Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἐλάαι. Εὔπολις·

σηπίαι δρυπεπεῖς τ’ ἐλᾶαι.
ταύτας Ῥωμαῖοι δρύππας λέγουσι. Δίφιλος δὲ φησιν ὁ Σίφνιος τὰς ἐλάας ὀλιγοτρόφους εἶναι καὶ κεφαλαλγεῖς, τὰς δὲ μελαίνας καὶ κακοστομαχωτέρας καὶ βαρύνειν τὴν κεφαλήν, τὰς δὲ κολυμβάδας καλουμένας εὐστομαχωτέρας εἶναι καὶ κοιλίας στατικάς, τὰς δὲ θλαστὰς μελαίνας εὐστομαχωτέρας εἶναι. μνημονεύει τῶν θλαστῶν ἐλαιῶν Ἀριστοφάνης·
θλαστὰς ποιεῖν ἐλαίας.
πάλιν
οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
καὶ μετ’ ὀλίγα·
θλαστὰς γάρ εἶναι κρεῖσσόν ἐστιν ἁλμάδος.
Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ·
ῥυσαὶ καὶ δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι. ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ’ ἀγαθῷ μεμνημένοι πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας,
φησὶν Ἕρμιππος. Φιλήμων φησίν
πιτυρίδες καλοῦνται αἱ φαυλίαι ἐλᾶαι, στεμφυλίδες δὲ αἱ μέλαιναι.
Καλλίμαχος δ’ ἐν τῇ ʽ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει·
γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα.
ἔλεγον δὲ τὰς δρυπεπεῖς ἐλάας καὶ ἰσχάδας καὶ γεργερίμους, ὥς φησι Δίδυμος, καὶ χωρὶς δὲ τοῦ φάσκειν ἐλάας αὐτὸ καθ’ ἑαυτὸ ἔλεγον μόνον δρυπεπεῖς. Τηλεκλείδης· ---
ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω με δρυπεπέσι, μάζαις καὶ διασκανδικίσαι.
Ἀθηναῖοι δὲ τὰς τετριμμένας ἐλαίας στέμφυλα ἐκάλουν, βρύτεα δὲ τὰ ὑφ’ ἡμῶν στέμφυλα, τὰ ἐκπιέσματα τῆς σταφυλῆς, παρὰ δὲ τοὺς βότρυς γέγονεν ἡ φωνή.

ῥαφανίδες. αὗται κέκληνται διὰ τὸ ῥᾳδίως φαίνεσθαι. καὶ ἐκτεταμένως δὲ καὶ κατὰ συστολὴν λέγεται παρὰ Ἀττικοῖς. Κρατῖνος·

ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ’ ἄλλοις οὐ λαχάνοισιν.
Εὔπολις·
ῥαφανίδες ἄπλυτοι, σηπίαι.
ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ, οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων
νήττας, σχαδόνας, κάρυ’ ἐντραγεῖν, ᾤ᾽, ἐγκρίδας, ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
ἰδίως δ’ οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες ἃς καὶ Θασίας ὠνόμαζον. Φερεκράτης·
ῥαφανὶς τ’ ἄπλυτος ὑπάρχει καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
ὑποκοριστικῶς δ’ εἴρηκε Πλάτων ἐν Ὑπερβόλῳ·
φύλλιον ἢ ῥαφανίδιον.
Θεόφραστος δ’ ἐν τοῖς περὶ φυτῶν γένη ῥαφανίδων φησὶν εἶναι πέντε, Κορινθίαν, Λειοθασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιωτίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν Λειοθασίαν Θρᾳκίαν γλυκυτάτην δὲ εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχήματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ φύλλα, γλυκύτεραί εἰσι. Καλλίας δ’ ἐπὶ τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς ἀρχαιότητος τῆς κωμῳδίας διεξιών φησιν
---ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς, ἐλατῆρες.
ὅτι δ’ οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστοφάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν Δαναίσι γράφων καὶ αὐτὸς καὶ λέγων
ὁ χορὸς δ’ ὠρχεῖτ’ ἂν ἐναψάμενος δάπιδας καὶ στρωματόδεσμα, διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν.
εὐτελὲς δὲ σφόδρα ἔδεσμα ἡ ῥαφανίς. Ἄμφις·
ὅστις ἀγοράζων ὄψον --- ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.

κῶνοι. Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς ἐν τῷ περὶ ἐδεστῶν ὀστρακίδας καλεῖ τῶν κώνων τοὺς πυρῆνας, ἔτι δὲ κώνους. Διοκλῆς δ’ ὁ Καρύστιος πιτύινα κάρυα. ὁ δὲ Μύνδιος Ἀλέξανδρος πιτυίνους κώνους. Θεόφραστος δὲ τὸ μὲν δένδρον.᾽ πεύκην ὀνομάζει, τὸν δὲ καρπὸν κῶνον. Ἱπποκράτης δὲ ἐν τῷ περὶ πτισάνης, ὃ ἐκ τοῦ ἡμίσους μὲν νοθεύεται, ὑπ’ ἐνίων δὲ καὶ ὅλον, κοκκάλους· οἱ πολλοὶ δὲ πυρῆνας, ὡς καὶ Ἡρόδοτος ὅταν περὶ τοῦ Ποντικοῦ καρύου λέγῃ. φησὶ γάρ;

πυρῆνα δ’ ἔχει τοῦτο ἐπὰν γένηται πέπον.
Δίφιλος δ’ ὁ Σίφνιός φησιν
οἱ στρόβιλοι πολύτροφοι μέν εἰσι, λεαντικοὶ δὲ ἀρτηρίας καὶ θώρακος καθαρτικοὶ διὰ τὸ ἔχειν παρεμπεπλεγμένον τὸ ὁητινῶδες.
Μνησίθεος δέ φησι πιαίνειν αὐτοὺς τὸ σῶμα καὶ πρὸς εὐπεψίαν ἀλύπους εἶναι, ὑπάρχειν δὲ καὶ οὐρητικοὺς καὶ οὐκ ἐφεκτικοὺς κοιλίας.

ᾦα. Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκόν. Ἀριστοφάνης·

τίκτει πρῶτον ὑπηνέμιον ᾠὸν Νύξ.
Σαπφὼ δ’ αὐτὸ τρισυλλάβως καλεῖ·
φασὶ δή ποτε Λήδαν ὤιον εὑρεῖν.
καὶ πάλιν
ὠίου πολὺ λευκότερον.
ὤεα δ’ ἔφη Ἐπίχαρμος·
ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν.
Σιμωνίδης ἐν δευτέρῳ ἰάμβων
οἷόν τε χηνὸς ὤεον Μαιανδρίου.
διὰ τεσσάρων δ’ αὐτὰ προενήνεκται Ἀναξανδρίδης ὠάρια εἰπών. καὶ Ἔφιππος·
σταμνάριὰ τ’ οἴνου μικρὰ τοῦ Φοινικίνου, ᾠάρια, τοιαῦθ’ ἕτερα πολλὰ παίγνια.
Ἄλεξις δὲ ἡμίτομά που ᾠῶν λέγει, ᾠὰ δὲ οὐ μόνον ἀνεμιαῖα ἐκάλουν, ἀλλὰ καὶ ὑπηνέμια.
ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ’ ἡμῖν καλούμενα ὑπερῷα ᾠά,
φησὶ Κλέαρχος ἐν Ἐρωτικοῖς, τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κροτωνιάτης ἔφη ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν ἐξ οὗ τὴν ʽ Ἑλένην γεννηθῆναι· τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ. Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι·
τούς τε λευκίππους κόρους τέκνα Μολιόνας κτάνον, ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους, ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ ἀργυρέῳ.
Ἔφιππος·
ἴτρια, τραγήματα . . ., πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν.
ᾠῶν δὲ ῥοφητῶν μνημονεύει Νικόμαχος·
οὐσίδιον μοι καταλιπόντος τοῦ πατρός, οὕτω συνεστρόγγυλα κἀξεκόκκισα ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν.
χηνείων δ’ ᾠῶν Ἔριφος·
ᾠὰ λευκά γε καὶ μεγάλα· β. χήνει’ ἐστίν, ὥς γ’ ἐμοὶ δοκεῖ· οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.
Ἐπαίνετος δὲ καὶ ʽ Ἡρακλείδης ὁ Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι πρωτεύειν τὰ τῶν ταῶν μεθ’ ἃ εἶναι τὰ χηναλωπέκεια· τρίτα καταλέγοντες τὰ ὀρνίθεια.

πρόπομα. τούτου, φησί, περιενεχθέντος ὁ τῶν δείπνων ταμίας Οὐλπιανὸς ἔφη εἰ κεῖται παρά τινι τὸ πρόπομα οὕτω καλούμενον ὡς νῦν ἡμεῖς φαμεν. καὶ ζητούντων πάντων

αὐτός,
ἔφη,
ἐγὼ ἐρῶ, Φύλαρχος ὁ Ἀθηναῖος ἢ Ναυκρατίτης ἐν οἷς ὁ λόγος ἐστὶν αὐτῷ περὶ Ζηλᾶ τοῦ Βιθυνῶν βασιλέως, ὃς ἐπὶ ξένια καλέσας τοὺς τῶν Γαλατῶν ἡγεμόνας ἐπιβουλεύσας αὐτοῖς καὶ αὐτὸς διεφθάρη, φησὶν οὕτως, εἰ μνήμης εὐτυχῶ·
πρόπομά τι πρὸ τοῦ δείπνου περιεφέρετο, καθὼς εἰώθει τὸ πρῶτον.
καὶ ταῦτ’ εἰπὼν ὁ Οὐλπιανὸς ᾔτει πιεῖν ἐν ψυκτῆρι,
ἀρέσκειν ἑαυτὸν φάσκων διὰ τὸ ἑτοίμως ἀπεμνημονευκέναι. ἦν δὲ τῶν ἐν τοῖς προπόμασι, φησί, παρασκευαζομένων ἄλλα τε καὶ δὴ καὶ ταῦτα.

μαλάχαι. Ἡσίοδος· οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ.
τοῦτο Ἀττικόν.
ἐγὼ δέ
, φησίν,
ἐν πολλοῖς ἀντιγράφοις εὗρον τοῦ Ἀντιφάνους Μίνωος διὰ τοῦ ο γεγραμμένον
τρώγοντες μολόχης ῥίζαν.
καὶ Ἐπίχαρμος·
---πραύτερος ἔγωγε μολόχας.
Φαινίας δ’ ἐν τοῖς Φυτικοῖς φησι·
τῆς ἡμέρου μαλάχης ὁ σπερματικὸς τύπος καλεῖται πλακοῦς, ἐμφερὴς ὢν αὐτῷ· τὸ μὲν γὰρ κτενῶδες ἀνάλογον καθάπερ ἡ τοῦ πλακοῦντος κρηπίς, κατὰ μέσον δὲ τοῦ πλακουντικοῦ ὄγκου τὸ κέντρον ὀμφαλικόν. καὶ περιληφθείσης τῆς κρηπῖδος ὅμοιον γίνεται τοῖς θαλαττίοις περιγεγραμμένοις ἐχίνοις.
ὁ δὲ Σίφνιος Δίφιλος ἱστορεῖ ὡς ἡ μαλάχη ἐστὶν εὔχυλος, λεαντικὴ ἀρτηρίας, τὰς ἐπιπολαίους ἀποκρίνουσα δριμύτητας. ἐπιτήδειόν τε εἶναί φησιν αὐτὴν τοῖς τῶν νεφρῶν καὶ τῆς κύστεως ἐρεθισμοῖς εὐέκκριτόν τε εἶναι μετρίως καὶ τρόφιμον, κρείττω δὲ τὴν ἀγρίαν τῆς κηπευομένης. Ἕρμιππος δ’ ὁ Καλλιμάχειος καὶ εἰς τὴν καλουμένην φησὶν ἄλιμον προσέτι τε ἄδιψον ἐμβάλλεσθαι τὴν μαλάχην οὖσαν χρησιμωτάτην.

κολοκύνται. Εὐθύδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων σικύαν Ἰνδικὴν καλεῖ τὴν κολοκύντην διὰ τὸ κεκομίσθαι τὸ σπέρμα ἐκ τῆς Ἰνδικῆς. Μεγαλοπολῖται δὲ αὐτὴν σικυωνίαν ὀνομάζουσι. Θεόφραστος δὲ τῶν κολοκυντῶν φησιν οὐκ εἶναι ἐν μέρει ἰδέας, ἀλλ’ εἶναι τὰς μὲν βελτίους, τὰς δὲ χείρους. Μηνόδωρος δ’ ὁ Ἐρασιστράτειος, Ἱκεσίου φίλος,
τῶν κολοκυντῶν,
φησίν,
ἡ μὲν Ἰνδική, ἡ καὶ αὐτὴ καὶ σικύα, ἡ δὲ κολοκύντη. καὶ ἡ μὲν Ἰνδικὴ κατὰ τὸ πλεῖστον ἕψεται, ἡ δὲ κολοκύντη καὶ ὀπτᾶται.
ἄχρι δὲ τοῦ νῦν λέγεσθαι παρὰ Κνιδίοις τὰς κολοκύντας Ἰνδικάς. Ἑλλησπόντιοι δὲ σικύας μὲν τὰς μακρὰς καλοῦσι, κολοκύντας δὲ τὰς περιφερεῖς. Διοκλῆς δὲ κολοκύντας μὲν καλλίστας γίνεσθαι περὶ Μαγνησίαν, προσέτι τε γογγύλην ὑπερμεγέθη γλυκεῖαν καὶ εὐστόμαχον, ἐν Ἀντιοχείᾳ δὲ σικυόν, ἐν δὲ Σμύρνῃ καὶ Γαλατίᾳ θρίδακα, πήγανον δὲ ἐν Μύροις. Δίφιλος δέ φησιν
ἡ δὲ κολοκύντη ὀλιγότροφός ἐστι καὶ εὔφθαρτος καὶ ὑγραντικὴ τῆς ἕξεως καὶ εὐέκκριτος, εὔχυλος. εὐστομαχωτέρα δ’ ἐστὶν ἡ δι’ ὕδατος καὶ ὄξους λαμβανομένη, εὐχυλοτέρα δὲ ἡ ἀρτυτή. λεπτυντικωτέρα δὲ ἐστὶν ἡ μετὰ νάπυος, εὐπεπτοτέρα δὲ καὶ εὐεκκριτωτέρα ἡ κάθεφθος.
Μνησίθεος δέ φησιν
ὅσα εὐφυῶς διάκειται πρὸς τὴν τοῦ πυρὸς κατεργασίαν, οἷον ὅ τε σικυὸς καὶ ἡ κολοκύντη καὶ μῆλα Κυδώνια καὶ στρουθία καὶ εἴ τι
τοιοῦτον, ταῦθ’ ὅταν προσενεχθῇ πυρωθέντα, δίδωσι τῷ σώματι τροφὴν οὐ πολλὴν μέν, ἄλυπον δὲ καὶ μᾶλλον ὑγράν. ἐστὶ δὲ καὶ ταῦτα τῆς κοιλίας ἐφεκτικὰ πάντα, δεῖ δὲ αὐτὰ λαμβάνειν ἑφθὰ μᾶλλον.
Ἀττικοὶ δὲ μόνως καλοῦσιν αὐτὴν κολοκύντην. Ἕρμιππος·
τὴν κεφαλὴν ὅσην ἔχει· ὅσην κολοκύντην.
Φρύνιχος ὑποκοριστικῶς
ἢ μαζίου τι μικρὸν ἢ κολοκυντίου.
Ἐπίχαρμος·
ὑγιώτερόν θὴν ἐστι κολοκύντας πολύ,

Ἐπικράτης ὁ κωμῳδιοποιός· τί Πλάτων καὶ Σπεύσιππος καὶ Μενέδημος; πρὸς τίσι νυνὶ διατρίβουσιν; ποία φροντίς, ποῖος δὲ λόγος διερευνᾶται παρὰ τούτοισιν; τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς ἥκεις, λέξον, πρὸς Γᾶς --- β. ἀλλ’ οἶδα λέγειν περὶ τῶνδε σαφῶς· Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην μειρακίων --- ἐν γυμνασίοις Ἀκαδημείας ἤκουσα λόγων ἀφάτων, ἀτόπων, περὶ γὰρ φύσεως ἀφοριζόμενοι διεχώριζον ζῴων τε βίον δένδρων τε φύσιν λαχάνων τε γένη. κᾆτ’ ἐν τούτοις τὴν κολοκύντην ἐξήταζον τίνος ἐστὶ γένους.
α. καὶ τί ποτ’ ἄρ’ ὡρίσαντο καί τίνος γένους εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι. β. πρώτιστα μὲν οὖν πάντες ἄναυδοι τότ’ ἐπέστησαν καὶ κύψαντες χρόνον οὐκ ὀλίγον διεφρόντιζον. κᾆτ’ ἐξαίφνης, ἔτι κυπτόντων καὶ ζητούντων τῶν μειρακίων, λάχανόν τις ἔφη στρογγύλον εἶναι, ποίαν δ’ ἄλλος, δένδρον δ’ ἕτερος, ταῦτα δ’ ἀκούων ἰατρός τις Σικελᾶς ἀπὸ γᾶς κατέπαρδ’ αὐτῶν ὡς ληρούντων. α. ἦ που δεινῶς ὠργίσθησαν χλευάζεσθαὶ τ᾽ ἐβόησαν; τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαῦτα ποιεῖν ἀπρεπές --- β. οὐδ’ ἐμέλησεν τοῖς μειρακίοις. ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως, οὐδὲν ὀρινθείς, ἐπέταξ’ αὐτοῖς πάλιν ἐξ ἀρχῆς τὴν κολοκύντην ἀφορίζεσθαι τίνος ἐστὶ γένους, οἱ δὲ διῄρουν.

Ἄλεξις ὁ χαρίεις πρόπομα ὅλον παρατίθησι τοῖς διακρίνειν δυναμένοις·
ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ’ ἠβούλετο. κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκ’ ἔχων, ἐφ’ ἧς ἐπέκειτ’ οὐ τυρὸς οὐδ’ ἐλαῶν γένη οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη ὑπερηφάνως ὄζουσα τῶν ʽ Ὡρῶν λοπάς, τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον,
ἅπαντ’ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά, ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος, ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας. ἐπεβάλομεν τὰς χεῖρας, ὁ μὲν ἐμοὶ λαλῶν ἅμα καὶ διανεύων ἠσχολεῖθ’ ὁ πᾶς δ’ ἀγὼν ἐπ’ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ’ ἕως τὴν λοπάδ᾽ ὀρύττων ἀποδέδειχα κόσκινον.

μύκαι. Ἀριστίας· μύκαισι δ’ ὠρέχθει τὸ λάινον πέδον.
Πολίοχος·
μεμαγμένην μικρὰν μελαγχρῆ μᾶζαν ἠχυρωμένην ἑκάτερος ἡμῶν εἶχε δὶς τῆς ἡμέρας καὶ σῦκα βαιά· καὶ μύκης τις ἐνίοτ’ ἂν ὠπτᾶτο καὶ κοχλίας γενομένου ψακαδίου ἠγρεύετ’ ἂν καὶ λάχανα τῶν αὐτοχθόνων θλαστὴ τ᾽· ἐλαία, καὶ πιεῖν οἰνάριον ἦν ἀμφίβολον.
Ἀντιφάνης
τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένη ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη, καὶ βολβὸς εἷς τις καὶ παροψίδες τινές, σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ’ ἃ δὴ δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι’ ἀθλίοις. τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ’ οὐκ ἔχων, οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον, οὐδ’ οἱ δοκοῦντες πυθαγορίζειν.
καὶ προελθών
τίς γὰρ οἶδ’ ἡμῶν τὸ μέλλον ὅ τι παθεῖν πέπρωθ’ ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβὼν ὄπτα μύκητας πρινίνους τουσδὶ δύο.
ὅτι Κηφισόδωρος ὁ Ἰσοκράτους μαθητὴς ἐν
τοῖς κατὰ Ἀριστοτέλους (τέσσαρα δ’ ἐστὶ ταῦτα βιβλία ἐπιτιμᾷ τῷ φιλοσόφῳ ὡς οὐ ποιήσαντι λόγου ἄξιον τὸ παροιμίας ἀθροῖσαι, Ἀντιφάνους ὅλον ποιήσαντος δρᾶμα τὸ ἐπιγραφόμενον Παροιμίαι· ἐξ οὗ καὶ παρατίθεται τάδε·
ἐγὼ γὰρ εἰ τῶν ὑμετέρων φάγοιμί τι, μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.

φύονται δὲ οἱ μύκητες γηγενεῖς καὶ εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι· οἱ γὰρ πολλοὶ ἀποπνίγουσιν. διὸ καὶ Ἐπίχαρμος παίζων ἔφη·
οἷον αἱ μύκαι γὰρ ἐξεσκληκότ’ ἀποπνιξεῖσθέ με.
Νίκανδρος δ’ ἐν Γεωργικοῖς καταλέγει καὶ τίνες αὐτῶν εἰσιν οἱ θανάσιμοι, λέγων
ἐχθρὰ δ’ ἐλαίης ῥοιῆς τε πρίνου τε δρυὸς τ’ ἄπο πήματα κεῖται, οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων.
φησὶ δὲ καὶ ὅτι
συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις, φύσονται πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο.
τὰ δ’ ἄλλα οὐκ ἦν ἀναγνῶναι.
καί τε μύκητας ἀμανίτας τότ’ ἐφεύσεις,
φησὶν ὁ αὐτὸς Νίκανδρος ἐν τῷ αὐτῷ. ἔφιππος·
ἵν’ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.
Ἐπαρχίδης Εὐριπίδην φησὶ τὸν ποιητὴν ἐπιδημῆσαι τῇ Ἰκάρῳ καὶ γυναικός τινος μετὰ τέκνων
κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα·
ὦ τὸν ἀγήρατον πόλον αἰθέρος, Ἥλιε, τέμνων, , ἆρ’ εἶδες τοιόνδ’ ὄμματι πρόσθε πάθος; μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους.
Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν φησιν
ἄγρια ἑψήματα τεῦτλον, μαλάχη, λάπαθον, ἀκαλήφη, ἀνδράφαξυς, βολβοί, ὕδνα, μύκαι.

σία. Σπεύσιππος ἐν β’ Ὁμοίων φησὶ ἐν
ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. διὸ καὶ Πτολεμαῖος ὁ δεύτερος Εὐεργέτης Αἰγύπτου βασιλεύσας παρ’ Ὁμήρῳ ἀξιοῖ γράφειν
ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου.
σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα.

Δίφιλός φησι τοὺς μύκητας εἶναι εὐστόμους, κοιλίας διαχωρητικούς, θρεπτικούς, δυσπέπτους δὲ καὶ φυσώδεις. τοιούτους δὲ εἶναι τοὺς ἐκ Κέω τῆς νήσου.
πολλοὶ μέντοι καὶ κτείνουσι. δοκοῦσι δὲ οἰκεῖοι εἶναι οἱ λεπτότατοι καὶ ἁπαλοὶ καὶ ᾽εὔθρυπτοι οἱ ἐπὶ πτελέαις καὶ πεύκαις γινόμενοι ἀνοίκειοι δὲ οἱ μέλανες καὶ πελιοὶ καὶ σκληροὶ καὶ οἱ μετὰ τὸ ἑψηθῆναι καὶ τεθῆναι πησσόμενοι, οἵτινες λαμβανόμενοι κτείνουσι. βοηθοῦνται δ’ ἀπὸ ὑδρομέλιτος πόσεως καὶ ὀξυμέλιτος, νίτρου καὶ ὄξους, μετὰ τὴν πόσιν δὲ ἐμεῖν δεῖ. διόπερ καὶ δεῖ μάλιστα σκευάζειν αὐτοὺς μετὰ ὄξους καὶ
ὀξυμέλιτος ἢ μέλιτος ἢ ἁλῶν οὕτω γὰρ αὐτῶν τὸ πνιγῶδες ἀφαιρεῖται. Θεόφραστος δὲ ἐν τῷ περὶ φυτῶν ἱστορίας γράφει·
ὑπόγεια δὲ τὰ τοιαῦτά ἐστι καὶ ἐπίγεια, καθάπερ οὓς καλοῦσί τινες πέζιας, ἅμα τοῖς μύκησι γινομένους, ἄριζοι γὰρ καὶ αὐτοὶ τυγχάνουσιν. ὁ δὲ μύκης ἔχει προσφύσεως δίκην τὸν καυλὸν εἰς μῆκος, καὶ ἀποτείνουσιν ἀπ’ αὐτοῦ ῥίζαι.
φησὶ δὲ καὶ ὅτι ἐν τῇ περὶ Ἡρακλέους στήλας θαλάσσῃ ὅταν ὕδατα πλείω γένηται, μύκητες φύονται πρὸς τῇ θαλάσσῃ, οὓς καὶ ἀπολιθοῦσθαι ὑπὸ τοῦ ἡλίου φησί. καὶ Φαινίας δὲ ἐν αʹ περὶ φυτῶν
τὰ δὲ οὐδὲ φύει τὴν ἀνθήλην οὐδὲ τῆς σπερματικῆς ἴχνος κορυνήσεως οὐδὲ σπερματώσεως, οἷον μύκης, ὕδνον, πτέρις, ἕλιξ.
ὁ αὐτός φησι·
πτέρις, ἣν ἔνιοι βλάχνον καλοῦσι.
Θεόφραστος ἐν Φυτικοῖς·
λειόφλοια, καθάπερ ὕδνον, μύκης, πέζις, γεράνειον.

ὕδνα. γίνεται καὶ ταῦτα αὐτόματα ἀπὸ γῆς μάλιστα περὶ τοὺς ἀμμώδεις τόπους. λέγει δὲ περὶ αὐτῶν Θεόφραστος·
τὸ ὕδνον ὃ καλοῦσί τινες γεράνειον καὶ εἴ τι ἄλλο ὑπόγειον.
καὶ πάλιν
καὶ ἡ τῶν ἐγγεοτόκων τούτων γένεσις ἅμα καὶ φύσις, οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ. δοκεῖ δ’ ἡδὺ σφόδρα τοῦτ’ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη,
καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γινόμενον οἰτόν. περὶ δὲ τούτων ἴδιόν τι λέγεται· φασὶ γάρ, ὅταν ὕδατα μετοπωρινὰ καὶ βρονταὶ γίνωνται σκληραί, τότε γίνεσθαι, καὶ μᾶλλον ὅταν αἱ βρονταί, ὡς ταύτης αἰτιωτέρας οὔσης, οὐ διετίζειν δέ, ἀλλ’ ἐπέτειον εἶναι· τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχειν τοῦ ἦρος. οὐ μὴν ἀλλ’ ἔνιοί γε ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν. ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν τοῦτο δ’ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται, γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου χώρα ὕπαμμος· καὶ γὰρ αἱ Τιάραι τοιαῦται. φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων.
Λυγκεὺς ὁ Σάμιός φησιν
ἀκαλήφην ἡ θάλασσα ἀνίησιν, ἡ δὲ γῆ ὕδνα.
καὶ Μάτρων ὁ παρῳδὸς ἐν τῷ Δείπνῳ ·
ὄστρεὰ τ’ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα.
Δίφιλος δὲ δύσπεπτά φησιν εἶναι τὰ ὕδνα, εὔχυλα δὲ καὶ παραλεαντικά, προσέτι δὲ διαχωρητικά, καὶ ἔνια αὐτῶν ὁμοίως τοῖς μύκαις πνιγώδη εἶναι. Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ἑλλησπόντῳ φησὶν οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους, ὑδνόφυλλον δέ φησι Πάμφιλος ἐν Γλώσσαις τὴν φυομένην τῶν ὕδνων ὕπερθε πόαν, ἀφ’ ἧς τὸ ὕδνον γινώσκεσθαι.

ἀκαλήφη. λέγεται παρὰ τοῖς Ἀττικοῖς οὕτως καὶ τὸ βοτανῶδες καὶ τὸ κνησμοῦ αἴτιον, Ἀριστοφάνης Φοινίσσαις·
πρῶτον πάντων ἴφυα φῦναι, εἶθ’ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.

ἀσπάραγοι. οὗτοι καὶ ἕλειοι καὶ ὄρειοι καλοῦνται. ὧν οἱ κάλλιστοι οὐ σπείρονται, πάντων ὄντες τῶν ἐντὸς θεραπευτικοί, οἱ δὲ σπαρτοὶ καὶ σφόδρα ὑπερμεγέθεις γίνονται. ἐν Λιβύῃ δέ φασιν ἐν Γαιτουλίᾳ γίνεσθαι πάχος μὲν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα· ἐν δὲ τῇ ὀρεινῇ, καὶ παρωκεανίτιδι πάχος μὲν μεγάλων ναρθήκων, μῆκος δὲ περὶ τοὺς εἴκοσι πήχεις. Κρατῖνος δὲ διὰ τοῦ ἀσφάραγον ὀνομάζει. καὶ Θεόπομπος
κἄπειτ’ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.
Ἀμειψίας·
οὐ σχῖνος οὐδ᾽ ἀσφάραγος, οὐ δάφνης κλάδοι.
Δίφιλος δέ φησιν ὡς ὁ τῆς κράμβης ἀσφάραγος λεγόμενος ἰδίως ὄρμενος εὐστομαχώτερός ἐστι καὶ εὐεκκριτώτερος, ὄψεων δὲ βλαπτικός, ἐστὶ δὲ δριμὺς καὶ οὐρητικὸς καὶ ἀδικεῖ νεφροὺς καὶ κύστιν. Ἀττικοὶ δ’ εἰσὶν οἱ λέγοντες ὄρμενον τὸν ἀπὸ τῆς κράμβης ἐξηνθηκότα. Σοφοκλῆς Ἰχνευταῖς·
κἀξορμενίζει κοὐκ ἔτι σχολάζεται βλάστη.
παρὰ τὸ ἐξορούειν καὶ βλαστάνειν. Ἀντιφάνης δὲ διὰ τοῦ π φησὶν ἀσπάραγον
ἀσπάραγος ἠγλάιζεν, ὦχρος ἐξήνθηκέ τις.
Ἀριστοφῶν
κάππαριν, βληχώ, θύμον, ἀσπάραγον, πίτταν, ῥάμνον, σφακόν, πήγανον.

κοχλίας. Φιλύλλιος· οὔκ εἰμι τέττιξ οὐδὲ κοχλίας, ὦ γύναι.
καὶ πάλιν
μαινίδες ---, σκόμβροι, κοχλίαι, κορακῖνοι.
Ἡσίοδος δὲ τὸν κοχλίαν φερέοικον καλεῖ. καὶ Ἀναξίλας δέ·
ἀπιστότερος τῶν κοχλιῶν πολλῷ πάνυ, οἳ περιφέρουσ’ ὑπ’ ἀπιστίας τὰς οἰκίας. ᾽
Ἀχαιός ·
ἦ τοσούσδ’ Αἴτνη τρέφει κοχλίας κεράστας;
προβάλλεται δὲ κἀν τοῖς συμποσίοις γρίφου τάξιν ἔχον περὶ τῶν κοχλιῶν οὕτως·
ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος.
Ἀριστοτέλης δὲ ἐν εʹ περὶ ζῴων μορίων φησὶν
οἱ κοχλίαι φαίνονται κύοντες ἐν τῷ μετοπώρῳ καὶ τοῦ ἔαρος· μόνοι τε οὗτοι τῶν ὀστρακοδέρμων συνδυαζόμενοι ὤφθησαν.
Θεόφραστος δὲ ἐν τῷ περὶ φωλευόντων
οἱ κοχλίαι,
φησί,
φωλεύουσι μὲν καὶ τοῦ χειμῶνος, μᾶλλον δὲ τοῦ θέρους, διὸ καὶ πλεῖστοι φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν. ἡ δὲ φωλεία τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων.
λέγονται δέ τινες τῶν κοχλιῶν καὶ σέσιλοι. Ἐπίχαρμος ·
τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι, κόγχων δὲ τὸν σέσιλον. β. ἄπαγ’ ἐς τὸν φθόρον.
ἀπολλᾶς δὲ Λακεδαιμονίους φησὶ σέμελον τὸν κοχλίαν λέγειν. Ἀπολλόδωρος δὲ ἐν β’ ἐτυμολογιῶν τῶν κοχλιῶν φησί τινας καλεῖσθαι κωλυσιδείπνους.

βολβοί. τούτων Ἡρακλῆς ἐσθίειν παραιτεῖται ἐν Ἀμαλθείᾳ Εὐβούλου λέγων
θερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον, τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν. κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ οὐδ’ ἱεροσύλοις καὶ πικραῖς παροψίσι βολβοῖς τ’ ἐμαυτὸν χορτάσων ἐλήλυθα. ἃ δ’ εἲς τ’ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ’ ἐδαινύμην, κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα, ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος ἁλίπαστα τρία.
Ἄλεξις ἐμφανίζων τὴν τῶν βολβῶν πρὸς τὰ ἀφροδίσια δύναμίν φησι·
πίννας, κάραβον, βολβούς, κοχλίας, κήρυκας, ᾤ᾽, ἀκροκώλια, τοσαῦτα· τούτων ἄν τις εὕρῃ φάρμακα ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα ---
Ξέναρχος ἐν Βουκολίωνι·
φθίνει δόμος ἀσυντάτοισι δεσποτῶν κεχρημένος τύχαις, ἀλάστωρ τ’ εἰσπέπαικε Πελοπιδῶν. ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις ἑφθὸς βοηθῶν δυνατὸς ἐστ’ ἐπαρκέσαι· μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς
φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης πίμπλησι λοπάδος στερροσώματον κύτος. ᾽
Ἀρχέστρατος ·
βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι ταῖς τ’ ἄλλαις πάσῃσι παροψίσι.

Ἡρακλείδης ὁ Ταραντῖνος ἐν Συμποσίῳ
βολβὸς καὶ κοχλίας καὶ ᾠὸν καὶ τὰ ὅμοια δοκεῖ σπέρματος εἶναι ποιητικά, οὐ διὰ τὸ πολύτροφα εἶναι, ἀλλὰ διὰ τὸ ὁμοειδεῖς ἔχειν τὰς πρώτας φύσεις αὐτὰς τὰς δυνάμεις τῷ σπέρματι.
Δίφιλος·
οἱ βολβοὶ δύσπεπτοι μέν εἰσι, πολύτροφοι δὲ καὶ εὐστόμαχοι, ἔτι δὲ σμηκτικοὶ καὶ ἀμβλυντικοὶ ὄψεως, διεγερτικοὶ δ’ ἀφροδισίων.
ἡ δὲ παροιμία φησὶν
οὐδέν σ’ ὀνήσει βολβός, ἂν μὴ νεῦρ’ ἔχῃς.
διεγείρουσι δ’ ὄντως αὐτῶν πρὸς ἀφροδίσια οἱ βασιλικοὶ λεγόμενοι, οἳ καὶ κρείσσονες τῶν ἄλλων εἰσί· μεθ’ οὓς οἱ πυρροί, οἱ δὲ λευκοὶ καὶ Λιβυκοὶ σκιλλώδεις· χείρονες δὲ πάντων οἱ Αἰγύπτιοι.

αἱ δὲ βολβῖναι καλούμεναι εὐχυλότεραι μέν εἰσι τῶν βολβῶν, οὐ μὴν οὕτως εὐστόμαχοι διὰ τὸ γλυκάζον ἔχειν τι· παχυντικαί τε ἱκανῶς εἰσι διὰ τὴν πολλὴν σκληρότητα καὶ εὐέκκριτοι. μνημονεύει δὲ βολβίνης Μάτρων ἐν παρῳδίαις·
σόγκους δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω, μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις, βολβίνας θ᾽, αἳ Ζῆνος Ὀλυμπίου εἰσὶν ἀοιδή, ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος, λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας τάων φυομένων ἠράσσατο πότνια γαστήρ,