Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

σιωπήσαντος δ’ αὐτοῦ ὁ Μασσούριος ἔφη·
ἀλλ’ ἐπειδὴ ὑπολείπεταί τινα περὶ τοῦ ἀμφὶ τοὺς οἰκέτας λόγου συμβαλοῦμαί τι καὶ αὐτὸς μέλος εἰς ἔρωτα τῷ σοφῷ καὶ φιλτάτῳ Δημοκρίτῳ. Φίλιππος ὁ Θεαγγελεὺς ἐν τῷ περὶ Καρῶν καὶ Λελέγων συγγράμματι καταλέξας τοὺς Λακεδαιμονίων εἵλωτας καὶ τοὺς Θετταλικοὺς πενέστας καὶ Κᾶράς φησι τοῖς Λέλεξιν ὡς οἰκέταις χρήσασθαι πάλαι τε καὶ νῦν. Φύλαρχος δ’ ἐν ἕκτῃ ἱστοριῶν καὶ Βυζαντίους φησὶν οὕτω Βιθυνῶν δεσπόσαι ὡς Λακεδαιμονίους τῶν εἱλώτων, περὶ δὲ τῶν παρὰ Λακεδαιμονίοις ἐπευνάκτων καλουμένων δοῦλοι δ’ εἰσὶ καὶ οὗτοι σαφῶς ἐκτίθεται Θεόπομπος διὰ τῆς δευτέρας καὶ τριακοστῆς τῶν ἱστοριῶν λέγων οὕτως·
ἀποθανόντων πολλῶν Λακεδαιμονίων ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ οἱ περιλειφθέντες εὐλαβηθέντες μὴ καταφανεῖς γένωνται τοῖς ἐχθροῖς ἐρημωθέντες ἀνεβίβασαν τῶν εἱλώτων ἐφ᾽· ἑκάστην στιβάδα τῶν τετελευτοκότων τινάς· οὓς καὶ πολίτας ὕστερον ποιήσαντες προσηγόρευσαν ἐπευνάκτους, ὅτι κατετάχθησαν ἀντὶ τῶν τετελευτηκότων εἰς τὰς στιβάδας.
ὁ δ’ αὐτὸς ἱστορεῖ κἀν τῇ τριακοστῇ καὶ τρίτῃ τῶν ἱστοριῶν παρὰ Σικυωνίοις κατωνακοφόρους καλεῖσθαι δούλους τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. τὰ παραπλήσια ἱστορεῖ καὶ Μέναιχμος ἐν τοῖς Σικυωνιακοῖς. ἔτι
Θεόπομπος ἐν τῇ δευτέρᾳ τῶν Φιλιππικῶν Ἀρδιαίους φησὶ κεκτῆσθαι προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας,

οἱ δὲ μόθακες καλούμενοι παρὰ Λακεδαιμονίοις ἐλεύθεροι μὲν εἰσιν, οὐ μὴν Λακεδαιμόνιοι, λέγει δὲ περὶ αὐτῶν Φύλαρχος ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν οὕτως·
εἰσὶ δ᾽οἱ μόθακες σύντροφοι τῶν Λακεδαιμονίων ἕκαστος γὰρ τῶν πολιτικῶν παίδων, ὡς ἂν καὶ τὰ ἴδια ἐκποιῶσιν, οἱ μὲν ἕνα, οἱ δὲ δύο, τινὲς δὲ πλείους ποιοῦνται συντρόφους αὑτῶν, εἰσὶν οὖν οἱ μόθακες ἐλεύθεροι μὲν, οὐ μὴν Λακεδαιμόνιοί γε, μετέχουσιν δὲ τῆς παιδείας πάσης, τούτων ἕνα φασὶ γενέσθαι καὶ Λύσανδρον τὸν καταναυμαχήσαντα τοὺς Ἀθηναίους πολίτην γενόμενον δι’ ἀνδραγαθίαν.
μύρων δὲ ὁ Πριηνεὺς ἐν δευτέρῳ Μεσσηνιακῶν
πολλάκις, φησίν, ἠλευθέρωσαν Λακεδαιμόνιοι δούλους καὶ οὓς μὲν ἀφέτας ἐκάλεσαν, οὓς δὲ ἀδεσπότους, οὓς δὲ ἐρυκτῆρας., δεσποσιοναύτας δ’ ἄλλους, οὓς εἰς τοὺς στόλους κατέτασσον, ἄλλους δὲ νεοδαμώδεις, ἑτέρους ὄντας τῶν εἱλώτων.
Θεόπομπος δ’ ἐν ζ’ Ἑλληνικῶν περὶ τῶν εἱλώτων λέγων ὅτι καὶ ἑλεάται καλοῦνται γράφει οὕτως·
τὸ δὲ τῶν εἱλώτων ἔθνος παντάπασιν ὠμῶς διάκειται καὶ πικρῶς· εἰσὶ γὰρ οὗτοι καταδεδουλωμένοι πολὺν ἤδη χρόνον ὑπὸ τῶν Σπαρτιατῶν, οἱ μὲν αὐτῶν ἐκ Μεσσήνης ὄντες, οἱ δ’ ἑλεάται κατοικοῦντες πρότερον τὸ καλούμενον Ἕλος τῆς Λακωνικῆς.

Τίμαιος δ’ ὁ
Ταυρομενίτης ἐκλαθόμενος αὑτοῦ ἐλέγχει δ’ αὐτὸν εἰς τοῦτο Πολύβιος ὁ Μεγαλοπολίτης διὰ τῆς δωδεκάτης τῶν ἱστοριῶν οὐκ εἶναι ἔφη σύνηθες τοῖς Ἕλλησι δούλους κτᾶσθαι, αὐτὸς εἰπὼν ὁ Ἐπιτίμαιος οὕτως δ’ αὐτὸν καλεῖ Ἴστρος ὁ Καλλιμάχειος ἐν ταῖς πρὸς αὐτὸν ἀντιγραφαῖς, εἰπὼν γὰρ ὅτι Μνάσων ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων κἀν τῇ τρίτῃ δὲ τῶν ἱστοριῶν ὁ Ἐπιτίμαιος ἔφη οὕτως εὐδαιμονῆσαι τὴν Κορινθίων πόλιν ὡς κτήσασθαι δούλων μυριάδας ἓξ καὶ τεσσαράκοντα· δι’ ἃς ἡγοῦμαι καὶ τὴν Πυθίαν αὐτοὺς κεκληκέναι χοινικομέτρας. Κτησικλῆς δ’ ἐν τρίτῃ Χρονικῶν κατὰ τὴν ἑπτακαιδεκάτην πρὸς ταῖς ἑκατόν φησιν ὀλυμπιάδα Ἀθήνησιν ἐξετασμὸν γενέσθαι ὑπὸ Δημητρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας μ᾽. Νικίας δ’ ὁ Νικηράτου, ὡς ὁ καλὸς ἔφη Ξενοφῶν ἐν τῷ περὶ πόρων, χιλίους ἔχων οἰκέτας ἐμίσθωσεν αὐτοὺς εἰς τὰ ἀργυρεῖα Σωσίᾳ τῷ Θρᾳκὶ ἐφ’ ᾧ ὀβολὸν ἑκάστου, τελεῖν τῆς ἡμέρας. Ἀριστοτέλης δ’ ἐν Αἰγινητῶν πολιτείᾳ καὶ παρὰ τούτοις φησὶ γενέσθαι ἑπτὰ καὶ τεσσαράκοντα μυριάδας δούλων. Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ ὀγδόῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν Δαρδανεῖς φησι δούλους
κεκτῆσθαι τὸν μὲν χιλίους, ---τὸν δὲ καὶ πλείους· τούτων δ’ ἕκαστον ἐν μὲν εἰρήνῃ γεωργεῖν, ἐν πολέμῳ δὲ λοχίζεσθαι ἡγεμόνα νέμοντας τὸν ἴδιον δεσπότην.

πρὸς ταῦτα ἀπαντήσας ὁ Λαρήνσιος ἔφη·

ἀλλὰ Ῥωμαίων ἕκαστος οἶδας δ’ ἀκριβῶς ταῦτα, ὦ καλὲ Μασσούριε πλείστους ὅσους κεκτημένος οἰκέτας· καὶ γὰρ μυρίους καὶ δισμυρίους καὶ ἔτι πλείους δὲ πάμπολλοι κέκτηνται, οὐκ ἐπὶ προσόδοις δέ, ὥσπερ ὁ τῶν Ἑλλήνων ζάπλουτος Νικίας, ἀλλ’ οἱ πλείους τῶν Ῥωμαίων συμπροιόντας ἔχουσι τοὺς πλείστους, καὶ αἱ πολλαὶ δὲ αὗται Ἀττικαὶ μυριάδες τῶν οἰκετῶν δεδεμέναι εἰργάζοντο τὰ μέταλλα. Ποσειδώνιος γοῦν, οὗ συνεχῶς μέμνησαι, ὁ φιλόσοφος καὶ ἀποστάντας φησὶν αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι δὲ τὴν ἐπὶ Σουνίῳ ἀκρόπολιν καὶ ἐπὶ πολὺν χρόνον πορθῆσαι τὴν Ἀττικήν. οὗτος δ’ ἦν ὁ καιρὸς ὅτε καὶ ἐν Σικελίᾳ ἡ δευτέρα τῶν δούλων ἐπανάστασις ἐγένετο· πολλαὶ δὲ αὗται ἐγένοντο, καὶ ἀπώλοντο οἰκετῶν ὑπὲρ τὰς ἑκατὸν μυριάδας· σύγγραμμα δὲ ἐκδέδωκε περὶ τῶν δουλικῶν πολέμων Καικίλιος ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς· καὶ Σπάρτακος δὲ ὁ μονομάχος ἐκ Καπύης πόλεως Ἰταλικῆς ἀποδρὰς κατὰ τὰ Μιθριδατικὰ πολὺ πλῆθος ἀποστήσας οἰκετῶν ἦν δὲ καὶ αὐτὸς οἰκέτης, Θρᾲξ γένος κατέδραμε πᾶσαν Ἰταλίαν χρόνον οὐκ ὀλίγον πολλῶν δούλων καθ’ ἑκάστην
ἡμέραν συρρεόντων ὡς αὐτὸν καὶ εἰ μὴ ἀπέθανεν ἐν τῇ πρὸς Λικίννιον Κράσσον παρατάξει, οὐ τὸν τυχόντα ἂν ἱδρῶτα τοῖς ἡμεδαποῖς παρεσχήκει, ὡς ὁ κατὰ τὴν Σικελίαν Εὔνους.

σώφρονες δ’ ἦσαν καὶ πάντα ἄριστοι οἱ ἀρχαῖοι Ῥωμαῖοι· Σκιπίων γοῦν ὁ Ἀφρικανὸς ἐπίκλην ἐκπεμπόμενος ὑπὸ τῆς συγκλήτου ἐπὶ τὸ καταστήσασθαι τὰς κατὰ τὴν οἰκουμένην βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσιν, πέντε μόνους συνεπήγετο οἰκέτας, ὡς ἱστορεῖ Πολύβιος καὶ Ποσειδώνιος, καὶ ἑνὸς ἀποθανόντος κατὰ τὴν ὁδοιπορίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντ’ ἐκείνου πριαμένους πέμψαι αὐτῷ. Ἰούλιος δὲ Καῖσαρ ὁ πρῶτος πάντων ἀνθρώπων περαιωθεὶς ἐπὶ τὰς Βρεττανίδας νήσους μετὰ χιλίων σκαφῶν τρεῖς οἰκέτας τοὺς πάντας συνεπήγετο, ὡς Κόττας ἱστορεῖ ὁ τότε ὑποστρατηγῶν αὐτῷ ἐν τῷ περὶ τῆς Ῥωμαίων πολιτείας συγγράμματι, ὃ τῇ πατρίῳ ἡμῶν γέγραπται φωνῇ. ἀλλ’ οὐ Σμινδυρίδης ὁ Συβαρίτης τοιοῦτος, ὦ Ἕλληνες, ὃς ἐπὶ τὸν Ἀγαρίστης τῆς Κλεισθένους θυγατρὸς ἐξορμῶν γάμον ὑπὸ χλιδῆς καὶ τρυφῆς χιλίους συνεπήγετο οἰκέτας, ἁλιεῖς καὶ ὀρνιθευτὰς καὶ μαγείρους· οὗτος δ’ ὁ ἀνὴρ καὶ ἐνδείξασθαι βουλόμενος ὡς εὐδαιμόνως ἔζη, ὡς ἱστορεῖ Χαμαιλέων ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς τὸ δ’ αὐτὸ βιβλίον καὶ ὡς Θεοφράστου φέρεται οὐκ ἔφη τὸν ἥλιον ἐτῶν εἴκοσιν οὔτ’ ἀνατέλλοντα οὔτε δυόμενον ἑωρακέναι. καὶ τοῦτ’ ἦν αὐτῷ μέγα καὶ θαυμαστὸν πρὸς
εὐδαιμονίαν. οὗτος, ὡς ἔοικεν, πρωὶ μὲν ἐκάθευδεν, ὀψὲ δ’ ἠγείρετο, κατ’ ἀμφότερα δυστυχῶν. ὁ δὲ Ποντικὸς Ἑστιαῖος καλῶς ἐκαυχᾶτο μήτε ἀνατέλλοντα μήτε καταδυόμενὸν ποτε τὸν ἥλιον ἑωρακέναι διὰ τὸ παιδείᾳ παντὶ καιρῷ προσέχειν, ὡς ὁ Νικαεὺς Νικίας ἱστορεῖ ἐν ταῖς Διαδοχαῖς. τί οὖν, οὐκ εἶχεν καὶ Σκιπίων καὶ ὁ Καῖσαρ οἰκέτας; εἶχεν, ἀλλ’ ἐφύλασσον τοὺς πατρίους νόμους καὶ κεκολασμένως ἔζων τηροῦντες τὰ τῆς πολιτείας ἔθη. συνετῶν γάρ ἐστιν ἀνδρῶν ἐμμένειν τοῖς παλαιοῖς ζηλώμασιν δι’ ὧν στρατευόμενοι κατεστρέφοντο τοὺς ἄλλους, λαμβάνοντες ἅμα τοῖς δοριαλώτοις καὶ εἴ τι χρήσιμον καὶ καλὸν ὑπῆρχε παρ’ ἐκείνοις εἰς μίμησιν· ὅπερ ἐν τοῖς πάλαι χρόνοις ἐποίουν οἱ Ῥωμαῖοι. διαφυλάττοντες γὰρ ἅμα καὶ τὰ πάτρια μετῆγον παρὰ τῶν χειρωθέντων εἲ τι λείψανον καλῆς ἀσκήσεως εὕρισκον, τὰ ἀχρηστα ἐκείνοις ἐῶντες, ὅπως μηδ’ εἰς ἀνάκτησιν ὧν ἀπέβαλον ἐλθεῖν ποτε δυνηθῶσι. παρὰ γοῦν τῶν Ἑλλήνων μηχανὰς καὶ ὄργανα πολιορκητικὰ μαθόντες τούτοις αὐτῶν περιεγένοντο, Φοινίκων τε τὰ ναυτικὰ εὑρόντων τούτοις αὐτοὺς κατεναυμάχησαν, ἔλαβον δὲ καὶ παρὰ Τυρρηνῶν τὴν σταδίαν μάχην φαλαγγηδὸν ἐπιόντων, καὶ παρὰ Σαυνιτῶν δὲ ἔμαθον θυρεοῦ χρῆσιν, παρὰ δὲ Ἰβήρων γαίσων, καὶ ἄλλα δὲ παρ’ ἄλλων
μαθόντες ἄμεινον ἐπεξειργάσαντο· μιμησάμενοί τε κατὰ πάντα τὴν Λακεδαιμονίων πολιτείαν διετήρησαν αὐτὴν μᾶλλον ἢ ἐκεῖνοι. νῦν δὲ τὴν ἐκλογὴν τῶν χρησίμων ποιούμενοι παρὰ τῶν ἐναντίων συναποφέρονται καὶ τὰ μοχθηρὰ ζηλώματα. πάτριος μὲν γὰρ ἦν αὐτοῖς, ὡς φησι Ποσειδώνιος, καρτερία καὶ λιτὴ δίαιτα καὶ τῶν ἄλλων τῶν ὑπὸ τὴν κτῆσιν ἀφελὴς καὶ ἀπερίεργος χρῆσις, ἔτι δὲ εὐσέβεια μὲν θαυμαστὴ περὶ τὸ δαιμόνιον, δικαιοσύνη δὲ καὶ πολλὴ τοῦ πλημμελεῖν εὐλάβεια πρὸς πάντας ἀνθρώπους μετὰ τῆς κατὰ γεωργίαν ἀσκήσεως, τοῦτο δ’ ἔστιν ἐκ τῶν πατρίων θυσιῶν ὧν ἐπιτελοῦμεν ἰδεῖν· ὁδούς τε γὰρ πορευόμεθα τεταγμένας καὶ ὡρισμένας καὶ τεταγμένα φέρομεν καὶ λέγομεν ἐν ταῖς εὐχαῖς καὶ δρῶμεν ἐν ταῖς ἱερουργίαις, ἀφελῆ τε ταῦτα καὶ λιτά, καὶ οὐδὲν πλέον τῶν κατὰ φύσιν οὔτε ἠμφιεσμένοι καὶ περὶ τὰ σώματα ἔχοντες οὔτε ἀπαρχόμενοι, ἐσθῆτάς τε ἔχομεν καὶ ὑποδέσεις εὐτελεῖς πίλους τε ταῖς κεφαλαῖς περικείμεθα προβατείων δερμάτων δασεῖς, κεράμεα δὲ καὶ χαλκᾶ τὰ διακονήματα κομίζομεν κἀν τούτοις βρωτὰ καὶ ποτὰ πάντων ἀπεριεργότατα, ἄτοπον ἡγούμενοι τοῖς μὲν θεοῖς πέμπειν κατὰ τὰ πάτρια αὑτοῖς δὲ χορηγεῖν κατὰ τὰ ἐπείσακτα· καίτοι γε τὰ μὲν εἰς ἡμᾶς δαπανώμενα τῇ χρείᾳ μετρεῖται τὰ δ’ εἰς τοὺς θεοὺς ἀπαρχαί τινὲς εἰσι.
Μούκιος γοῦν Σκευόλας τρίτος ἐν Ῥώμῃ τὸν Φάνιον ἐτήρει νόμον αὐτὸς καὶ Αἴλιος Τουβέρων καὶ Ῥουτίλιος Ῥοῦφος ὁ τὴν πάτριον ἱστορίαν γεγραφώς. ἐκέλευε δ’ ὁ νόμος τριῶν μὲν πλείονας τῶν ἔξω τῆς οἰκίας μὴ ὑποδέχεσθαι, κατὰ ἀγορὰν δὲ τῶν πέντε· τοῦτο δὲ τρὶς τοῦ μηνὸς ἐγίνετο. ὀψωνεῖν δὲ πλείονος τῶν δυεῖν δραχμῶν καὶ ἡμίσους οὐκ ἐπέτρεπεν· κρέως δὲ καπνιστοῦ δεκαπέντε τάλαντα δαπανᾶν εἰς τὸν ἐνιαυτὸν ἐπεχώρει καὶ ὅσα γῆ φέρει λάχανα καὶ ὀσπρέων ἑψήματα. σμικρᾶς δὲ πάνυ τῆς δαπάνης ὑπαρχούσης διὰ τὸ τοὺς παρανομοῦντας καὶ ἀφειδῶς ἀναλίσκοντας ἀνατετιμηκέναι τὰ ὥνια πρὸς τὸ ἐλευθεριώτερον νομίμως προήρχοντο· ὁ μὲν γὰρ Τουβέρων παρὰ τῶν ἐν τοῖς ἰδίοις ἀγροῖς ὄρνιθας ὠνεῖτο δραχμιαίους, ὁ δὲ Ῥουτίλιος παρὰ τῶν ἁλιευόντων αὑτοῦ δούλων τριωβόλου τὴν μνᾶν τοῦ ὄψου καὶ μάλιστα τοῦ θυρσίωνος καλουμένου· μέρος δ’ ἐστὶ τοῦτο θαλασσίου κυνὸς οὕτω καλούμενον. ὁ δὲ Μούκιος παρὰ τῶν εὐχρηστουμένων ὑπ’ αὐτοῦ πρὸς τὸν αὐτὸν τύπον ἐποιεῖτο τὴν διατίμησιν. ἐκ τοσούτων οὖν μυριάδων ἀνθρώπων οὗτοι μόνοι τὸν νόμον ἐνόρκως ἐτήρουν καὶ δῶρον οὐδὲ τὸ μικρότατον ἐδέχοντο, αὐτοὶ δ’ ἄλλοις ἐδίδοσαν καὶ φίλοις τοῖς ἀπὸ παιδείας ὁρμωμένοις μεγάλα· καὶ γὰρ ἀντείχοντο τῶν ἐκ τῆς στοᾶς δογμάτων.
Τῆς δὲ πολυτελείας τῆς νῦν ἀκμαζούσης πρῶτος ἡγεμὼν ἐγένετο Λεύκολλος ὁ καταναυμαχήσας Μιθριδάτην, ὡς Νικόλαος ὁ περιπατητικὸς ἱστορεῖ· ἀφικόμενος γὰρ εἰς τὴν Ῥώμην μετὰ τὴν ἧτταν τὴν Μιθριδάτου ἔτι τε τὴν Τιγράνου τοῦ Ἀρμενίου καὶ θριαμβεύσας λόγον τε ἀποδοὺς τῶν τοῦ πολέμου πράξεων ὤκειλεν εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης καὶ πρῶτος τρυφῆς εἰσηγητὴς Ῥωμαίοις ἐγένετο, καρπωσάμενος δυεῖν βασιλέων τῶν προειρημένων πλοῦτον. Κάτων δὲ ἐκεῖνος, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ πρώτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν, ἐδυσχέραινε καὶ ἐκεκράγει ὅτι τινὲς τὰς ξενικὰς τρυφὰς εἰσήγαγον εἰς τὴν Ῥώμην, τριακοσίων μὲν δραχμῶν κεράμιον ταρίχων Ποντικῶν ὠνησάμενοι, καὶ μειράκια δ’ εὔμορφα ὑπερβαλλούσης ἀγρῶν τιμῆς, πρότερον δὲ οὕτως ὀλιγοδεεῖς ἦσαν οἱ τὴν Ἰταλίαν κατοικοῦντες ὥστε καὶ καθ’ ἡμᾶς ἔτι, φησὶν ὁ Ποσειδώνιος, οἱ σφόδρα εὐκαιρούμενοι τοῖς βίοις, ἦγον τοὺς υἱοὺς ὕδωρ μὲν ὡς τὸ πολὺ πίνοντας, ἐσθίοντας δ’ ὃ τι ἂν τύχῃ. καὶ πολλάκις, φησίν, πατὴρ ἢ μήτηρ υἱὸν ἠρώτα πότερον ἀπίους ἢ κάρυα βούλεται δειπνῆσαι, καὶ τούτων τι φαγὼν ἠρκεῖτο καὶ ἐκοιμᾶτο. νῦν δέ, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῇ πρώτῃ τῶν Φιλιππικῶν , οὐδεὶς ἐστι καὶ τῶν μετρίως εὐπορουμένων ὅστις
οὐ πολυτελῆ μὲν τράπεζαν παρατίθεται, μαγείρους δὲ καὶ θεραπείαν ἄλλην πολλὴν κέκτηται καὶ πλείω δαπανᾷ τὰ καθ’ ἡμέραν ἢ πρότερον ἐν ταῖς ἑορταῖς καὶ ταῖς θυσίαις ἀνήλισκον.
ἐπεὶ δὲ εἰς ἱκανὸν μῆκος προὔβη τὰ τῶν ἀπομνημονευθέντων, αὐτοῦ καταπαύσωμεν τὸν λόγον.

Επιτελουμένου δὲ ἥδη τοῦ δείπνου τῶν Φαγη σίων ἑορτὴν συντελεῖσθαι νομίσαντες οἱ κυνικοὶ πάντων μᾶλλον ηὐφραίνοντο. καὶ ὁ Κύνουλκος ἔφη·

ἕως ἡμεῖς δειπνοῦμεν, ὦ Οὐλπιανὲ λόγοις γὰρ ἑστιᾷ, προβάλλω σοι παρὰ τίνι εἴρηται Φαγήσια ἑορτὴ καὶ Φαγησιπόσια.
καὶ ὃς ἀπορηθεὶς ἐπισχεῖν τε κελεύσας τοὺς παῖδας τὴν περιφορὰν καίτοι ἤδη οὔσης ἑσπέρας·
οὐ συμπεριφέρομαι, ὦ σοφώτατε ὥστε λέγειν σοὶ καιρός, ἵνα μᾶλλον καὶ δειπνήσῃς ἥδιον.
καὶ ὃς
εἰ χάριν ὁμολογήσεις μαθών, λέξω.
ὁμολογήσαντος δ’ ἔφη·
ΚλέαρχοςἈριστοτέλους μαθητής, Σολεὺς δὲ τὸ γένος, ἐν τῷ προτέρῳ περὶ γρίφων· κρατῶ γάρ καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ οὑτωσί πως εἴρηκε·
φαγήσια, οἱ δὲ φαγησιπόσια προσαγορεύουσι τὴν ἑορτήν ἐξέλιπε δὲ αὕτη, καθάπερ ἡ τῶν ῥαψῳδῶν ἣν ἦγον ---καὶ τὴν τῶν Διονυσίων ἐν ᾗ παριόντες ἑκάστῳ
τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν.
ταῦτ’ εἶπεν ὁ Κλέαρχος, εἰ δ’ ἀπιστεῖς, ὦ ἑταῖρε, καὶ τὸ βιβλίον κεκτημένος οὐ φθονήσω σοι· ἀφ’ οὗ πολλὰ ἐκμαθὼν εὐπορήσεις προβλημάτων καὶ γὰρ Καλλίαν ἱστορεῖ τὸν Ἀθηναῖον γραμματικὴν συνθεῖναι τραγῳδίαν ἀφ’ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν.

θαυμασάντων δὲ πάντων τὸ εὐπαίδευτον τοῦ Κυνούλκου ὁ Πλούταρχος

κατὰ τὸ ὅμοιον, ἔφη, καὶ ἐν Ἀλεξανδρείᾳ τῇ ἐμῇ Λαγυνοφόρια ἑορτή τις ἤγετο, περὶ ἧς ἱστορεῖ Ἐρατοσθένης ἐν τῷ ἐπιγραφομένῳ συγγράμματι Ἀρσινόη, λέγει δὲ οὕτως
τοῦ Πτολεμαίου κτίζοντος ἑορτῶν καὶ θυσιῶν παντοδαπῶν γένη καὶ μάλιστα περὶ τὸν Διόνυσον, ἠρώτησεν Ἀρσινόη τὸν φέροντα τοὺς θαλλοὺς τίνα νῦν ἡμέραν ἄγει καὶ τίς ἐστὶν ἑορτή, τοῦ δ’ εἰπόντος
καλεῖται μὲν Λαγυνοφόρια, καὶ τὰ κομισθέντα αὑτοῖς δειπνοῦσι κατακλιθέντες ἐπὶ στιβάδων καὶ ἐξ ἰδίας ἕκαστος λαγύνου παρ’ αὑτῶν φέροντες πίνουσιν.
ὡς δ᾽ οὗτος ἀπεχώρησεν, ἐμβλέψασα πρὸς ἡμᾶς
συνοίκιά γ᾽, ἔφη, ταῦτα ῥυπαρά. ἀνάγκη γὰρ τὴν σύνοδον γίνεσθαι παμμιγοῦς ὄχλου, θοίνην ἕωλον καὶ οὐδαμῶς εὐπρεπῆ παρατιθεμένων.
εἰ δὲ τὸ γένος τῆς ἑορτῆς ἤρεσκεν, οὐκ ἂν ἐκοπίασε δήπου τὰ αὐτὰ ταῦτα παρασκευάζουσα ἡ βασίλεια καθάπερ ἐν τοῖς Χουσὶν εὐωχοῦνται μὲν γὰρ κατ᾽
ἰδίαν, παρέχει δὲ ταῦτα ὁ καλέσας ἐπὶ τὴν ἑστίασιν.

τῶν δὲ παρόντων γραμματικῶν τις ἀποβλέψας εἰς τὴν τοῦ δείπνου παρασκευὴν ἔφη·
εἶτα πῶς δειπνήσομεν τοσαῦτα δεῖπνα; ἴσως διὰ νυκτός, ὡς ὁ χαρίεις Ἀριστοφάνης ἐν Αἰολοσίκωνι εἶπεν οὕτως λέγων οἱονεὶ δι’ ὅλης νυκτός· ὡς καὶ τὸ Ὁμηρικὸν ἔχει·
κεῖτ’ ἔντοσθ’ ἄντροιο τανυσσάμενος διὰ μήλων,
ἀντὶ τοῦ διὰ πάντων τῶν μήλων, τὸ μέγεθος αὐτοῦ ἐμφανίζων.
πρὸς ὃν ὁ ἰατρὸς ἔφη Δάφνος
ὠφελιμώτερά ἐστι, φίλτατοι, παντὶ σώματι τὰ νυκτερινὰ δεῖπνα· τὸ γὰρ τῆς σελήνης ἄστρον πρὸς τὰς τῆς τροφῆς ἁρμόττει πέψεις σηπτικὸν ὑπάρχον κατὰ σῆψιν δ’ ἡ πέψις. εὐσηπτότερα γοῦν τὰ νύκτωρ θυόμενα τῶν ἱερείων καὶ τῶν ξύλων τὰ πρὸς τὸ σελήνιον κοπτόμενα, καὶ τῶν καρπῶν δὲ οἱ πλεῖστοι πρὸς τὸ σελήνιον πεπαίνονται.

πολλῶν δὲ ὄντων καὶ διαφόρων τῶν παρεσκευασμένων καὶ αἰεὶ παρασκευαζομένων ἰχθύων μεγέθει τε καὶ ποικιλίᾳ ὁ Μυρτίλος ἔφη·

εἰκότως, ἄνδρες φίλοι, πάντων τῶν προσοψημάτων ὄψων καλουμένων ἐξενίκησεν ὁ ἰχθὺς διὰ τὴν ἐξαίρετον ἐδωδὴν μόνος οὕτως καλεῖσθαι διὰ τοὺς ἐπιμανῶς ἐσχηκότας πρὸς ταύτην τὴν ἐδωδήν. λέγομεν γοῦν
ὀψοφάγους οὐ τοὺς βόεια ἐσθίοντας, οἷος ἦν Ἡρακλῆς, ὃς τοῖς
βοείοις κρέασιν ἐπήσθιε σῦκα χλωρά,
οὐδὲ τὸν φιλόσυκον, οἷος ἦν Πλάτων ὁ φιλόσοφος, ὡς ἱστορεῖ Φανόκριτος ἐν τῷ περὶ Εὐδόξου· ἱστορεῖ δ’ ὅτι καὶ Ἀρκεσίλας φιλόβοτρυς ἦν, ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναστρεφομένους, φιλόμηλοι δ’ ἦσαν Φίλιππός τε ὁ Μακεδὼν καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὡς Δωρόθεός φησιν τῇ ἕκτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν. Χάρης δὲ ὁ Μυτιληναῖος ἱστορεῖ ὡς κάλλιστα μῆλα εὑρὼν ὁ Ἀλέξανδρος περὶ τὴν Βαβυλωνίαν χώραν τούτων τε πληρώσας τὰ σκάφη μηλομαχίαν ἀπὸ τῶν νεῶν ἐποιήσατο, ὡς τὴν θέαν ἡδίστην γενέσθαι, οὐκ ἀγνοῶ δὲ ὅτι ὄψον κυρίως καλεῖται πᾶν τὸ πυρὶ κατασκευαζόμενον εἰς ἐδωδὴν ἤτοι γὰρ ἕψον ἐστὶν ἢ παρὰ τὸ ὠπτῆσθαι ὠνόμασται.

πολλῶν οὖν ὄντων τῶν ἰχθύων, οὓς κατὰ τὰς ἑκάστας ὥρας ἐδαινύμεθα, ὦ θαυμασιώτατε Τιμόκρατες, κατὰ γὰρ τὸν Σοφοκλέα

χορὸς δ’ ἀναύδων ἰχθύων ἐπερρόθει, σαίνοντες οὐραίοισι
οὐ τὴν κεκτημένην, ἀλλὰ τὰς λοπάδας· καὶ κατὰ τὰς Ἀχαιοῦ δὲ Μοίρας·
πολὺς γὰρ ὅμιλος ποντίου κύκλου σοβῶν ---ἐνάλιος θεωρία, χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός,
ἀπομνημονεύσω δέ σοι ἃ περὶ ἑκάστου ἔλεξαν οἱ δειπνοσοφισταί. πάντες γὰρ συνεισήνεγκαν εἰς
αὐτοὺς τὰς ἐκ βιβλίων συμβολάς, ὧν τὰ ὀνόματα διὰ τὸ πλῆθος παραλείψω.
ὅστις ἀγοράζων ὄψον --- ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται·
φησὶν Ἄμφις ἐν Λευκάδι ἵνα δὲ εὐμνημόνευτά σοι γένηται τὰ λεχθέντα, κατὰ στοιχεῖον τάξω τὰ ὀνόματα, καὶ γὰρ Σοφοκλέους εἰπόντος ἐν Αἴαντι μαστιγοφόρῳ τοὺς ἰχθῦς ἑλλοὺς
ἐφῆκεν ἑλλοῖς ἰχθύσιν διαφθοράν,
ἐζήτησέν τις εἰ καὶ τῶν πρὸ αὐτοῦ τις τῷ ὀνόματι κέχρηται. πρὸς ὃν ὁ Ζωίλος ἔφη·
ἐγὼ δὲ οὐκ ὢν ὀψοφαγίστατός ʽ οὕτω γὰρ Ξενοφῶν ὠνόμασεν ἐν Ἀπομνημονεύμασι γράφων οὕτως·
ὀψοφαγίστατός τε καὶ βλακίστατός ἐστιν
ʼ οἶδα ὅτι ὁ τὴν Τιτανομαχίαν ποιήσας, εἴτ’ Εὔμηλός ἐστιν ὁ Κορίνθιος ἢ Ἀρκτῖνος ἢ ὅστις δήποτε χαίρει ὀνομαζόμενος, ἐν τῷ δευτέρῳ οὕτως εἴρηκεν
ἐν δ’ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλοὶ νήχοντες παίζουσι δι’ ὕδατος ἀμβροσίοιο.
ἔχαιρε δὲ Σοφοκλῆς τῷ ἐπικῷ κύκλῳ, ὡς καὶ ὅλα δράματα ποιῆσαι κατακολουθῶν τῇ ἐν τούτῳ μυθοποιίᾳ.

παρατεθεισῶν οὖν ἀμιῶν ἔφη τις·

ταύτας

Ἀριστοτέλης ἱστορεῖ τὰ μὲν βράγχια ἔχειν καλυπτά, εἶναι καρχαρόδοντας καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων χολήν τε ἔχειν ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα ὁμοίως, λέγεται δὲ ὡς θηρευθεῖσαι προσανάλλονται καὶ ἀποτρώγουσαι τὴν ὁρμιὰν ἐκφεύγουσιν. μνημονεύει δ’ αὐτῶν Ἄρχιππος ἐν Ἰχθύσι λέγων οὕτως·
ὅτε δ’ ἦσθες ἀμίας παχείας.
καὶ Ἐπίχαρμος δ’ ἐν Σειρῆσιν
πρωὶ μὲν γ’ ἀτενὲς ἀπ’ ἀοῦς ἀφύας ἀπεπυρίζομες στρογγύλας καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους, καὶ γλυκὺν γ’ ἐπ’ ὦν ἐπίομες οἶνον. β. οἰβοιβοῖ τάλας. α. περὶ γα μὰν αἴκλου τί κὰ τις καὶ λέγοι. β. φοῦ τῶν κακῶν. α. ὅκα παρῇ τρίγλα τε μία παχῆα κἀμίαι δύο διατετμαμέναι μέσαι φάσσαι τε τοσσαῦται παρῆν σκορπίοι τε.
Ἀριστοτέλης δὲ παρετυμολογῶν αὐτῆς τοὔνομά φησιν ὠνομάσθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις ἐστὶ γὰρ συναγελαστική. Ἱκέσιος δ’ ἐν τοῖς περὶ ὕλης εὐχύλους μὲν αὐτὰς εἶναι καὶ ἁπαλάς, πρὸς δὲ τὰς ἐκκρίσεις μέσας, ἧσσον δὲ τροφίμους,

ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῇ Γαστρολογίᾳ οὕτως γὰρ ἐπιγράφεσθαί φησι Λυκόφρων ἐν τοῖς περὶ κωμῳδίας ὡς τὴν Κλεοστράτου

τοῦ Τενεδίου Ἀστρολογίαν’ περὶ τῆς ἀμίας φησὶν οὕτως
τὴν δ’ ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ, πάντα τρόπον σκεύαζε, τί σοι τάδε μυθολογεύω; οὐ γὰρ μὴ σὺ διαφθείρῃς οὐδ’ ἂν ἐπιθυμῇς. εἰ δ’ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε, ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα, ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ· μὴ τυρόν, μὴ λῆρον· ἁπλῶς δ’ οὕτως θεραπεύσας ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν, εἶθ’ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν γιγνώσκων ὁπότ’ ἔστ’ ὀπτή, καὶ μὴ κατακαύσῃς. ἔστω δ’ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ, εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις, κἂν ἐγγὺς ἁλῷ που τοῦδε τόπου, κεδνὴν λήψει· τηλοῦ δὲ θαλάσσης Ἑλλησποντιάδος χείρων, κἂν κλεινόν· ἀμείψῃς Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκ ἔθ’ ὁμοία γίγνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.

οὗτος ὁ Ἀρχέστρατος ὑπὸ φιληδονίας γῆν πᾶσαν καὶ θάλασσαν περιῆλθεν ἀκριβῶς, ἐμοὶ δοκεῖ, τὰ πρὸς γαστέρα ἐπιμελῶς ἐξετάσαι βουληθείς· καὶ ὥσπερ οἱ τὰς Περιηγήσεις καὶ τοὺς Περίπλους ποιησάμενοι μετ’ ἀκριβείας ἐθέλει πάντα ἐκτίθεσθαι

ὅπου ἐστὶν ἕκαστον κάλλιστον βρωτόν τε ποτόν τε.
τοῦτο γάρ αὐτὸς ἐν τῷ προοιμίῳ ἐπαγγέλλεται τῶν καλῶν τούτων
ὑποθηκῶν ὧν πρὸς τοὺς ἑταίρους ποιεῖται Μόσχον τε καὶ Κλέανδρον, ὥσπερ ὑποτιθέμενος αὐτοῖς κατὰ τὴν Πυθίαν ζητεῖν
ἵππον Θεσσαλικὴν Λακεδαιμονίην τε γυναῖκα, ἄνδρας δ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.
Χρύσιππος δ’ αὐτὸν ὁ ὄντως φιλόσοφος καὶ περὶ πάντα ἀνήρ ἀρχηγὸν Ἐπικούρῳ φησὶ γενέσθαι καὶ τοῖς τὰ τούτου ἐπισταμένοις τῆς πάντα διαλυμηναμένης ἡδονῆς· καὶ γὰρ οὐκ ἐγκαλυπτόμενος ὁ Ἐπίκουρος λέγει, ἀλλὰ μεγάλῃ τῇ φωνῇ·
οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφελὼν μὲν τὴν διὰ χυλῶν, ἀφελὼν δὲ τὴν δι’ ἀφροδισίων ἡδονήν.
οἴεται γὰρ οὕτως ὁ σοφὸς καὶ τὸν ἀσώτων βίον ἀνεπίληπτον εἶναι, εἴπερ αὐτῷ προσγένοιτο τὸ ἀδεὲς καὶ ἵλεων διὸ καὶ οἱ τῆς κωμῳδίας ποιηταὶ κατατρέχοντές που τῆς ἡδονῆς καὶ ἀκρασίας ἐπικούρους καὶ βοηθοὺς βοῶσιν.

Βάτων μὲν ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας πατέρα τῷ τοῦ υἱοῦ παιδαγωγῷ καὶ λέγοντα·

ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν ἐς βίον ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος. β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς; α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ᾽; β. ὡς λέγουσιν οἱ σοφοί·
ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δὲ ἔχειν ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς εὖ ζῶσ’ ἅπαντες, ἦ τυχὸν δώσεις ἐμοί; α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον; β. ἅπαντας· οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος, ὥστ’ ἐκπεπλῆχθαι πάντας.
καὶ ἐν τῷ Ἀνδροφόνῳ δὲ ἐπιγραφομένῳ ὁ αὐτὸς Βάτων διαπαίξας τινὰ τῶν ἐπιεικῶν φιλοσόφων ἐπιφέρει
ἐξὸν γυναῖκ’ ἔχοντα κατακεῖσθαι καλὴν καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο· ὁ φρόνιμος οὗτός· ἐστι, τοῦτο τἀγαθόν. Ἐπίκουρος ἔλεγε ταῦθ’ ἃ νῦν ἐγὼ λέγω. εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον, Ἡγήσιππος δ’ ἐν Φιλεταίροις·
Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος εἰπεῖν πρὸς αὐτὸν ὅτι ποτ’ ἐστὶ τἀγαθὸν ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν. β. εὖ γ᾽, ὦ κράτιστ’ ἄνθρωπε καὶ σοφώτατε·
τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ’ οὐδὲ ἓν ἀγαθὸν α. πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.

ἀσπάζονται δὲ οὐ μόνον οἱ Ἐπικούρειοι τὴν ἡδονήν,
ἀλλὰ καὶ οἱ Κυρηναικοὶ καὶ οἱ Θάσιοι, Μνησιστράτειοι δὲ καλούμενοι· καὶ γὰρ οὗτοι ζῆν μὲν ἡδέως ---χαίρουσιν, ὥς φησι Ποσειδώνιος. οὐ μακρὰν δὲ τούτων ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος ἀκουστὴς καὶ συγγενής· Διονύσιος γοῦν ὁ τύραννος ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς καὶ τὰ τῆς φιληδονίας αὐτοῦ διεξερχόμενος ἔτι τε τῆς φιλαργυρίας ἐρανίζεσθαί τε παρὰ πολλῶν αὐτὸν διελέγχων ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἑταίρας ἔρωτα ἐπὶ πᾶσίν τε λέγει τάδε·
σύ τισι φιλαργυρίαν ὀνειδίζεις αὐτὸς μηδὲν ἐλλελοιπὼς αἰσχροκερδείας; τί γὰρ οὐ πεποίηκας; οὐχ ὑπὲρ ὧν Ἑρμείας ὤφειλεν αὐτὸς ἐκτετικὼς ἔρανον συνάγειν ἐπιχειρεῖς;

περὶ δὲ τοῦ Ἐπικούρου Τίμων ἐν γ’ σίλλων φησί·

γαστρὶ χαριζόμενος, τῆς οὐ λαμυρώτερον οὐδέν.
ταύτης γὰρ ἕνεκεν ὁ ἀνήρ καὶ τῆς ἄλλης τῆς κατὰ σάρκα ἡδονῆς ἐκολάκευεν καὶ Ἰδομενέα καὶ Μητρόδωρον. καὶ αὐτὸς δέ που ὁ Μητρόδωρος οὐκ ἀποκρυπτόμενος τὰς καλὰς ταύτας θέσεις φησίν
περὶ γαστέρα γάρ, ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν.
Ἐπίκουρος γὰρ ἦν ὁ τούτων διδάσκαλος, ὃς καὶ βοῶν ἔλεγεν·
ἀρχὴ
καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή, καὶ τὰ σοφὰ καὶ τὰ περιττὰ εἰς ταύτην ἔχει τὴν ἀναφοράν.
κἀν τῷ περὶ τέλους δέ φησιν οὕτω πως·
οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι’ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δι’ ἀκροαμάτων, ἀφαιρῶν δὲ τὰς διὰ μορφῆς κατ’ ὄψιν ἡδείας κινήσεις.
καὶ προελθών ʽ φησἰ λέγει,
τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ· ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον.

πρότερος δὲ τοῦ Ἐπικούρου Σοφοκλῆς ὁ τραγῳδιοποιὸς ἐν Ἀντιγόνῃ περὶ τῆς ἡδονῆς τοιαῦτα εἴρηκεν

τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμ’ ἔχων ἐὰν δ’ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Φιλέταιρος Κυναγίδι·
τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν πλὴν ἡδέως ζῆν τὸν βίον καθ’ ἡμέραν, ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν τοῦτ’ αὐτὸ τἀνθρώπει’ ὁρῶντα πράγματα, εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι
ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ ἕωλον ἔνδον τἀργύριον.
καὶ ἐν Οἰνοπίωνι δὲ ὁ αὐτός φησιν
θνητῶν δ’ ὅσοι ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον, ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω. οὐ γὰρ θανών γ’ ἄνθρωποι ἔγχελυν φάγοις οὐδ’ ἐν νεκροῖσι πέττεται γαμήλιος.

Ἀπολλόδωρος δ’ ὁ Καρύστιος ἐν Γραμματειδιοποιῷ·

ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως εἰδυῖα, τί τὸ κακὸν ποτ᾽· ἢ τί τἀγαθὸν ἔστ’ ἀγνοοῦσα παντελῶς, εἰκῆ τέ πως ἡμᾶς κυλίνδουσ’ ὅντιν’ ἂν τύχῃ τρόπον; οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν αὐτοὺς ὑφ’ αὑτῶν καὶ καταπίπτοντας νεκρούς, ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας, αὐλουμένους ὡς δεῖ; λέγ’ αὐτή, γλυκυτάτη, ἔλεγχ’ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην.
καὶ προελθών·
οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον θεῶν ἀληθῶς βίον; ὅσῳ δ’ ἡδίονα τὰ πράγματ’ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν, εἰ μεταβαλόντες τὸν βίον διήγομεν πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι
ἐτῶν τριάκοντ᾽, ἐξιέναι τοὺς δ’ ἱππέας ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας, τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων, εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους, κεραννύναι τὸν οἶνον Εὐβοεῖς. τρυφὴ καὶ βίος ἀληθῶς. ἀλλ’ ἀπαιδεύτῳ τύχῃ δουλεύομεν.

φιλήδονον δ’ οἱ ποιηταὶ καὶ τὸν ἀρχαῖόν φασι γενέσθαι Τάνταλον ὁ γοῦν τὴν τῶν Ἀτρειδῶν ποιήσας κάθοδον ἀφικόμενον αὐτὸν λέγει πρὸς τοὺς θεοὺς καὶ συνδιατρίβοντα ἐξουσίας τυχεῖν παρὰ τοῦ Διὸς αἰτήσασθαι ὅτου ἐπιθυμεῖ, τὸν δὲ πρὸς τὰς ἀπολαύσεις ἀπλήστως διακείμενον ὑπὲρ αὐτῶν τε τούτων μνείαν ποιήσασθαι καὶ τοῦ ζῆν τὸν αὐτὸν τρόπον τοῖς θεοῖς. ἐφ’ οἷς ἀγανακτήσαντα τὸν Δία τὴν μὲν εὐχὴν ἀποτελέσαι διὰ τὴν ὑπόσχεσιν, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων, ἀλλὰ διατελῇ ταραττόμενος, ὑπὲρ τῆς κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον, δι’ ὃν οὐ δύναται τῶν παρακειμένων τυχεῖν οὐδενός. καὶ τῶν στωικῶν δέ τινες συνεφήψαντο ταύτης τῆς ἡδονῆς· Ἐρατοσθένης γοῦν ὁ Κυρηναῖος μαθητὴς γενόμενος Ἀρίστωνος τοῦ Χίου, ὃς ἦν εἷς τῶν ἀπὸ τῆς στοᾶς, ἐν τῷ ἐπιγραφομένῳ Ἀρίστωνι παρεμφαίνει τὸν διδάσκαλον ὡς ὕστερον ὁρμήσαντα ἐπὶ τρυφήν, λέγων ὧδε·

ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸν τῆς ἡδονῆς καὶ ἀρετῆς μεσότοιχον διορύττοντα καὶ ἀναφαινόμενον παρὰ τῇ ἡδονῇ.
καὶ Ἀπολλοφάνης δὲ γνώριμος δὲ ἦν καὶ οὗτος
τοῦ Ἀρίστωνος ἐν τῷ Ἀρίστωνι, καὶ αὐτὸς οὕτως ἐπιγράψας τὸ σύγγραμμα, ἐμφανίζει τὴν τοῦ διδασκάλου φιληδονίαν. περὶ δὲ Διονυσίου τοῦ Ἡρακλεώτου τί δεῖ καὶ λέγειν; ὃς ἄντικρυς ἀποδὺς τὸν τῆς ἀρετῆς χιτῶνα ἀνθινὰ μετημφιάσατο καὶ Μεταθέμενος καλούμενος ἔχαιρε, καίτοι γηραιὸς ἀποστὰς τῶν τῆς στοᾶς λόγων καὶ ἐπὶ τὸν Ἐπίκουρον μεταπηδήσας· περὶ οὗ οὐκ ἀχαρίτως ὁ Τίμων ἔφη ·
ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι· ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.

Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν τῷ τρίτῳ περὶ Σώφρονος τῷ εἰς τοὺς ἀνδρείους μίμους προθεὶς τὸ

καταπυγοτέραν τ’ ἀλφηστᾶν,
φησίν

ἰχθῦς τινες οἱ ἀλφησταὶ τὸ μὲν ὅλον κιρροειδεῖς, πορφυρίζοντες δὲ κατά τινα μέρη. φασὶ δ’ αὐτοὺς ἁλίσκεσθαι σύνδυο καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τοῦ ἑτέρου κατ’ οὐρὰν ἑπόμενον. ἀπὸ τοῦ οὖν κατὰ τὴν πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ καταφερεῖς οὕτω καλοῦσιν. [Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων μονάκανθον εἶναι καὶ κιρρὸν τὸν ἀλφηστικόν. μνημονεύει δ’ αὐτοῦ καὶ Νουμήνιος ὁ Ἡρακλεώτης ἐν Ἁλιευτικῷ οὕτως·

φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν σκορπίον.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες.
μνημονεύει δ’ αὐτοῦ καὶ Μίθαικος ἐν Ὀψαρτυτικῷ.