Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

μικρὸν δ’ ἐπισχὼν ἐπὶ τούτοις καὶ ἐάσας τοὺς πολλοὺς συλλαλῆσαι περὶ τῶν παραδόξως προηγγελμένων τρίψας τε τὸ μέτωπον ᾽ τί οὖν, εἶπε, συμβουλεύω; μὴ ἀνέχεσθαι τῆς ἀναρχίας ἣν ἡ Ῥωμαίων σύγκλητος ἐπισχεθῆναι πεποίηκεν, ἕως ἂν αὐτὴ δοκιμάσῃ περὶ τοῦ πῶς ἡμᾶς πολιτεύεσθαι δεῖ. καὶ μὴ περιίδωμεν τὰ ἱερὰ κεκλῃμένα, αὐχμῶντα δὲ τὰ γυμνάσια, τὸ δὲ θέατρον ἀνεκκλησίαστον, ἄφωνα δὲ τὰ δικαστήρια καὶ τὴν

θεῶν χρησμοῖς καθωσιωμένην πύκνα ἀφῃρημένην τοῦ δήμου, μὴ περιίδωμεν δέ, ἄνδρες Ἀθηναῖοι, τὴν ἱερὰν τοῦ Ἰάκχου φωνὴν κατασεσιγασμένην καὶ τὸ σεμνὸν ἀνάκτορον τοῖν θεοῖν κεκλῃμένον καὶ τῶν φιλοσόφων τὰς διατριβὰς ἀφώνους πολλῶν οὖν καὶ ἄλλων τοιούτων λεχθέντων ὑπὸ τοῦ οἰκότριβος, συλλαλήσαντες αὑτοῖς οἱ ὄχλοι καὶ συνδραμόντες εἰς τὸ θέατρον εἵλοντο τὸν Ἀθηνίωνα στρατηγὸν ἐπὶ τῶν ὅπλων, καὶ παρελθὼν ὁ περιπατητικὸς εἰς τὴν ὀρχήστραν ᾽ ἴσα βαίνων Πυθοκλεῖ ᾽ εὐχαρίστησέ τε τοῖς Ἀθηναίοις καὶ ἔφη διότι ᾽ νῦν ὑμεῖς ἑαυτῶν στρατηγεῖτε, προέστηκα δ’ ἐγώ. καὶ ἂν συνεπισχύσητε, τοσοῦτον δυνήσομαι ὅσον κοινῇ πάντες ὑμεῖς.᾽ ταῦτ’ εἰπὼν συγκατέστησεν ἑαυτῷ τοὺς ἄλλους ἄρχοντας, ὧν ἠβούλετο ὑποβαλὼν τὰ ὀνόματα,

καὶ μετ’ οὐ πολλὰς ἡμέρας τύραννον αὑτὸν ἀποδείξας ὁ φιλόσοφος καὶ τὸ τῶν Πυθαγορικῶν ἀναδείξας δόγμα τὸ περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς ἡ φιλοσοφία ἣν ὁ καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν καὶ Ἕρμιππος ὁ Καλλιμάχειος, εὐθέως καὶ οὗτος τοὺς μὲν εὖ

φρονοῦντας τῶν πολιτῶν—παρὰ τὰ Ἀριστοτέλους καὶ Θεοφράστου δόγματα· ὡς ἀληθῆ εἶναι τὴν παροιμίαν τὴν λέγουσαν ᾽μὴ παιδὶ μάχαιραν ᾽ ἐκποδὼν εὐθὺς ἐποιήσατο, φύλακας δ’ ἐπὶ τὰς πύλας κατέστησεν, ὡς νύκτωρ πολλοὺς τῶν Ἀθηναίων εὐλαβουμένους τὸ μέλλον κατά τῶν τειχῶν αὑτοὺς καθιμήσαντας φεύγειν. καὶ ὁ Ἀθηνίων ἱππέας ἐπαποστείλας οὓς μὲν ἐφόνευσεν, οὓς δὲ καὶ δεδεμένους κατήγαγε, δορυφόρους ἔχων πολλοὺς τῶν καταφρακτικῶν καλουμένων, συνάγων δὲ καὶ ἐκκλησίας πολλάκις τὰ Ῥωμαίων φρονεῖν προσεποιεῖτο ---καὶ πολλοῖς αἰτίας ἐπιφέρων ὡς διαπεμπομένοις πρὸς τοὺς φυγάδας καὶ νεωτερίζουσιν ἐφόνευεν αὐτούς· καὶ τὰς πύλας ---τριάκοντα καταστήσας ἐφ’ ἑκάστης οὔτ’ εἰσιέναι τὸν βουλόμενον οὔτ’ ἐξιέναι εἴα. ἀνελάμβανεν δὲ καὶ τὰς οὐσίας πολλῶν καὶ τοσαῦτα χρήματα συνήθροισεν ὡς καὶ φρέατα πληρῶσαι πλείονα, ἐξαπέστειλεν δὲ καὶ ἐπὶ τὴν χώραν ὥσπερ ὁδοιδόκους τῶν ἀποχωρούντων, οἵτινες αὐτοὺς ἀνῆγον ὡς αὐτὸν καὶ ἀκρίτους ἀπώλλυεν προβασανίσας καὶ στρεβλώσας. πολλοῖς δὲ καὶ προδοσίας δίκας ἐπῆγεν ὡς τοῖς φυγάσι περὶ καθόδου συνεργοῦσιν ὧν οἱ μὲν διὰ τὸν φόβον πρὸ τῆς κρίσεως ἔφευγον, οἱ δ’ ἐν τοῖς δικαστηρίοις κατεδικάζοντο, αὐτοῦ τὰς ψήφους
φέροντος. ἐνειργάσατο δ’ ἐν τῇ πόλει καὶ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων ἔνδειαν, κριθίδια καὶ πυροὺς ὀλίγους διαμετρῶν. ἐξέπεμπε δὲ καὶ ἐπὶ τῆς χώρας ὁπλίτας τοὺς θηρεύσοντας, εἴ τις τῶν ἀνακεχωρηκότων ἐντός ἐστι τῶν ὅρων ἢ τῶν Ἀθηναίων τις εἰς τὴν ὑπερόριον ἀποδημεῖ· καὶ τὸν ληφθέντα ἀπετυμπάνιζεν, ὧν ἐνίους καὶ προκατανάλισκε ταῖς βασάνοις, ἐκήρυσσέν τε δύντος ἡλίου πάντας οἰκουρεῖν καὶ μετὰ λυχνοφόρου μηδένα φοιτᾶν.

καὶ οὐ μόνον τὰ τῶν πολιτῶν διήρπαζεν, ἀλλ’ ἤδη καὶ τὰ τῶν ξένων, ἐκτείνας τὰς χεῖρας καὶ ἐπὶ τὰ εἰς Δῆλον τοῦ θεοῦ χρήματα, ἐκπέμψας γοῦν εἰς τὴν νῆσον Ἀπελλικῶντα τὸν Τήιον, πολίτην δὲ Ἀθηναίων γενόμενον, ποικιλώτατόν τινα καὶ ἁψίκορον ζήσαντα βίον ὅτε μὲν γὰρ ἐφιλοσόφει τὰ περιπατητικά, καὶ τὴν Ἀριστοτέλους βιβλιοθήκην καὶ ἄλλας συνηγόραζε συχνὰς ἦν γὰρ πολυχρήματος τὰ τ’ ἐκ τοῦ Μητρῴου τῶν παλαιῶν αὐτόγραφα ψηφισμάτων ὑφαιρούμενος ἐκτᾶτο καὶ ἐκ τῶν ἄλλων πόλεων εἴ τι παλαιὸν εἴη καὶ ἀπόθετον. ἐφ’ οἷς φωραθεὶς ἐν ταῖς Ἀθήναις ἐκινδύνευσεν ἂν εἰ μὴ ἔφυγεν. καὶ μετ’ οὐ πολὺ πάλιν κατῆλθε, θεραπεύσας πολλοὺς καὶ συναπεγράφετο τῷ Ἀθηνίωνι ὡς ἂν ἀπὸ τῆς

αὐτῆς δὴ αἱρέσεως ὄντι. Ἀθηνίων δ’ ἐπιλαθόμενος τῶν δογμάτων τῶν τοῦ περιπάτου χοίνικα κριθῶν εἰς τέσσαρας ἡμέρας διεμέτρει τοῖς ἀνοήτοις Ἀθηναίοις, ἀλεκτορίδων τροφὴν καὶ οὐκ ἀνθρώπων αὐτοῖς διδούς. Ἀπελλικῶν δὲ μετὰ δυνάμεως ἐξορμήσας εἰς Δῆλον καὶ πανηγυρικῶς μᾶλλον ἢ στρατιωτικῶς ἀναστρεφόμενος, καὶ προφυλακὴν ἀμελεστέραν πρὸς τὴν Δῆλον μερίσας, μάλιστα δὲ τὰ ἐξόπισθε τῆς νήσου ἐάσας ἀφύλακτα καὶ οὐδὲ χάρακα βαλόμενος ἐκοιμᾶτο. τοῦτο δὲ ἐπιγνοὺς ὁ Ὀρόβιος στρατηγὸς Ῥωμαίων καὶ φυλάσσων τὴν Δῆλον φυλάξας ἀσέληνον νύκτα καὶ ἐκβιβάσας τοὺς ἑαυτοῦ στρατιώτας, κοιμωμένοις καὶ μεθύουσιν ἐπιπεσὼν κατέκοψε τοὺς Ἀθηναίους καὶ τοὺς μετ’ αὐτῶν συστρατευομένους ὡς βοσκήματα, ἑξακοσίους τὸν ἀριθμόν, ἐζώγρησε δὲ καὶ περὶ τετρακοσίους, καὶ ὁ καλὸς στρατηγὸς Ἀπελλικῶν ἔλαθε φυγὼν ἐκ Δήλου, πολλοὺς δὲ καὶ συμφυγόντας κατιδὼν ὁ Ὀρόβιος εἰς ἐπαύλεις συγκατέφλεξεν αὐταῖς οἰκίαις καὶ πάντα αὐτῶν τὰ πολιορκητικὰ ὄργανα σὺν τῇ ἑλεπόλει, ἣν εἰς Δῆλον ἐλθὼν κατεσκευάκει. στήσας οὖν τρόπαιον ἐπὶ τῶν τόπων ὁ Ὀρόβιος καὶ βωμὸν ἐπέγραψε·
τούσδε θανόντας ἔχει ξείνους τάφος, οἳ περὶ Δῆλον μαρνάμενοι ψυχὰς ὤλεσαν ἐν πελάγει, τὴν ἱερὰν ὅτε νῆσον Ἀθηναῖοι κεράιζον, κοινὸν
Ἄρη βασιλεῖ Καππαδόκων θέμενοι.

καὶ Ταρσοῦ δὲ Ἐπικούρειος φιλόσοφος ἐτυράννησε, Λυσίας ὄνομα· ὃς ὑπὸ τῆς πατρίδος στεφανηφόρος αἱρεθείς, τουτέστιν ἱερεὺς ʽ Ἡρακλέους, οὐκ ἀπετίθετο τὴν ἀρχήν, ἀλλ’ ἐξ ἱματίου τύραννος ἦν, πορφυροῦν μὲν μεσόλευκον χιτῶνα ἐνδεδυκώς, χλαμύδα δὲ ἐφεστρίδα περιβεβλημένος πολυτελῆ καὶ ὑποδούμενος λευκὰς Λακωνικάς, στέφανον δάφνης χρυσοῦν ἐστεμμένος, καὶ διανέμων τὰ τῶν πλουσίων τοῖς πένησι, πολλοὺς φονεύων τῶν οὐ διδόντων.

τοιοῦτοί εἰσιν οἱ ἀπὸ φιλοσοφίας στρατηγοί, περὶ ὧν Δημοχάρης ἔλεγεν

ὥσπερ ἐκ θύμβρας οὐδεὶς ἂν δύναιτο κατασκευάσαι λόγχην, οὐδ’ ἐκ Σωκράτους στρατιώτην ἄμεμπτον.
ὁ γὰρ Πλάτων φησὶν τρεῖς στρατείας στρατεύσασθαι Σωκράτη, τὴν μὲν εἰς Ποτίδαιαν, τὴν δὲ εἰς Ἀμφίπολιν, τὴν δὲ εἰς Βοιωτοὺς ὅτε καὶ συνέβη τὴν ἐπὶ Δηλίῳ μάχην γενέσθαι, μηδενὸς δὲ τοῦθ’ ἱστορηκότος αὐτὸς καὶ ἀριστείων φησὶν αὐτὸν τετυχηκέναι πάντων τῶν Ἀθηναίων φυγόντων, πολλῶν δὲ καὶ ἀπολομένων. πάντα δὲ ταῦτα ἐψευδολόγηται. ἡ μὲν γὰρ ἐπὶ Ἀμφίπολιν στρατεία γέγονεν ἐπὶ Ἀλκαίου ἄρχοντος Κλέωνος ἡγουμένου ἐξ ἐπιλέκτων ἀνδρῶν, ὥς φησι Θουκυδίδης, τούτων οὖν τῶν ἐπιλέκτων ἀνάγκη εἶναι καὶ Σωκράτην, ᾧ πλὴν τρίβωνος καὶ βακτηρίας οὐδὲν ἦν. τίς οὖν εἶπεν ἱστοριογράφος ἢ ποιητής;
ἢ ποῦ Θουκυδίδης τὸν Σωκράτη παρενέχρωσε τὸν Πλάτωνος στρατιώτην;
τί γὰρ ἀσπίδι ξύνθημα καὶ βακτηρίᾳ;
πότε δὲ καὶ εἰς Ποτίδαιαν ἐστρατεύσατο, ὡς ἐν τῷ Χαρμίδῃ εἴρηκεν ὁ Πλάτων φάσκων αὐτὸν καὶ τῶν ἀριστείων τότε Ἀλκιβιάδῃ παραχωρῆσαι; τοῦτο οὔτε Θουκυδίδου ἀλλ’ οὐδ’ Ἰσοκράτους εἰρηκότος ἐν τῷ περὶ τοῦ ζεύγους, ποίας δὲ καὶ μάχης γενομένης ἔλαβε τὰ ἀριστεῖα Σωκράτης καὶ τί πράξας ἐπιφανὲς καὶ διάσημον; καθόλου μάχης μηδεμιᾶς συμπεσούσης, ὡς ἱστόρηκε Θουκυδίδης, οὐκ ἀρκεσθεὶς δὲ ταύτῃ τῇ τερατολογίᾳ ὁ Πλάτων ἐπάγει καὶ τὴν ἐπὶ Δηλίῳ γενομένην, μᾶλλον δὲ πεπλασμένην ἀνδραγαθίαν. εἰ γὰρ καὶ τὸ Δήλιον ᾑρήκει Σωκράτης, ὡς ἱστορεῖ Ἡρόδικος ὁ Κρατήτειος ἐν τοῖς πρὸς τὸν Φιλοσωκράτην, ἅμα τοῖς πολλοῖς ἀσχημόνως ἂν ἔφυγε, Παγώνδου δύο τέλη περιπέμψαντος τῶν ἱππέων ἐκ τοῦ ἀφανοῦς περὶ τὸν λόφον. τότε γὰρ οἱ μὲν πρὸς τὸ Δήλιον τῶν Ἀθηναίων ἔφυγον, οἱ δ’ ἐπὶ θάλατταν, ἄλλοι δὲ ἐπὶ ᾽ Ὠρωπόν, οἱ δὲ πρὸς Πάρνηθα τὸ ὄρος· Βοιωτοὶ δ’ ἐφεπόμενοι ἔκτεινον καὶ μάλιστα οἱ ἱππεῖς οἵ τε αὐτῶν καὶ οἱ Λοκρῶν. τοιούτου οὖν κυδοιμοῦ καὶ φόβου καταλαβόντος τοὺς Ἀθηναίους, μόνος Σωκράτης
βρενθυόμενος καὶ τὠφθαλμὼ παραβάλλων
εἱστήκει
ἀναστέλλων τὸ Βοιωτῶν καὶ Λοκρῶν ἱππικόν; καὶ ταύτης τῆς ἀνδρείας αὐτοῦ οὐ Θουκυδίδης μέμνηται, οὐκ ἄλλος οὐδεὶς ποιητής. πῶς δὲ καὶ τῶν ἀριστείων Ἀλκιβιάδῃ παραχωρεῖ τῷ μηδ’ ὅλως κεκοινωνηκότι ταύτης τῆς στρατείας; ἐν δὲ τῷ Κρίτωνι ὁ τῇ Μνημοσύνῃ φίλος Πλάτων οὐδὲ ποιήσασθαι πώποτε ἀποδημίαν τὸν Σωκράτη ἔξω τῆς εἰς Ἰσθμὸν πορείας εἴρηκε. καὶ Ἀντισθένης δ’ ὁ Σωκρατικὸς περὶ τῶν ἀριστείων τὰ αὐτὰ τῷ Πλάτωνι ἱστορεῖ.
οὔκ ἐστιν δ’ ἔτυμος ὁ λόγος οὗτος.
χαρίζεται γὰρ καὶ ὁ κύων οὗτος πολλὰ τῷ Σωκράτει· ὅθεν οὐδετέρῳ αὐτῶν δεῖ πιστεύειν σκοπὸν ἔχοντας Θουκυδίδην. ὁ γὰρ Ἀντισθένης καὶ προσεπάγει τῇ ψευδογραφίᾳ λέγων οὕτως
ἡμεῖς δὲ ἀκούομεν κἀν τῇ πρὸς Βοιωτοὺς μάχῃ τὰ ἀριστεῖά σε λαβεῖν. εὐφήμει, ὦ ξένε· Ἀλκιβιάδου τό γέρας, οὐκ ἐμόν. σοῦ γε δόντος, ὡς ἡμεῖς ἀκούομεν.
ὁ δὲ Πλάτωνος Σωκράτης εἰς Ποτίδαιαν λέγει παρεῖναι καὶ τῶν ἀριστείων Ἀλκιβιάδῃ παρακεχωρηκέναι. προτερεῖ δὲ κατὰ πάντας τοὺς ἱστορικοὺς τῆς ἐπὶ Δήλιον στρατείας ἡ περὶ Ποτίδαιαν, ἧς Φορμίων ἐστρατήγει.