Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἐπεὶ δὲ ʽ Ῥοδιακῶν ἱστοριῶν ἐμνήσθημεν , ἰχθυολογήσων καὶ αὐτὸς ὑμῖν ἔρχομαι ἀπὸ τῆς καλῆς Ῥόδου, ἣν εὔιχθυν εἶναί φησιν ὁ ἥδιστος Λυγκεύς. Ἐργίας οὖν ὁ Ῥόδιος ἐν τοῖς περὶ τῆς πατρίδος προειπών τινα περὶ τῶν κατοικησάντων τὴν νῆσον Φοινίκων φησὶν ὡς οἱ περὶ Φάλανθον ἐν τῇ Ἰαλυσῷ πόλιν ἔχοντες ἰσχυροτάτην τὴν Ἀχαίαν καλουμένην καὶ ὕδατος ἐγκρατεῖς ὄντες χρόνον πολὺν ἀντεῖχον Ἰφίκλῳ πολιορκοῦντι. ἦν γὰρ αὐτοῖς καὶ θέσφατον ἐν χρησμῷ τινι λελεγμένον ἕξειν τὴν χώραν, ἕως κόρακες λευκοὶ γένωνται καὶ ἐν τοῖς κρατῆρσιν ἰχθύες φανῶσιν. ἐλπίζοντες οὖν τοῦτ’ οὐδέποτε ἔσεσθαι καὶ τὰ πρὸς τὸν πόλεμον ῥᾳθυμοτέρως εἶχον. ὁ δ’ Ἴφικλος πυθόμενος παρά τινος τὰ τῶν Φοινίκων λόγια καὶ ἐνεδρεύσας τοῦ Φαλάνθου πιστόν τινα πορευόμενον ἐφ’ ὕδωρ, ᾧ ὄνομα ἦν Λάρκας, καὶ πίστεις πρὸς αὐτὸν ποιησάμενος, θηρεύσας ἰχθύδια ἐκ τῆς κρήνης καὶ ἐμβαλὼν εἰς ὑδρεῖον ἔδωκε τῷ Λάρκᾳ καὶ ἐκέλευσε φέροντα τὸ ὕδωρ τοῦτο ἐγχέαι εἰς τὸν κρατῆρα ὅθεν τῷ Φαλάνθῳ ᾠνοχοεῖτο. καὶ ὁ μὲν ἐποίησε ταῦτα· ὁ δὲ Ἴφικλος κόρακας θηρεύσας καὶ ἀλείψας γύψῳ ἀφῆκεν. Φάλανθος δ’ ἰδὼν τοὺς κόρακας ἐπορεύετο καὶ ἐπὶ τὸν κρατῆρα· ὡς δὲ καὶ τοὺς ἰχθῦς εἶδεν, ὑπέλαβε τὴν χώραν οὐκ ἔτι

αὑτῶν εἶναι καὶ ἐπεκηρυκεύσατο πρὸς τὸν Ἴφικλον, ὑπόσπονδος ὑπεξελθεῖν ἀξιῶν μετὰ τῶν σὺν αὑτῷ. συγκαταθεμένου δὲ τοῦ Ἰφίκλου ἐπιτεχνᾶται ὁ Φάλανθος τοιόνδε τι· καταβαλὼν ἱερεῖα καὶ τὰς κοιλίας ἐκκαθάρας ἐν ταύταις ἐπειρᾶτο ἐξάγειν χρυσίον καὶ ἀργύριον· αἰσθόμενος δὲ ὁ Ἴφικλος διεκώλυε. προφέροντός τε τοῦ Φαλάνθου τὸν ὅρκον ὃν ὤμοσεν, ἐάσειν ἐξάγεσθαι ὅ τι κα τᾷ γαστρὶ αἴρωνται, ἀντισοφίζεται πλοῖα αὐτοῖς διδοὺς ἵνα ἀποκομισθῶσιν, παραλύσας τὰ πηδάλια καὶ τὰς κώπας καὶ τὰ ἱστία, ὀμόσαι φήσας πλοῖα παρέξειν, ἄλλο δὲ οὐδέν. ἐν ἀπορίᾳ δὲ οἱ Φοίνικες ἐχόμενοι πολλὰ μὲν τῶν χρημάτων κατώρυσσον ἐπισημαινόμενοι τοὺς τόπους, ἵν’ ὕστερόν ποτε ἀνέλωνται ἀφικόμενοι, πολλὰ δὲ τῷ Ἰφίκλῳ κατέλειπον. ἀπαλλαγέντων οὖν τούτῳ τῷ τρόπῳ ἐκ τῆς χώρας τῶν Φοινίκων κατέσχον τὰ πράγματα οἱ Ἕλληνες. τὰ δ’ αὐτὰ ἱστορήσας καὶ Πολύζηλος ἐν τοῖς Ῥοδιακοῖς τὰ περὶ τῶν ἰχθύων, φησί, καὶ τῶν κοράκων μόνοι ᾔδεσαν ὁ Φακᾶς καὶ ἡ θυγάτηρ αὐτοῦ Δορκία. αὕτη δ’ ἐρασθεῖσα τοῦ Ἰφίκλου καὶ συνθεμένη περὶ γάμου διὰ τῆς τροφοῦ ἔπεισε τὸν φέροντα τὸ ὕδωρ ἰχθῦς ἀγαγεῖν καὶ ἐμβαλεῖν εἰς τὸν κρατῆρα, καὶ αὐτὴ δὲ τοὺς κόρακας λευκάνασα ἀφῆκεν.

Κρεώφυλος δ’ ἐν τοῖς Ἐφεσίων ῝ Ὥροις οἱ τὴν Ἔφεσον, φησί, κτίζοντες καὶ πολλὰ ταλαιπωρηθέντες ἀπορίᾳ τόπου τὸ τελευταῖον πέμψαντες εἰς

θεοῦ ἠρώτων ὅπου τὸ πόλισμα θῶνται. ὁ δ’ αὐτοῖς ἔχρησεν ἐνταῦθα οἰκίζειν πόλιν ᾗ ἂν ἰχθὺς δείξῃ καὶ ὗς ἄγριος ὑφηγήσηται. λέγεται οὖν ὅπου νῦν ἡ κρήνη ἐστὶν Ὑπέλαιος καλουμένη καὶ ὁ ἱερὸς λιμὴν ἁλιέας ἀριστοποιεῖσθαι, καὶ τῶν ἰχθύων τινὰ ἀποθορόντα σὺν ἀνθρακιᾷ εἰσπεσεῖν εἰς φορυτόν, καὶ ἁφθῆναι ὑπ᾽.αὐτοῦ λόχμην, ἐν ᾗ ἔτυχε σῦς ἄγριος ὤν· ὃς ὑπὸ τοῦ πυρὸς θορυβηθεὶς ἐπέδραμε τοῦ ὄρους ἐπὶ πολύ, ὃ δὴ καλεῖται τρηχεῖα, καὶ πίπτει ἀκοντισθεὶς ὅπου νῦν ἐστιν ὁ τῆς Ἀθηνᾶς ναός. καὶ διαβάντες οἱ Ἐφέσιοι ἐκ τῆς νήσου, ἔτεα εἴκοσιν οἰκήσαντες, τὸ δεύτερον κτίζουσι Τρηχεῖαν καὶ τὰ ἐπὶ Κορησσόν, καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ τῇ ἀγορῇ ἱδρύσαντο Ἀπόλλωνός τε τοῦ Πυθίου ἐπὶ τῷ λιμένι.

τοιούτων οὖν ἔτι πολλῶν λεγομένων τότε ἐξάκουστος ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν αὐλῶν τε βόμβος καὶ κυμβάλων ἦχος ἔτι τε τυμπάνων κτύπος μετὰ ᾠδῆς ἅμα γινόμενος. ἔτυχεν δὲ οὖσα ἑορτὴ τὰ Παρίλια μὲν πάλαι καλουμένη, νῦν δὲ Ῥωμαῖα, τῇ τῆς πόλεως Τύχῃ ναοῦ καθιδρυμένου ὑπὸ τοῦ πάντα ἀρίστου καὶ μουσικωτάτου βασιλέως Ἀδριανοῦ· ἐκείνην τὴν ἡμέραν κατ’ ἐνιαυτὸν ἐπίσημον ἄγουσι πάντες οἱ τὴν Ῥώμην κατοικοῦντες καὶ οἱ ἐνεπιδημοῦντες τῇ πόλει. ὁ οὖν Οὐλπιανὸς

ἄνδρες,
ἔφη,
τί τοῦτο;
εἰλάπιν’ ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ’ ἐστίν.
καί τινος εἰπόντος ὅτι βαλλίζουσιν οἱ κατὰ τὴν πόλιν ἅπαντες τῇ θεῷ,
ὦ λῷστε,
ὁ Οὐλπιανὸς γελάσας ἔφη,
καί τίς Ἑλλήνων τοῦτο βαλλισμὸν ἐκάλεσεν, δέον εἰρηκέναι κωμάζουσιν ἢ χορεύουσιν ἤ τι ἄλλο τῶν εἰρημένων; σὺ δὲ ἡμῖν ἐκ τῆς Συβούρας ὄνομα πριάμενος
ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ.
καὶ ὁ Μυρτίλος ἔφη·

ἀλλὰ μὴν καὶ Ἑλληνικώτερον ἀποδείξω σοι τὸ ὄνομα, ὦ φίλε Ἐπιτίμαιε. πάντας γὰρ ἐπιστομίζειν πειρώμενος οὐδενὸς μὲν ἀμαθίαν κατέγνως, ᾽ σαυτὸν δ’ ἀποφαίνεις κενότερον λεβηρίδος.᾽ Ἐπίχαρμος, ὦ θαυμασιώτατε, ἐν τοῖς Θεαροῖς μέμνηται τοῦ βαλλισμοῦ, καὶ οὐ μακράν ἐστι τῆς Σικελίας ἡ Ἰταλία. ἐν οὖν τῷ δράματι οἱ θεωροὶ καθορῶντες τὰ ἐν Πυθοῖ ἀναθήματα καὶ περὶ ἑκάστου λέγοντές φασι καὶ τάδε·

λέβητες χάλκιοι, κρατῆρες, ὀδελοί. τοῖς γα μὰν ὑπωδέλοις παιδάρια βαλλίζοντ᾽, ἀγαστὸν χρῆμ᾽, ἐνῆς.
καὶ Σώφρων δ’ ἐν τῇ ἐπιγραφομένῃ Νυμφοπόνῳ
φησίν·
κἤπειτα λαβὼν προῆχε, τοὶ δ’ ἐβάλλιζον
καὶ πάλιν
βαλλίζοντες τὸν θάλαμον σκάτους ἐνέπλησαν.
ἀλλὰ μὴν καὶ Ἄλεξις ἐν Κουρίδι φησί·
καὶ γὰρ ἐπὶ κῶμον ---ἀνθρώπων ὁρῶ πλῆθος προσιὸν ὡς τῶν καλῶν τε κἀγαθῶν ἐνθάδε συνόντων. μὴ γένοιτό μοι μόνῳ νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν ὑμῖν περὶ τὸν βαλλισμὸν οὐ γὰρ ἄν ποτε θοἰμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά.
οἶδα δὲ καὶ ἀλλαχόθι τοὔνομα καὶ ἀναπεμπασάμενος ἐξοίσω.

σὺ δὲ ἡμῖν δίκαιος εἶ λέγειν, ὁ καὶ τῶν Ὁμηρικῶν μεμνημένος τούτων

τίς δαίς, τίς δὲ ὅμιλος ὅδ’ ἔπλετο; τίπτε δέ σε χρεών; εἰλάπιν’ ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ’ ἐστίν,
τίνι διαφέρει ἀλλήλων. ἐπεὶ δὲ σιγᾷς, ἐγὼ ἐρῶ. κατὰ γὰρ τὸν Συρακόσιον ποιητὴν
τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω.
τὰς θυσίας καὶ τὰς λαμπροτέρας παρασκευὰς ἐκάλουν οἱ παλαιοὶ εἰλαπίνας καὶ τοὺς τούτων μετέχοντας εἰλαπιναστάς. ἔρανοι δέ εἰσιν αἱ ἀπὸ τῶν συμβαλλομένων συναγωγαί, ἀπὸ τοῦ συνερᾶν καὶ συμφέρειν ἕκαστον. καλεῖται δ’ ὁ αὐτὸς καὶ ἔρανος καὶ θίασος καὶ οἱ συνιόντες ἐρανισταὶ καὶ
θιασῶται. καλεῖται δὲ καὶ ὁ τῷ Διονύσῳ παρεπόμενος ὄχλος θίασος, ὡς Εὐριπίδης φησίν
ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν.
τοὺς μὲν οὖν θιάσους ἀπὸ τοῦ θεοῦ προσηγόρευον καὶ γάρ αὐτοὺς τοὺς θεοὺς οἱ Λάκωνες σιούς φασι. τὰς δ’ εἰλαπίνας ἀπὸ τῆς ἐν αὐταῖς παρασκευῆς γινομένης καὶ δαπάνης, λαφύττειν γὰρ καὶ λαπάζειν τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν, ὅθεν καὶ ἐπὶ τοῦ πορθεῖν τὸ ἀλαπάζειν οἱ ποιηταὶ τάττουσι, καὶ τὰ διαρπαζόμενα κατὰ τὴν λάφυξιν λάφυρα, τὰς δὲ τοιαύτας εὐωχίας Αἰσχύλος καὶ Εὐριπίδης εἰλαπίνας ἀπὸ τοῦ λελαπάχθαι. λάπτειν δὲ τὸ τὴν τροφὴν ἐκπέττειν καὶ κενούμενον λαγαρὸν γίγνεσθαι· ὅθεν ἀπὸ μὲν τοῦ λαγαροῦ ἡ λαγών, ὥσπερ καὶ λάγανον, ἀπὸ δὲ τοῦ λαπάττειν λαπάρα. λαφύττειν δέ ἐστι τὸ δαψιλῶς καὶ ἐπὶ πολὺ λαπάττειν καὶ ἐκκενοῦν. τὸ δὲ δαπανᾶν ἀπὸ τοῦ δάπτειν λέγεται· καὶ τοῦτο δὲ τοῦ δαψιλοῦς ἔχεται. διόπερ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων τὸ δάψαι καὶ δαρδάψαι. Ὅμηρος·
ἀλλ’ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν.
τὰς δ’ εὐωχίας ἐκάλουν οὐκ ἀπὸ τῆς ὀχῆς, ἥ ἐστι τροφή, ἀλλ’ ἀπὸ τοῦ κατὰ ταῦτα εὖ ἔχειν. εἰς ἃς
δὴ συνιόντες οἱ τὸ θεῖον τιμῶντες καὶ εἰς εὐφροσύνην καὶ ἄνεσιν αὑτοὺς μεθιέντες τὸ μὲν ποτὸν μέθυ, τὸν δὲ τοῦτο δωρησάμενον θεὸν Μεθυμναῖον καὶ Λυαῖον καὶ Εὔιον καὶ Ἰήιον προσηγόρευον, ὥσπερ καὶ τὸν μὴ σκυθρωπὸν καὶ σύννουν ἱλαρόν. διὸ καὶ τὸ δαιμόνιον ἵλεων ἠξίουν γίνεσθαι ἐπιφωνοῦντες ἰὴ ἰή. ὅθεν καὶ τὸν τόπον ἐν ᾧ τοῦτο ἔπραττον ἱερὸν ὠνόμαζον. ὅτι δὲ τὸν αὐτὸν ἵλεων καὶ ἱλαρὸν ἔλεγον δηλοῖ Ἔφιππος ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἐμπολή· περὶ ἑταίρας δέ τινος λέγει·
ἔπειτὰ γ’ εἰσιόντ᾽, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως, ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις χανοῦσ’ ὁμοίως, ἧσε, παρεμυθήσατο, ἐποίησὲ θ’ ἱλαρὸν εὐθέως τ’ ἀφεῖλε πᾶν αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.

οἱ δ’ ἀρχαῖοι καὶ τοὺς θεοὺς ἀνθρωποειδεῖς ὑποστησάμενοι καὶ τὰ περὶ τὰς ἑορτὰς διέταξαν, ὁρῶντες γὰρ ὡς τῆς μὲν ἐπὶ τὰς ἀπολαύσεις ὁρμῆς οὐχ οἷόν τε τοὺς ἀνθρώπους ἀποστῆσαι, χρήσιμον δὲ καὶ συμφέρον τοῖς τοιούτοις εὐτάκτως καὶ κοσμίως ἐθίζειν χρῆσθαι, χρόνον ἀφορίσαντες

καὶ τοῖς θεοῖς προθύσαντες οὕτω μεθῆκαν αὑτοὺς εἰς ἄνεσιν, ἵν’ ἕκαστος ἡγούμενος ἥκειν τοὺς θεοὺς ἐπὶ τὰς ἀπαρχὰς καὶ τὰς σπονδὰς μετὰ αἰδοῦς τὴν συνουσίαν ποιῆται. Ὅμηρος γοῦν φησιν
ἦλθε δ’ Ἀθήνη ἱρῶν ἀντήσουσα.
καὶ ὁ Ποσειδῶν
Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας, ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
καὶ ὁ Ζεὺς
χθιζὸς ἒβη μετὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο.
κἂν ἄνθρωπος δέ που παρῇ πρεσβύτερος καὶ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται λέγειν τι τῶν ἀσχημόνων ἢ καὶ πράττειν, ὡς καὶ Ἐπίχαρμός που φησιν
ἀλλὰ καὶ σιγῆν ἀγαθὸν ὅκκα παρέωντι κάρρονες.
ὑπολαμβάνοντες οὖν τοὺς θεοὺς πλησίον αὑτῶν εἶναι τὰς ἑορτὰς κοσμίως καὶ .. σωφρόνως διῆγον. ὅθεν οὔτε κατακλίνεσθαι παρὰ τοῖς ἀρχαίοις ἔθος, ἀλλὰ · δαίνυνθ’ ἑζόμενοι οὔτ’ εἰς μέθην πίνειν, ἀλλ’ ` ἐπεὶ ἔσπεισὰν τ’ ἔπιὸν θ’ ὅσον ἤθελε θυμός, ἔβαν οἶκόνδε ἕκαστος.᾽

οἱ δὲ νῦν προσποιούμενοι θεοῖς θύειν καὶ συγκαλοῦντες ἐπὶ τὴν θυσίαν τοὺς φίλους καὶ τοὺς οἰκειοτάτους καταρῶνται μὲν τοῖς τέκνοις, λοιδοροῦνται δὲ ταῖς γυναιξί, κλαυθμυρίζουσιν τοὺς οἰκέτας,

ἀπειλοῦσι τοῖς πολλοῖς, μονονουχὶ τὸ τοῦ Ὁμήρου λέγοντες·
νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα,
ἐπὶ νοῦν οὐ λαμβάνοντες τὰ εἰρημένα ὑπὸ τοῦ τὸν Χείρωνα πεποιηκότος, εἴτε Φερεκράτης ἐστὶν εἴτε Νικόμαχος ὁ ῥυθμικὸς ἢ ὅστις δή ποτε·
μηδὲ σὺ γ’ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει· ἀλλὰ μάλ’ εὔκηλος τέρπου φρένα τέρπε τ’ ἐκεῖνον.
νῦν δὲ τούτων μὲν οὐδ’ ὅλως μέμνηνται, τὰ δὲ ἑξῆς αὐτῶν ἐκμανθάνουσιν, ἅπερ πάντα ἐκ τῶν εἰς Ἡσίοδον ἀναφερομένων μεγάλων Ἠοίων πεπαρῴδηται·
ἡμῶν δ’ ἢν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον, ἀχθόμεθ’ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα χὤττι τάχιστα θύραζ’ ἐξελθεῖν βουλόμεθ’ αὐτόν. εἶτα γνούς πως τοῦθ’ ὑποδεῖται, κᾆτά τις εἶπε τῶν ξυμπινόντων ᾽ἤδη σύ; τί οὐχ ὑποπίνεις; οὐχ ὑπολύσεις αὐτόν; ὁ δ’ ἄχθεται αὐτὸς ὁ θύων τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ’ ἐλεγεῖα· ᾽ μηδένα μήτ’ ἀέκοντα μένειν κατέρυκε παρ’ ἡμῖν μήθ’ εὕδοντ’ ἐπέγειρε, Σιμωνίδη. οὐ γὰρ ἐπ᾽ οἴνοις τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα;
ἔτι δὲ καὶ ταῦτα προστίθεμεν
μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελον εἶναι ἐκ κοινοῦ· πλείστη τε χάρις δαπάνη τ’ ὀλιγίστη.

καὶ θύοντες μὲν τοῖς θεοῖς ὀλίγιστα εἰς τὰς θυσίας καὶ τὰ τυχόντα δαπανῶμεν, ὥσπερ ὁ καλὸς Μένανδρος ἐν τῇ Μέθῃ παρίστησιν

εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας, τὸν μέλανα Θάσιον, ἐγχέλεις, τυρόν, μέλι μικροῦ ταλάντου· γίνεται τε κατὰ λόγον δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτ’ ἀντανελεῖν τὴν ζημίαν, πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν, ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.

ὀνομάζουσι δ’ οἱ ἀρχαῖοι καὶ ἐπιδόσιμά τινα δεῖπνα, ἅπερ Ἀλεξανδρεῖς λέγουσιν ἐξ ἐπιδομάτων. Ἄλεξις γοῦν ἐν τῇ εἰς τὸ φρέαρ φησί·

νυνὶ τέ με ὁ δεσπότης προὔπεμψεν οἴνου κεράμιον τῶν ἔνδοθεν κομιοῦντ᾽. β. ἐκεῖθεν; μανθάνω·
ἐπιδόσιμον παρὰ τἄλλα τοῦτ’ ἔσται. α. φιλῶ αἰσθητικὴν γραῦν.
καὶ Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ·
Λάχης, ἐγὼ δὲ πρὸς σέ. πρόαγε. β. ποῖ; α. ὅποι μ’ ἐρωτᾶς; ὡς Φιλουμένην, παρ’ ᾗ τἀπιδόσιμ’ ἡμῖν ἐστιν ἧς ἐχθὲς πιεῖν κυάθους ἀκράτου μ’ ἐβιάσω σὺ δώδεκα.
οἴδασι δὲ οἱ ἀρχαῖοι καὶ τὰ νῦν καλούμενα ἀπὸ σπυρίδος δεῖπνα, ἐμφανίζει δὲ Φερεκράτης περὶ τούτων ἐν Ἐπιλήσμονι ἢ Θαλάττῃ οὕτως
συσκευασάμενος δεῖπνον ἐς τὸ σπυρίδιον ἐβάδιζεν ὡς πρὸς Ὠφελίαν.
τοῦτο δὲ σαφῶς δηλοῖ τὸ ἀπὸ σπυρίδος δεῖπνον, ὅταν τις αὐτὸς αὑτῷ σκευάσας δεῖπνον καὶ συνθεὶς εἰς σπυρίδα παρά τινα δειπνήσων ἴῃ. σύνδειπνον εἴρηκεν ἐπὶ συμποσίου Λυσίας ἐν τῷ κατὰ Μικίνου φόνου, φησὶν γάρ·
ἐκεῖνον ἐπὶ τὸ σύνδειπνον κεκλημένον. καὶ Πλάτων δ’ ἔφη τοῖς τὸ σύνδειπνον ποιησαμένοις.
καὶ Ἀριστοφάνης Γηρυτάδῃ·
ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον.
διόπερ τινὲς καὶ τὸ Σοφοκλέους δρᾶμα κατὰ τὸ οὐδέτερον ἐπιγράφειν ἀξιοῦσιν Σύνδειπνον. καλοῦσι
δέ τινα καὶ συναγώγιμα δεῖπνα, ὡς Ἄλεξις ἐν Φιλοκάλῳ ἢ Νύμφαις·
κατάκεισο κἀκείνας κάλει. συναγώγιμον ποιῶμεν. ἀλλ’ εὖ οἶδ’ ὅτι κυμινοπρίστης ὁ τρόπος ἐστί σου πάλαι.
καὶ Ἔφιππος ἐν Γηρυόνῃ ·
καὶ συναγώγιμον συμπόσιον ἐπιπληροῦσιν.
ἔλεγον δὲ συνάγειν καὶ τὸ μετ’ ἀλλήλων πίνειν καὶ συναγώγιον τὸ συμπόσιον. Μένανδρος Ἐμπιμπραμένῃ ·
καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας.
εἶθ’ ἑξῆς ἔφη
ἐπλήρωσέν τε τὸ συναγώγιον.
μήποτε δὲ τοῦτ’ ἐστὶ τὸ ἀπὸ συμβολῶν καλούμενον. τίνες δ’ εἰσὶν αἱ συμβολαὶ αὐτὸς Ἄλεξις ἐν Μανδραγοριζομένῃ σημαίνει διὰ τούτων
ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα. β. πῶς συμβολάς; α. τὰς ταινίας οἱ Χαλκιδεῖς καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ.
Ἀργεῖοι δ᾽, ὡς ἐν τοῖς ὑπομνήμασί φησιν Ἡγήσανδρος· γράφει δ’ οὕτως·
τὴν συμβολὴν τὴν εἰς τὰ συμπόσια ὑπὸ τῶν πινόντων εἰσφερομένην Ἀργεῖοι χῶν καλοῦσι, τὴν δὲ μερίδα αἶσαν.

οὐκ ἀνάρμοστον δὲ καὶ τούτου τοῦ
συγγράμματος τέλος εἰληφότος, ἑταῖρε Τιμόκρατες, αὐτοῦ καταπαύσω τὸν λόγον, μὴ καὶ ἡμᾶς τις οἰηθῇ κατὰ τὸν Ἐμπεδοκλέα ἰχθῦς ποτε γεγονέναι. φησὶ γὰρ ὁ φυσικός
ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε, θάμνος τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς.

θ

δόρπου δ’ ἐξαῦτις μνησώμεθα, χερσὶ δ’ ἐφ’ ὕδωρ χευάντων μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
ἐμοί τε καὶ σοί, ὦ Τιμόκρατες. περιενεχθέντων γὰρ κωλήνων καί τινος εἰπόντος εἰ τακεραί εἰσι,
παρὰ τίνι κεῖται τὸ τακερόν;
ὁ Οὐλπιανὸς ἔφη.

καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησὶν ᾽ ὀρύα τυρίδιον, ὁ κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν.᾽ καὶ ἐν Κύκλωπι·

χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός.
μάθετε δὲ καὶ τοῦτο παρ’ ἐμοῦ, ὦ σοφώτατοι, ὅτι νῦν ὁ Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παρ’ οἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δ’ ἐν Κωρύκῳ τις ἄλλος κύων
τῶν θαλαττίων δ’ ἀεὶ ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας. --- ἐπὶ δὲ τούτοις πίνομεν οἰνάριον, εἶδος, νὴ Δί᾽, οἰκίας τρόπον. β. πῶς εἶδος; α. οἷον τοῖς παροῦσι συμφέρει ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ. .
ὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθ’ αὑτὸ κατασκευάζονται ὀξύγαρον.

πρὸς ταῦτα ἀπαντήσας ὁ Ζωίλος ἔφη·

Ἀριστοφάνης, ὦ οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως·

Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς,
καὶ Φερεκράτης Κραπατάλλοις·
τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.
σίνηπυ δ’ ὠνόμασε Νίκανδρος ὁ Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως ·
ἦ μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ.
ἐν δὲ τοῖς Γεωργικοῖς·
σπέρματά τ’ ἐνδάκνοντα σινήπυος.
καὶ πάλιν
κάρδαμ’ ἀνάρρινὸν τε μελάμφυλλόν τε σίνηπυ.
Κράτης δ’ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα·
κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπ’ ἀνέσπασε,
καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ· ἐστὶ δ’ ὁ στίχος ἐξ Ἱππέων καὶ ἔχει οὕτως· ᾽ κἄβλεψε νᾶπυ.᾽ οὐδεὶς δ’ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως· ἀφυὲς γάρ καὶ μικρόν, ὥσπερ καὶ ἡ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ ὁ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη·
τουτὶ τὸ κακὸν οὔκ ἐστ’ ἔτι κακὸν τὸ θυγάτριὸν γέ μου σεσινάπικεν διὰ τῆς ξένης.
ἁλῶν δὲ καὶ ὄξους μέμνηται ὁ καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων·
καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ’ ἂν ῥήματα; εἰς ὄξος ἐμβαπτόμενος ἢ λευκοὺς ἅλας;

ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν σὺ δ’ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου ἡ παροψὶς κεῖται, ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως ·

ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε·
α. γυνὴ καθεύδουσ’ ἐστὶν ἀργόν. ζ. μανθάνω. α. ἐγρηγορυίας δ’ εἰσὶν αἱ παροψίδες αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ’ εἰς ἡδονὴν ἢ τἄλλα. ζ. βείνου γάρ τινες παροψίδες εἰσ᾽, ἀντιβολῶ σ᾽;
κἀν τοῖς δ’ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι·
τὰ δ’ ἀλλότρι’ ἔσθ’ ὅμοια ταῖς παροψίσι· βραχὺ γάρ τι τέρψαντ’ ἐξανάλωται ταχύ.
Ἀριστοφάνης Δαιδάλῳ·
πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.

σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ,

ἀλλ’ ἐγώ,
φησὶν ὁ Λεωνίδης,

εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας·

πολλοῖς δ’ ἀντιλέγειν κατὰ
τὸν Πάριον Εὔηνον
ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δ’ ἀντιλέγειν οὐκέτι τοῦτ’ ἐν ἔθει· καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός; ᾽ σοὶ μὲν ταῦτα· δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε τοὺς ξυνετοὺς δ’ ἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.

ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, ὦ φιλότης Μυρτίλε προήρπασα γάρ σου τὸν λόγον, Ἀντιφάνης Βοιωτίδι·

καλέσας τε παρατίθησιν ἐν παροψίδι.
καὶ Ἄλεξις ἐν Ἡσιόνη ὡς
εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο φέροντας εἴσω ποικίλων παροψίδων κόσμου βρύουσαν, οὐκέτ’ εἰς ἔμ’ ἔβλεπεν.
καὶ ὁ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ· ι
καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες.
Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ·
κεκερματίσθω δ’ ἄλλα μοι παροψίδων κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα.
Σωτάδης δ’ ὁ κωμικὸς Παραλυτρουμένῳ·
παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ· τοῦτον μασᾶται, παρακατεσθίει δ’ ἐμέ.
ἀμφιβόλως δ’ εἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας, φησὶ γὰρ ὁ φιλόσοφος ᾽ προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον ἐπὶ ἡδύσματος ἡ παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως, ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ·
νὴ τὸν Δί᾽ οὗτοί γ’ ὥσπερ αἱ παροψίδες τὴν αἰτίαν ἔχουσ’ ἀπὸ τῶν ἡδυσμάτων, αὐτοὺς δ’ ὁ καλέσας ἀξιοῖ τοῦ μηδενός.
Νικοφῶν Σειρῆσιν
ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι.
Ἀριστοφάνης Δαιδάλῳ·
πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
Πλάτων Ἑορταῖς·
ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
περὶ βολβῶν δ’ ἀρτύσεως καὶ σκευασίας τὸν λόγοι ποιεῖται. οἱ δ’ Ἀττικοί, ὦ Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ·
ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.

καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ ·

σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου.
Εὐριπίδης Σκίρωνι·
οὐδὲ κωλῆνες νεβρῶν.
ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ ·
οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον,
καὶ ἐν Δαιταλεῦσι·
καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα.
ἐν δὲ Πελαργοῖς·
κεφαλὰς τ’ ἀρνῶν κωλᾶς τ’ ἐρίφων.
Πλάτων Γρυψὶν ᾽ ἰχθῦς, κωλᾶς, φύσκας.᾽ Ἀμειψίας Κόννῳ·
δίδοται μάλισθ’ ἱερώσυνα, κωλῆ, τὸ πλευρόν, ἡμίκραιρ’ ἀριστερά.
Ξενοφῶν Κυνηγετικῷ· ᾽ κωλῆν σαρκώδη, λαγόνας ὑγράς.᾽ καὶ Ξενοφάνης δ’ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί·
πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ’ ἀπολήξει ἔστ’ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.

ἑξῆς δὲ τούτων πολλῶν καὶ παντοδαπῶν ἐπιφερομένων ἡμεῖς ἐπισημανούμεθα τὰ μνήμης ἄξια. καὶ γὰρ ὀρνίθων πλῆθος ἦν ἄλλων τε καὶ χηνῶν, ἔτι δὲ τῶν νεοσσῶν ὀρνίθων οὓς πίπους· τινὲς καλοῦσι, καὶ χοίρων καὶ τῶν περισπουδάστων φασιανικῶν ὀρνίθων, περὶ λαχάνων οὖν πρότερον ἐκθέμενός σοι καὶ περὶ τῶν ἄλλων μετὰ ταῦτα διηγήσομαι.

γογγυλίδες. ταύτας Ἀπολλᾶς ἐν τῷ περὶ τῶν ἐν Πελοποννήσῳ πόλεων ὑπὸ Λακεδαιμονίων γάστρας φησὶ καλεῖσθαι. Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις παρὰ Βοιωτοῖς γάστρας ὀνομάζεσθαι τὰς κράμβας, τὰς δὲ γογγυλίδας ζεκελτίδας, Ἀμερίας δὲ καὶ Τιμαχίδας τὰς κολοκύντας ζεκελτίδας καλεῖσθαι. Σπεύσιππος δ’ ἐν

δευτέρῳ Ὁμοίων
ῥαφανίς,
φησί,
γογγυλίς, ῥάφυς, ἀνάρρινον ὅμοια.
τὴν δὲ ῥάφυν Γλαῦκος ἐν τῷ Ὀψαρτυτικῷ διὰ τοῦ π ψιλῶς καλεῖ ῥάπυν. τούτοις δ’ οὐδὲν ἄλλο ἐστὶν ὅμοιον εἰ μὴ ἡ νῦν προσαγορευομένη βουνιάς. Θεόφραστος δέ βουνιάδα μὲν οὐκ ὀνομάζει, ἄρρενα δἐ καλεῖ τινα γογγυλίδα, καὶ ἴσως αὕτη ἐστὶν ἡ βουνιάς. Νίκανδρος δ’ ἐν τοῖς Γεωργικοῖς τῆς βουνιάδος μνημονεύει·
γογγυλίδας σπείροις δὲ κυλινδρωτῆς ἐφ’ ἅλωος, ὄφρ’ ἂν ἴσαι πλαθάνοισι χαμηλότεραι θαλέθωσι. βουνιάδες δ’ ἶσαι ῥαφάνοις κείσθων ἰδὲ δαῦκοι. γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.
Κηφισιακῶν δὲ γογγυλίδων μνημονεύει Κράτης ἐν Ῥήτορσιν οὕτως
κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ.
Θεόφραστος δὲ γογγυλίδων φησὶν εἶναι γένη δύο, ἄρρεν καὶ θῆλυ· γίνεσθαι δ’ ἄμφω ἐκ τοῦ αὐτοῦ σπέρματος. Ποσειδώνιος δ’ ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ ἑβδόμῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν περὶ τὴν Δαλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. Δίφιλος δ’ ὁ Σίφνιος ἰατρὸς
ἡ γογγυλίς,
φησί,
λεπτυντική ἐστι καὶ δριμεῖα καὶ δύσπεπτος, ἔτι δὲ πνευματωτική. κρείττων δέ,
φησίν,
ἡ βουνιὰς καθέστηκεν γλυκυτέρα γάρ ἐστι καὶ πεπτικωτέρα πρὸς τῷ
εὐστόμαχος εἶναι καὶ τρόφιμος, ἡ δὲ ὀπτωμένη,
φησί,
γογγυλὶς μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει.
ταύτης μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι οὕτως·
ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.
καὶ Ἄλεξις ἐν Θεοφορήτῳ
λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους,
ἡ δὲ ταριχευομένη. γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα ἡ διὰ νάπυος γινομένη, ὥς φησιν ὁ Δίφιλος.

κράμβη. Εὔδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων κράμβης φησὶν εἶναι γένη τρία, τῆς τε καλουμένης ἁλμυρίδος καὶ λειοφύλλου καὶ σελινούσσης, τῇ δ’ ἡδονῇ πρώτην κεκρίσθαι τὴν ἁλμυρίδα.

φύεται δ’ ἐν Ἐρετρίᾳ καὶ Κύμῃ καὶ Ῥόδῳ, ἔτι δὲ Κνίδῳ καὶ Ἐφέσῳ· ἡ δὲ λειόφυλλος ἀνὰ πᾶσαν,
φησί,
χώραν γίγνεται. ἡ δὲ σελινοῦσσα τὴν ὀνομασίαν ἔχει διὰ τὴν οὐλότητα· ἐμφερὴς γάρ ἐστι σελίνῳ καὶ κατὰ τὴν ἄλλην πύκνωσιν.
Θεόφραστος δὲ οὕτως γράφει·
τῆς δὲ ῥαφάνου λέγω δὲ τὴν κράμβην ἡ μέν ἐστιν οὐλόφυλλος, ἡ δὲ ἀγρία
Δίφιλος δ’ ὁ Σίφνιός φησι·
κράμβη δὲ καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά, τὸ δ’ ἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην, μεθ’ ὃν χρόνον πάλιν ἐπιχωριάζει.
Νίκανδρος δ’ ἐν Γεωργικοῖς·
λείη μὲν κράμβη, ὁτὲ δ’ ἀγριὰς ἐμπίπτουσα σπειρομένῃς πολύφυλλος ἐνήβησε πρασιῇσιν
ἢ οὔλη καπυροῖσιν ὀραμνῖτις πετάλοισιν ἢ ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη βατραχέη κύμη δὲ κακόχροος, ἣ μὲν ἔοικε πέλμασιν οἷσι πέδιλα παλίμβολα κασσύουοσιν· ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν.
μήποτε δὲ ὁ Νίκανδρος μάντιν κέκληκε τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεὶ καὶ παρ’ Ἱππώνακτι ἐν τοῖς ἰάμβοις ἐστί τι λεγόμενον τοιοῦτον
ὁ δ’ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην τὴν ἑπτάφυλλον ᾗ θύεσκε Πανδώρη Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου.
καὶ Ἀνάνιος δέ φησι·
καὶ σὲ πολλὸν ἀνθρώπων ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην.
καὶ Τηλεκλείδης Πρυτάνεσιν
ναὶ μὰ τὰς κράμβας
ἔφη. καὶ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ
ναὶ μὰ τὰν κράμβαν.
Εὔπολις Βάπταις
ναὶ μὰ τὴν κράμβην.
ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὁ ὅρκος καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων ὁ Κιτιεὺς ὁ τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν, ὡς Ἔμπεδός φησιν ἐν Ἀπομνημονεύμασιν.

Ἀθήνησι δὲ καὶ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι ἀντιφάρμακον εἰς τροφήν. ἔφιππος γοῦν ἐν Γηρυόνῃ φησὶν

ἔπειτα πῶς οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν, οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην πνίγειν τε παχέων ἀρνίων στηθύνια τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις κοινῇ τε χναύειν τευθίσιν σηπίδια πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
Ἀντιφάνης δ’ ἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις·
οἷα δ’ ἐστὶν οἶσθα νῦν ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα ἐλευθέρἰ, οὐ τάριχος οὐδ’ ἡδύσμασιν ἄρνεια καταπεπασμέν’ οὐδὲ θρυμματὶς τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί. καὶ μὴν ῥαφάνους γ’ ἕψουσι λιπαράς, ὦ θεοί, ἔτνος θ’ ἅμ’ αὐταῖς πίσινον.
Δίφιλος δ’ ἐν Ἀπλήστῳ·
ἥκει φερόμεν’ αὐτόματα πάντα τἀγαθά, ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία ἁπαλώτατ᾽, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις ὅμοια πράγματ’ οὐδὲ ταῖς --- θλασταῖς ἐλάαις.
Ἀλκαῖος Παλαίστρᾳ·
ἤδη δ’ ἧψε χύτραν ῥαφάνων.
Πολύζηλος δ’ ἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί·
ὑψιπέταλοί τε κράμβαι συχναί.

σεῦτλα. τούτων φησὶν ὁ Θεόφραστος εὐχυλότερον εἶναι τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον καὶ καλεῖσθαι Σικελικόν.

ἡ δὲ σευτλὶς ἕτερον,
φησί,
τοῦ τεύτλου ἐστί.
διὸ καὶ Δίφιλος ὁ κωμῳδιοποιὸς ἐν Ἥρωι δράματι ἐπιτιμᾷ τινι ὡς κακῶς λέγοντι καὶ
τὰ τεῦτλα σευτλίδας καλῶν.
Εὔδημος δ’ ἐν τῷ περὶ λαχάνων δ# γένη φησὶν εἶναι τεύτλων, σπαστόν, καυλωτόν, λευκόν, πάνδημον τοῦτο δ’ εἶναι τῇ χρόᾳ φαιόν. Δίφιλος δ’ ὁ Σίφνιος τὸ σευτλίον φησὶν εὐχυλότερον εἶναι τῆς κράμβης καὶ θρεπτικώτερον μετρίως· ἐκζεστὸν δὲ καὶ λαμβανόμενον μετὰ νάπυος λεπτυντικώτερον εἶναι καὶ ἑλμίνθων φθαρτικόν. εὐκοιλιώτερον δὲ τὸ λευκόν, τὸ δὲ μέλαν οὐρητικώτερον. ὑπάρχειν δὲ αὐτῶν καὶ τὰς ῥίζας εὐστομωτέρας καὶ πολυτροφωτέρας.