνεται θυσία, λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάιστον τοῖς παριοῦσιν ἐτίθει. διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται καὶ οὐκ ἄν, φησί, τῶν κρεῶν δαίσαιντο. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑί, καὶ αὕτη προτελὴς αὐτοῖς ἡ θυσία νενόμισται.
τὰ παραπλήσια ἱστορεῖ καὶ Νεάνθης ὁ Κυζικηνὸς ἐν δευτέρῳ περὶ τελετῆς, πεταλίδων συῶν μνημονεύει Ἀχαιὸς ὁ Ἐρετριεὺς ἐν Αἴθωνι σατυρικῷ λέγων οὕτως, ᾽
πεταλίδων δέ τοι συῶν ---μορφαῖς ταῖσδε πόλλ’ ἐπάιον.
πεταλίδας δ’ αὐτὰς εἴρηκε μεταφέρων ἀπὸ τῶν μόσχων οὗτοι γὰρ πέτηλοι λέγονται ἀπὸ τῶν κεράτων ὅταν αὐτὰ ἐκπέταλα ἔχωσι.
παραπλησίως δὲ τῷ Ἀχαιῷ καὶ Ἐρατοσθένης ἐν Ἀντερινύι τοὺς σύας λαρινοὺς προσηγόρευσε μεταγαγὼν καὶ αὐτὸς ἀπὸ τῶν λαρινῶν βοῶν οἳ οὕτως ἐκλήθησαν ἤτοι ἀπὸ τοῦ λαρινεύεσθαι ʽὅπερ ἐστὶ σιτίζεσθαι. σώφρων
βόες δὲ λαρινεύονται
ʼ ἢ ἀπό τινος κώμης Ἠπειρωτικῆς Λαρίνης ἢ ἀπὸ τοῦ βουκολοῦντος αὐτάς Λαρῖνος δ’ οὗτος ἐκαλεῖτο.

εἰσαχθέντος δὲ ἡμῖν ποτε καὶ δέλφακος, οὗ τὸ μὲν ἥμισυ κραμβαλέον ἦν ἐπιμελῶς πεποιημένον, τὸ δὲ ἥμισυ ὡς ἂν ἐξ ὕδατος ἡψημένον τακερῶς, καὶ πάντων θαυμαζόντων τοῦ μαγείρου τὴν σοφίαν, μέγα φρονῶν ἐκεῖνος ἐπὶ τῇ τέχνῃ ἔφη·

ἀλλὰ μὴν οὐδὲ τὴν σφαγὴν ἔχει τις ὑμῶν ἐπιδεῖξαι ὅπου ἐγένετο ἢ πῶς αὐτοῦ ἡ γαστήρ πεπλήρωται παντοίων ἀγαθῶν, καὶ γὰρ κίχλας ἐν ἑαυτῷ ἔχει καὶ ἄλλα ὀρνίθια ὑπογαστρίων τε μέρη χοιρείων καὶ μήτρας τόμους καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, ἔτι δὲ ὀρνίθων ᾽ γαστέρες αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέες καὶ τὰ ἐκ τῶν σαρκῶν εἰς λεπτὰ κατακνιζόμενα καὶ μετὰ πεπερίδων συμπλαττόμενα ἰσίκια γὰρ ᾽ ὀνομάζειν αἰδοῦμαι ᾽ τὸν Οὐλπιανόν, καίπερ αὐτὸν εἰδὼς ἡδέως αὐτοῖς χρώμενον. πλὴν ὁ ἐμός γε συγγραφεὺς Πάξαμος τῶν ἰσικίων μέμνηται, καὶ οὔ μοι φροντὶς Ἀττικῶν χρήσεων, ὑμεῖς οὖν ἐπιδείξατε πῶς τε ὁ χοῖρος ἐσφάγη καὶ πῶς ἐξ ἡμισείας μέν ἐστιν ὀπτός, ἑφθὸς δὲ κατὰ θάτερα.

ἔτ’ οὖν ἡμῶν ἀναζητούντων ὁ μάγειρος ἔφη·

ἀλλ’ ἦ νομίζετέ με ἔλαττον πεπαιδεῦσθαι τῶν ἀρχαίων ἐκείνων

μαγείρων περὶ ὧν οἱ κωμῳδιοποιοὶ λέγουσι; Ποσείδιππος μὲν ἐν Χορευούσαις· μάγειρος δ’ ἐστὶν ὁ λέγων πρὸς τοὺς μαθητὰς τάδε·

μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος ὑπὲρ τέχνης λαλεῖν τι· τῶν ἡδυσμάτων πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ ἀλαζονεία· τὸ καθ’ ὅλου δὲ τῶν τεχνῶν ὄψει σχεδόν τι ---τοῦθ’ ἡγούμενον. ξεναγὸς οὗτος ὅστις ἂν θώρακ’ ἔχῃ φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον, ἐφάνη Βριάρεως· ἂν τύχῃ δ᾽, ἐστὶν λαγώς. ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ, κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν · ἔπτηξ’ ἕκαστος εὐθύς, ἂν δ’ ἀληθινὸν σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει. ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου, καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων, ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας τοῦτ’ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα, διακονοῦμεν νῦν γάμους· τὸ θῦμα βοῦς· ὁ διδοὺς ἐπιφανὴς, ἐπιφανὴς ὁ λαμβάνων τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ, ὁ κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή· ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς, μέμνησο καὶ σὺ τοῦτο.
καὶ περὶ ἑτέρου δὲ μαγείρου ὄνομα δ’ ἐστὶ Σεύθης ὁ αὐτός φησιν ποιητὴς οὕτως·
ἰδιώτης μέγας αὐτοῖς ὁ Σεύθης; οἶσθας, ὦ βέλτισθ᾽, ὅτι ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ; οἱ πολέμιοι πάρεισιν ὁ βαθὺς τῇ φύσει στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμ’ ἐδέξατο. πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος. κινεῖ γὰρ ἁθρόος οὗτος· εἰσελήλυθεν ἐκ πεντεκαίδεχ’ ἡμερῶν προηλπικὼς τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος τηρῶν πότ’ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην. ὁ

δ’ ἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος ἀκούσατε οἷα παραινεῖ·

ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς, οὐκ ἔστι παίζειν οὐδ’ ἃ μεμάθηκας ποιεῖν. ἐχθὲς κεκινδύνευκας· οὐδεὶς εἶχέ σοι κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ’ ἦσαν κενοί· ἐγκέφαλος· ἠλλοίωτο. δεῖ δέ, Καρίων, ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν, Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην, μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς εἶναι δίκαιον, οὗ δὲ νῦν βαδίζομεν εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτ’ αἰσθάνῃ, ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός. ὁ καιρὸς εὐκτός ὠφελοῦ. φιλάργυρος ὁ γέρων, ὁ μισθὸς μικρός· εἴ σε λήψομαι
νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας, ἀπόλωλας. εἴσω πάραγε· καὶ γὰρ αὐτὸς οὑτοσὶ προσέρχεθ’ ὁ γέρων, ὡς δὲ καὶ γλίσχρον βλέπει.

μέγας δὲ ἐστι σοφιστὴς καὶ οὐδὲν ἥττων τῶν ἰατρῶν εἰς ἀλαζονείαν καὶ ὁ παρὰ Σωσιπάτρῳ μάγειρος ἐν Καταψευδομένῳ λέγων ὧδε·

οὐ παντελῶς εὐκαταφρόνητος ἡ τέχνη, ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε, ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν εἶναι μάγειροί φασιν οὐδὲν εἰδότες· ὑπὸ τῶν τοιούτων ἡ τέχνη λυμαίνεται, ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν, ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμ’ εἰσηγμένον καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα ἅπαντ’ ἐφεξῆς εἰδόθ᾽, ἕτερόν σοι τυχὸν φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς μόνοι· ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης ἐγώ τε· τοῖς λοιποῖς δὲ προσπέρδου. δή. τί φής; α. ἐγώ; τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν τὸ Σίκωνος· οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν. ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν --- ἔπειτα μετὰ ταῦτ’ εὐθὺς ἀρχιτεκτονεῖν. περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους· ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά, πρὸ τῆς τέχνης ἔσπευδε ταῦθ’ ἡμᾶς μαθεῖν. δή. ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε; α. οὔκ, ἀλλ’ ἐν ὅσῳ προσέρχετ’ ἐξ ἀγορᾶς ὁ παῖς
μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος, ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον. δή. Ἄπολλον, ἐργῶδὲς γ᾽. α. ἄκουσον, ὦγαθέ· δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν περὶ τῶν μετεώρων τάς τε τῶν ἄστρων δύσεις καὶ τὰς ἐπιτολὰς καὶ τὸν ἥλιον πότε ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν ἐπάνεισι κἀν ποίοισίν ἐστι ζῳδίοις. τὰ γὰρ ὄψα πάντα καὶ τὰ βρώματα σχεδὸν ἐν τῇ περιφορᾷ τῆς ὅλης συντάξεως ἑτέραν ἐν ἑτέροις λαμβάνει τὴν ἡδονήν. ὁ μὲν οὖν κατέχων τὰ τοιαῦτα τὴν ὥραν ἰδὼν τούτων ἑκάστοις ὡς προσήκει χρήσεται, ὁ δ’ ἀγνοῶν ταῦτ’ εἰκότως τυντλάζεται. πάλιν τὸ περὶ τῆς ἀρχιτεκτονικῆς ἴσως ἐθαύμασας τί τῇ τέχνῃ συμβάλλεται. δὴ , ἐγὼ δ’ ἐθαύμασ᾽; α. ἀλλ’ ὅμως ἐγὼ φράσω τοὐπτάνιον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς λαβεῖν· ὅσον δεῖ καὶ τὸ πνεῦμ’ ἰδεῖν πόθεν ἐστίν, μεγάλην χρείαν τιν’ εἰς τὸ πρᾶγμ’ ἔχει. ὁ καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφορὰν εἴωθε τοῖς ὄψοισιν ἐμποιεῖν τινα, τί οὖν; ἔτι σοι δίειμι τὰ στρατηγικὰ --- ἔχω γε τὸν μάγειρον. ἡ τάξις σοφὸν ἁπανταχοῦ μέν ἐστι κἀν πάσῃ τέχνῃ, ἐν τῇ καθ’ ἡμᾶς δ’ ὥσπερ ἡγεῖται σχεδόν. τὸ γὰρ παραθεῖναι κἀφελεῖν τεταγμένως ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν,
πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην, καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον καὶ πότε εὔκαιρον αὐτοῖς ἐστι τῶν ὄψων τὰ μὲν θερμὰ παραθεῖναι, τὰ δ’ ἐπανέντα, τὰ δὲ μέσως, τὰ δ’ ὅλως ἀποψύξαντα, ταῦτα πάντα δὴ ἐν τοῖς στρατηγικοῖσιν ἐξετάζεται μαθήμασιν. δή. πεισθέντι παραδείξας ἐμοὶ τὰ δέοντ’ ἀπελθὼν αὐτὸς ἡσυχίαν ἄγε.

καὶ ὁ παρὰ τῷ Ἀλέξιδι δὲ ἐν Μιλησίοις μάγειρος οὐ μακρὰν τούτου ἐστὶ λέγων τοιάδε·

οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι οὐχ ἁρχιτέκτων· κύριος τῆς ἡδονῆς μόνος καθέστηκ᾽, ἀλλὰ καὶ τῶν χρωμένων συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς; β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν. α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον δεῖ τοὔψον, ὁ ἄλλο δ’ οὐδέν. ἂν μὲν οὖν τύχῃ ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην ἂν δ’ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς, ὥστ’ ἢ προοπτήσαντα χλιαίνειν πάλιν, ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ, ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν. β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω. α. ἑστήκαθ’ ὑμεῖς· κάεται δ’ ἐμοὶ τὸ πῦρ· ἤδη πυκνοὶ δ’ ᾄττουσιν Ἡφαίστου κύνες
κούφως πρὸς αἴθραν, οἷς τό γίνεσθαί θ’ ἅμα καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.

εὔφρων δέ, οὗ καὶ πρὸ βραχέος ἐμνήσθην, ἄνδρες δικασταὶ δικαστὰς γὰρ ὑμᾶς οὐκ ὀκνήσαιμ’ ἂν καλεῖν ἀναμένων τὴν ὑμετέραν τῶν αἰσθητηρίων κρίσιν ἐν τοῖς Ἀδελφοῖς τῷ δράματι ποιήσας τινὰ μάγειρον πολυμαθῆ καὶ εὐπαίδευτον μνημονεύοντά τε τῶν πρὸ αὑτοῦ τεχνιτῶν καὶ τίνα ἕκαστος εἶχεν ἰδίαν ἀρετὴν καὶ ἐν τίνι ἐπλεονέκτει, ὅμως οὐδενὸς ἐμνήσθη τοιούτου ὧν ἐγὼ ὑμῖν πολλάκις τυγχάνω παρασκευάζων. λέγει δ’ οὖν οὕτως·

πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε, διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος. Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως, Νηρεὺς δ’ ὁ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς, θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης, ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ, ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν, ἀπὸ συμβολῶν συνάγουσιν Ἀριστίων σπάρους. οὗτοι μετ’ ἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί. ἐγὼ δ’ ὁρῶν τὰ πολλὰ προκατειλημμένα εὗρον τὸ κλέπτειν πρῶτος ὥστε μηδένα μισεῖν με διὰ τοῦτ᾽, ἀλλὰ πάντας λαμβάνειν. ὑπ’ ἐμοῦ δ’ ὁρῶν σὺ τοῦτο προκατειλημμένον
ἴδιον ἐφεύρηκάς τι καὶ τοῦτ’ ἐστὶ σόν. πέμπτην ἔθυον ἡμέραν οἱ Τήνιοι πολλοὶ παρόντες, πλοῦν πολὺν πεπλευκότες, λεπτὸν ἔριφον καὶ μικρόν, οὐκ ἦν ἐκφορὰ λύκῳ κρεῶν τότ’ οὐδὲ τῷ διδασκάλῳ. ἑτέρους πορίσασθαι δύ’ ἐρίφους ἠνάγκασας· τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων· καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν. πολὺν ἐποίησας θόρυβον
οὐκ ἔχει νεφρόν
ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ, ἔθυσαν ἕτερον, τοῦ δὲ δευτέρου πάλιν τὴν καρδίαν εἶδόν σε καταπίνοντ’ ἐγώ. πάλαι μέγας εἶ, γίνωσκε· τοῦ γὰρ μὴ χανεῖν λύκον διὰ κενῆς σὺ μόνος εὕρηκας τέχνην, χορδῆς ὀβελίσκους ἠρέμα ζυγουμένους δύ’ ἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες. ᾐσθόμην ἐκεῖνο δρᾶμα, τοῦτο δ’ ἐστὶ παίγνιον. μὴ

τις τούτων τῶν δευτέρων ἑπτὰ σοφῶν ὀνομασθέντων τοιοῦτόν τι ἐπενόησε περὶ τοῦ χοίρου,

πῶς καὶ τὰ ἐντὸς πεπλήρωται καὶ τὸ μὲν ὀπταλέον ἐστὶν αὐτοῦ, τὸ δὲ ἑφθόν αὐτὸς δ’ ἐστὶν ἄσφακτος;

δεομένων οὖν ἡμῶν καὶ λιπαρούντων δεικνύναι τὴν σοφίαν,
οὐκ ἐρῶ,
φησί,

τῆτες, μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας καὶ πρὸς ἔτι τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας.

ἔδοξεν οὖν πᾶσι διὰ τὸν τηλικόνδε ὅρκον μὴ βιάζεσθαι τὸν ἄνθρωπον, ἐπ’ ἄλλο δέ τι τῶν παραφερομένων τὰς χεῖρας ἐπιβάλλειν. καὶ ὁ Οὐλπιανὸς ἔφη·

μὰ τοὺς ἐν Ἀρτεμισίῳ κινδυνεύσαντας, οὐδείς τινος γεύσεται πρὶν λεχθῆναι ποῦ κεῖται τὸ παραφέρειν. τὰ γὰρ γεύματα ἐγὼ οἶδα μόνος.

καὶ ὁ Μάγνος ἔφη·

Ἀριστοφάνης ἐν Προάγωνι·

τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;
σώφρων δ’ ἐν γυναικείοις κατὰ τὸ κοινότερον κέχρηται λέγων ᾽ παράφερε, Κοικόα, τὸν σκύφον μεστόν καὶ Πλάτων δ’ ἐν Λάκωσιν ἔφη·
πάσας παραφερέτω
Ἄλεξις Παμφίλῃ·
παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων ἀγαθῶν ἁμάξας ---
περὶ δὲ τῶν γευμάτων ἃ σαυτῷ προὔπιες ὥρα σοι λέγειν, Οὐλπιανέ. τὸ γὰρ γεῦσαι ἔχομεν παρ’ Εὐπόλιδι ἐν Αἰξί·
τοῦδε νῦν γεῦσαι λαβών.

καὶ ὁ Οὐλπιανὸς
ἔφιππος,
ἔφη,

ἐν Πελταστῇ

᾽ ᾽ἔνθ’ ὄνων ἵππων τε στάσεις καὶ γεύματα οἴνων Ἀντιφάνης δ’ ἐν Διδύμοις·
οἰνογευστεῖ , περιπατεῖ ἐν τοῖς στεφάνοις.

ἐπὶ τούτοις ὁ μάγειρος ἔφη·

λέξω τοίνυν κἀγὼ οὐκ ἀρχαίαν ἐπίνοιαν, ἀλλ’ εὕρεσιν ἐμὴν ἵνα μὴ ὁ αὐλητὴς πληγὰς λάβῃ· ὁ γὰρ Εὔβουλος ἐν Λάκωσιν ἢ Λήδᾳ ἔφη·

ἀλλ’ ἠκούσαμεν καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθ’ ὡς ὅσ’ ἂν ὁ μάγειρος ἐξαμάρτῃ, τύπτεται, ὥς φασιν, αὑλητὴς παρ’ ὑμῖν.
Φιλύλλιὸς τε ἢ ὁ ποιήσας τὰς Πόλεις φησίν
ὅ τι ἂν τύχῃ μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν πληγάς
περὶ ἡμιόπτου καὶ ἡμιέφθου καὶ ἀσφάκτου γεμιστοῦ χοίρου. ὁ μὲν χοῖρος ἐσφάγη ὑπὸ τὸν ὦμον σφαγὴν βραχεῖαν,

καὶ ἐπέδειξεν.

ἔπειτα ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως εἴρηται γὰρ καὶ ἐξαίρεσις, ὦ στωμυλῆθραι δαιταλεῖς διακλύσας ἐπιμελῶς οἴνῳ πολλάκις ἐκρέμασα ἐκ ποδῶν. εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προεψήσας μετὰ πολλοῦ πιπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ

στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ πάνυ πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῆς· ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ. ἔπειτ’ ἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστάθευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτ’ ὠμὸν ἀφελεῖν. καὶ τῆς φορίνης ἤδη γενομένης κραμβαλέας εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών τ’ αὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ὑμῖν παρέθηκα.

τὴν δ’ ἐξαίρεσιν, ὦ καλέ μου Οὐλπιανέ, Διονύσιος ὁ κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον

ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν ἢ σοφὸν ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων, φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ. νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σ’ ἐγώ. εἰς πολεμίαν ἄγω σε· θαρρῶν κατάτρεχε· ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε. τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον. ἰχθὺς ἁδρὸς πάρεστι· τἀντός ἐστι σά. κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ’ ἐστὶ σὸν ἕως ἂν ἔνδον ὦμεν· ὅταν ἔξω δ᾽, ἐμόν. ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ’ ὅσα οὔτ’ ἀριθμὸν οὔτε ἔλεγχον ἐφ’ ἑαυτῶν ἔχει, περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει,
εἰς αὔριον σὲ κἀμὲ ταῦτ’ εὐφρανάτω λαφυροπώλῃ παντάπασι μεταδίδου, τὴν πάροδον ἵν’ ἔχῃς τῶν θυρῶν εὐνουστέραν τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα; ἐμὸς εἶ μαθητής, σὸς δ’ ἐγὼ διδάσκαλος, μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ’ ἅμα.

πάντων οὖν ἡμῶν ἐπαινεσάντων τὸν μάγειρον ἐπί τε τῷ ἑτοίμῳ τῶν λεγομένων καὶ τῇ τῆς τέχνης περιεργίᾳ ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος

καὶ πόσῳ κάλλιον,
ἔφη,
τὰ τοιαῦτα ἐκμανθάνειν τοὺς μαγείρους ἢ ἅπερ παρά τινι τῶν πολιτῶν ἡμῶν, ὃς ὑπὸ πλούτου καὶ τρυφῆς τοὺς τοῦ θαυμασιωτάτου Πλάτωνος διαλόγους ἠνάγκαζεν ἐκμανθάνοντας τοὺς μαγείρους φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν ᾽ εἷς, δύο, τρεῖς· ὁ δὲ δή τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δ’ ἑστιατόρων; ᾽ ἔπειτ’ ἄλλος ἀπεκρίνατο ἀσθένειά τις αὐτῷ ξυνέπεσεν, ὦ Σώκρατες.᾽ διεξήρχοντό τε τοῦ διαλόγου τὰ πολλὰ τὸν τρόπον τοῦτον, ὡς ἄχθεσθαι μὲν τοὺς εὐωχουμένους, ὑβρίζεσθαι δὲ τὸν πάνσοφον ἐκεῖνον ἄνθρωπον ὁσημέραι, καὶ διὰ τοῦτο πολλοὺς τῶν καθαρείων ἐξόμνυσθαι τὰς παρ’ ἐκείνῳ ἑστιάσεις, οἱ δὲ ἡμέτεροι οὗτοι ἅμα ἴσως ταῦτ’ ἐκμανθάνοντες οὐκ ὀλίγην ὑμῖν θυμηδίαν παρέχουσιν.
καὶ ὁ παῖς ἐπὶ τῇ μαγειρικῇ σοφίᾳ ἐπαινεθεὶς
τί τοιοῦτον εὑρήκασιν,
ἔφη,
ἢ εἰρήκασιν οἱ πρὸ ἐμοῦ; ἢ ἐπὶ μετρίους ἐμαυτὸν ἄγω οὐ
μεγαλαυχούμενος ἐπ’ ἐμαυτῷ; καίτοι καὶ ὁ πρῶτος τῶν τὸν Ὀλυμπίασιν ἀγῶνα ἀναδησαμένων Κόροιβος ὁ Ἠλεῖος μάγειρος ἦν καὶ οὐχ οὕτως ὠγκύλλετο ἐπὶ τῇ τέχνῃ ὡς ὁ παρὰ Στράτωνι μάγειρος ἐν τῷ Φοινικίδῃ, περὶ οὗ τοιαῦτα λέγει ὁ μεμισθωμένος·

σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον, εἰς τὴν οἰκίαν εἴληφ’ ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς ὅσ’ ἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ, εὐθὺς μ’ ἐπηρώτησε προσβλέψας μέγα ᾽ πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς. τοὺς δέ μέροπας τούτους με γινώσκειν δοκεῖς; οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία
ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. οὐδ’ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως; οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, ὁ δεῖν᾽, ὁ δεῖνα· κατ’ ὄνομ’ ἀνελογιζόμην οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. ᾽ τί λέγεις; οὐδὲ εἷς;᾽ σφόδρ’ ἠγανάκτησ’ ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. ᾽ σῦν ἄρα θύεις ἐρυσίχθον᾽; ᾽ οὔκ, ἔφην ἐγώ.
‘βοῦν δ’ εὐρυμέτωπον;’ οὐ θύω βοῦν, ἄθλιε. ‘μῆλα θυσιάζεις ἆρα;’ μὰ Δί᾽ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ᾽. ‘οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα;’ μῆλα πρόβατ᾽; οὐ μανθάνω· οὐκ οἶδα τούτων οὐδὲν οὐδὲ βούλομαι. ἀγροικότερός εἰμ᾽; ὥσθ’ ἁπλῶς μοι διαλέγου. ‘Ὅμηρος, οὐκ οἶσθ᾽, ἔλεγε ταῦτα;’ καὶ μάλα ἐξῆν ὃ βούλοιτ᾽, ὦ μάγειρ᾽, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; ᾽ κατ’ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπὰ μοι Ὁμηρικῶς γὰρ διανοεῖ μ’ ἀπολλύναι; ᾽ ᾽οὕτω λαλεῖν εἴωθα.᾽ μὴ τοίνυν λάλει οὕτω παρ’ ἔμοιγ’ ὤν. ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω φησί, ι τὴν προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο.᾽ τοῦτο δ᾽· ἐστὶ τί;
κριθαί.
τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; ᾽ πηγὸς πάρεστι; πηγός; οὐχὶ λαικάσει,
ὁ ἐρεῖς σαφέστερὸν θ’ ὃ βούλει μοι λέγειν; · ἀτάσθαλὸς γ’ εἶ, πρέσβυ, ᾽ φησ’ ʽ ἅλας φέρε τοῦτ’ ἔστι πηγός; ᾽ ἀλλὰ δεῖξον χέρνιβα.᾽ παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα τοιαῦθ’ ἃ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν, μίστυλλα, μοίρας, δίπτυχ᾽, ὀβελούς, ὥστε με
τῶν τοῦ Φιλίτα λαμβάνοντα βιβλίων σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων, πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν ἀνθρωπίνως λαλεῖν τε. τὸν δ’ οὐκ ἂν ταχὺ ἔπεισεν ἡ Πειθὼ μὰ τὴν Γῆν οἶδ’ ὅτι.

περίεργον δ’ ἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα, λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι

γόνυ κνήμης ἔγγιον
καὶ
περιῆλθον Ἀσίαν καὶ Εὐρώπην.
ἐπιτιμῶντας δὲ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δ’ αὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε·
ἧψε, μοὐδόκει, πνικτόν τι ὄψον δελφάκειον. γλ. ἡδύ γε. α. ἔπειτα προσκέκαυκε. γλ. μηδὲν φροντίσῃς· ἰάσιμον γὰρ τὸ πάθος ἐστί. α. τῷ τρόπῳ; γλ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν’ ἐγχέας ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖσ’ ἔτι ἕλξει δι’ αὑτῆς νοτίδα καὶ ζυμουμένη ὥσπερ κίσηρις λήψεται διεξόδους σομφάς, δι’ ὧν τὴν ὑγρασίαν ἐκδέξεται τὰ κρεᾴδι’ ἔσται τ’ οὐκ ἀπεξηραμμένα, ἔγχυλα δ’ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν. α. Ἄπολλον, ὡς ἰατρικῶς, ὦ Γλαυκία,
ταυτὶ ποιήσω. γλ. καὶ παρατίθει γ’ αὐτά, παῖ, ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα. ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται ταῖς ῥισίν, ἀλλ’ ἄνω μάλ’ εἶσι καταφυγών. α. πολλῷ γ’ ἀμείνων, ὡς ἔοικας, ἦσθ’ ἄρα λογογράφος ἢ μάγειρος, ὃ λέγεις οὐ λέγεις· τέχνην δ’ ὀνειδίζεις.

καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καὶ τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε·

οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη.
ἐγὼ δ’ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον
παρατίθημ’ ὁλοσχερῆ ἄρν’ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον, χοιρίδια περιφόρινα κρομβώσας ὅλα, δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.