Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἐν μανίᾳ δὲ τρυφὴν ἡδίστην γενομένην οὐκ ἀηδῶς ὁ Ποντικὸς Ἡρακλείδης διηγεῖται ἐν τῷ περὶ Ἡδονῆς οὕτως γράφων

ὁ Αἰξωνεὺς Θράσυλλος ὁ Πυθοδώρου διετέθη ποτὲ ὑπὸ μανίας τοιαύτης ὡς πάντα τὰ πλοῖα τὰ εἰς τὸν Πειραιᾶ καταγόμενα ὑπολαμβάνειν ἑαυτοῦ εἶναι, καὶ ἀπεγράφετο αὐτὰ καὶ ἀπέστελλε καὶ διῴκει καὶ καταπλέοντα ἀπεδέχετο μετὰ χαρᾶς τοσαύτης ὅσησπερ ἄν τις ἡσθείη τοσούτων χρημάτων κύριος ὤν. καὶ τῶν μὲν ἀπολομένων οὐδὲν ἐπεζήτει, τοῖς δὲ σῳζομένοις ἔχαιρεν καὶ διῆγεν μετὰ πλείστης ἡδονῆς. ἐπεὶ δὲ ὁ ἀδελφὸς αὐτοῦ Κρίτων ἐκ Σικελίας ἐπιδημήσας συλλαβὼν αὐτὸν παρέδωκεν ἰατρῷ καὶ τῆς μανίας ἐπαύσατο, διηγεῖτο πολλάκις περὶ τῆς ἐν μανία διατριβῆς· οὐδεπώποτε φάσκων κατὰ τὸν βίον ἡσθῆναι πλείονα· λύπην μὲν γὰρ οὐδ’ ἡντινοῦν αὐτῷ παραγίνεσθαι, τὸ δὲ τῶν ἡδονῶν πλῆθος ὑπερβάλλειν.

ἀντιφάνης ο κωμωδιοποιός, ἑταῖρε Τιμόκρατες, ὡς ἀνεγίνωσκέ τινα τῷ βασιλεῖ Ἀλεξάνδρῳ τῶν ἑαυτοῦ κωμῳδιῶν, ὁ δ’ δῆλος ἦν οὐ πάνυ τι ἀποδεχόμενος,

δεῖ γάρ, ἔφησεν, ὦ βασιλεῦ, τὸν ταῦτα ἀποδεχόμενον ἀπὸ συμβόλων τε πολλάκις δεδειπνηκέναι καὶ περὶ ἑταίρας πλεονάκις καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς,
ὥς φησι Λυκόφρων ὁ Χαλκιδεὺς ἐν τοῖς περὶ Κωμῳδίας. ἡμεῖς οὖν τὸν περὶ ἐρωτικῶν λόγον ἐνταῦθα μέλλοντες κατατάττειν ἐγένοντο γὰρ καὶ περὶ γαμετῶν καὶ ἑταιρῶν πολλάκις λόγοι εἰδόσιν ἐκτιθέμενοι τὴν ἱστορίαν τῶν Μουσῶν τὴν Ἐρατὼ ἐπικαλεσάμενοι εἰς
μνήμην ἡμῖν ἰέναι τὸν ἐρωτικὸν ἐκεῖνον κατάλογον, ἐντεῦθεν τὴν καταρχὴν ποιησόμεθα·
εἰ δ’ ἄγε νῦν, Ἐρατώ, πάρ θ’ ἵστασο καί μοι ἔνισπε,
τίνες λόγοι περὶ αὐτοῦ τοῦ ἔρωτος καὶ τῶν ἐρωτικῶν ἐλέχθησαν.

καὶ γὰρ τὰς γαμετὰς ὁ καλὸς ἡμῶν ἑστιάτωρ ἐπαινῶν Ἕρμιππον ἔφη ἐν τοῖς περὶ Νομοθετῶν ἱστορεῖν ὅτι ἐν Λακεδαίμονι εἰς οἴκημά τι σκοτεινὸν πᾶσαι ἐνεκλείοντο αἱ κόραι, συνεγκλειομένων καὶ τῶν ἀγάμων νεανίσκων καὶ ἕκαστος ἧς ἐπιλάβοιτο, ταύτην ἀπῆγεν ἄπροικον. διὸ καὶ Λύσανδρον ἐζημίωσαν ὅτι καταλιπὼν τὴν προτέραν ἑτέραν ἐβουλεύετο περικαλλεστέραν ἀγαγέσθαι. Κλέαρχος δ’ ὁ Σολεὺς ἐν τοῖς περὶ Παροιμιῶν

ἐν Λακεδαίμονι, φησί, τοὺς ἀγάμους αἱ γυναῖκες ἐν ἑορτῇ τινι περὶ τὸν βωμὸν ἕλκουσαι ῥαπίζουσιν, ἵνα τὴν ἐκ τοῦ πράγματος ὕβριν φεύγοντες φιλοστοργῶσί τε καὶ ἐν ὥρᾳ προσίωσι τοῖς γάμοις. ἐν δὲ Ἀθήναις πρῶτος Κέκροψ μίαν ἑνὶ ἔζευξεν, ἀνέδην τὸ πρότερον οὐσῶν τῶν συνόδων καὶ κοινογαμίων ὄντων. διὸ καὶ ἔδοξέ τισιν διφυὴς νομισθῆναι, οὐκ εἰδότων τῶν πρότερον διὰ τὸ πλῆθος
τὸν πατέρα.
ἐκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτ’ ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας, Ξανθίππην καὶ τὴν Ἀριστείδου Μυρτώ, οὐ τοῦ δικαίου καλουμένου οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν ἀλλὰ τοῦ τρίτου ἀπ’ ἐκείνου, εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς, Σάτυρος ὁ περιπατητικός, Ἀριστόξενος, οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο τῷ περὶ Εὐγενείας· εἰ μὴ ἄρα συγκεχωρημένον κατὰ ψήφισμα τοῦτο ἐγένετο τότε διὰ σπάνιν ἀνθρώπων, ὥστ’ ἐξεῖναι καὶ δύο ἔχειν γυναῖκας τὸν βουλόμενον, ὅθεν καὶ - τοὺς τῆς κωμῳδίας ποιητὰς ἀποσιωπῆσαι τοῦτο, πολλάκις τοῦ Σωκράτους μνημονεύοντας, παρέθετο δὲ περὶ τῶν γυναικῶν ψήφισμα Ἱερώνυμος ὁ Ῥόδιος, ὅπερ σοι διαπέμψομαι εὐπορήσας τοῦ βιβλίου, ἀντεῖπε δὲ τοῖς λέγουσι περὶ τῶν Σωκράτους γυναικῶν Παναίτιος ὁ Ῥόδιος.

παρὰ δὲ Πέρσαις ἀνέχεται ἡ βασίλεια τοῦ πλήθους τῶν παλλακίδων διὰ τὸ ὡς δεσπότην ἄρχειν τῆς γαμετῆς τὸν βασιλέα, ἔτι δὲ καὶ διὰ τὸ τὴν βασιλίδα, ὥς φησιν Δίνων ἐν τοῖς Περσικοῖς, ὑπὸ τῶν παλλακίδων θρησκεύεσθαι προσκυνοῦσι

γοῦν αὐτήν. καὶ ὁ Πρίαμος δὲ πολλαῖς χρῆται γυναιξὶ καὶ ἡ Ἑκάβη οὐ δυσχεραίνει, λέγει γοῦν ὁ Πρίαμος·
ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες,
παρὰ δὲ τοῖς Ἕλλησιν οὐκ ἀνέχεται ἡ τοῦ Φοίνικος μήτηρ τὴν τοῦ Ἀμύντορος παλλακίδα. Μήδεια δὲ καίπερ εἰδυῖα τὸ ἔθος ὅτι ἐστὶ βαρβαρικὸν οὐ φέρει οὐδὲ αὐτὴ τὸν Γλαύκης γάμον, ἤδη εἰς τὰ ἀμείνω καὶ Ἑλληνικὰ ἐκδεδιῃτημένη. καὶ ἡ Κλυταιμήστρα δὲ περιπαθὴς γενομένη τὴν Κασσάνδραν σὺν αὐτῷ τῷ Ἀγαμέμνονι ἀποκτείνει, ἣν εἰς τὴν Ἑλλάδα ὁ κρείων ἐπηγάγετο, ἐν ἔθει γενόμενος βαρβαρικῶν γάμων.
θαυμάσαι δ’ ἂν τις, φησὶν Ἀριστοτέλης, ὅτι οὐδαμοῦ τῆς Ἰλιάδος Ὅμηρος ἐποίησε Μενελάῳ συγκοιμωμένην παλλακίδα, πᾶσι δοὺς γυναῖκας. κοιμῶνται γοῦν παρ’ αὐτῷ καὶ οἱ γέροντες μετὰ γυναικῶν, Νέστωρ καὶ Φοῖνιξ. οὐ γὰρ ἦσαν οὗτοι ἐκλελυμένοι τοῖς σώμασιν ἐν τοῖς τῆς νεότητος χρόνοις ἢ διὰ μέθης ἢ δι’ ἀφροδισίων ἢ καὶ διὰ τῆς ἐν ταῖς ἀδηφαγίαις ἀπεψίας, ὥστε εἰκότως ἔρρωντο τῷ γήρᾳ. ἔοικεν οὖν ὁ Σπαρτιάτης αἰδεῖσθαι γαμετὴν οὖσαν τὴν
Ἑλένην, ὑπὲρ ἧς καὶ τὴν στρατείαν ἤθροισεν διόπερ φυλάττεται τὴν πρὸς ἄλλην κοινωνίαν. ὁ δ’ Ἀγαμέμνων ὡς πολυγύναιος ὑπὸ Θερσίτου λοιδορεῖται·
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ πρωτίστῳ δίδομεν.
ἀλλ’ οὐκ εἰκός, φησὶν ὁ Ἀριστοτέλης, εἰς χρῆσιν εἶναι τὸ πλῆθος τῶν γυναικῶν, ἀλλ’ εἰς γέρας· ἐπεὶ οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ μεθύειν παρεσκευάσατο.

ὁ δὲ ʽ Ἡρακλῆς πλείστας δόξας ἐσχηκέναι γυναῖκας ἦν γὰρ φιλογύνης ἀνὰ μέρος αὐτὰς εἶχεν, ὡς ἂν στρατευόμενος καὶ κατὰ διάφορα γιγνόμενος χωρία· ἐξ ὧν καὶ τὸ τῶν τέκνων αὐτῷ πλῆθος ἐγένετο. ἐν ἑπτὰ μέντοι γε ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς Ἡρόδωρος ἱστορεῖ. πολυγύναιος δ’ ἐγένετο καὶ Αἰγεύς· πρώτην μὲν γὰρ ἔγημε τὴν Ὅπλητος θυγατέρα, μεθ’ ἣν τῶν Χαλκώδοντος μίαν. παραδοὺς δ’ ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων, ἔπειτα τὴν Πιτθέως ἔλαβεν Αἴθραν, μεθ’ ἣν Μήδειαν. Θησεὺς δὲ Ἑλένην ἁρπάσας ἑξῆς καὶ Ἀριάδνην

ἥρπασεν. Ἴστρος γοῦν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκάς φησιν τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ’ ἐξ ἁρπαγῆς, ἄλλας δ’ ἐκ νομίμων γάμων ἐξ ἁρπαγῆς μὲν Ἑλένην, Ἀριάδνην, Ἱππολύτην, καὶ τὰς Κερκύονος καὶ Σίνιδος θυγατέρας, νομίμως δ’ αὐτὸν γῆμαι Μελίβοιαν τὴν Αἴαντος μητέρα. Ἡσίοδος δέ φησιν καὶ Ἵππην καὶ Αἴγλην, δι’ ἣν καὶ τοὺς πρὸς Ἀριάδνην ὅρκους παρέβη, ὥς φησι Κέρκωψ. Φερεκύδης δὲ προστίθησι καὶ Φερέβοιαν. πρὸ δὲ τῆς Ἑλένης καὶ ἐκ Τροιζῆνος ἥρπασεν Ἀναξώ. μετὰ δὲ τὴν Ἱππολύτην Φαίδραν ἔσχεν.

Φίλιππος δ’ ὁ Μακεδὼν οὐκ ἐπήγετο μὲν εἰς τοὺς πολέμους γυναῖκας, ὥσπερ Δαρεῖος ὁ ὑπ’ Ἀλεξάνδρου καταλυθείς, ὃς περὶ τῶν ὅλων πολεμῶν τριακοσίας ἑξήκοντα περιήγετο παλλακάς, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τρίτῳ περὶ τοῦ τῆς Ἑλλάδος Βίου· ὁ δὲ Φίλιππος αἰεὶ κατὰ πόλεμον ἐγάμει.

ἐν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν οἷς ἐβασίλευεν, ὥς φησι Σάτυρος ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ, Αὐδάταν Ἰλλυρίδα γήμας ἔσχεν ἐξ αὐτῆς θυγατέρα Κύνναν ἔγημεν δὲ καὶ Φίλαν ἀδελφὴν Δέρδα καὶ Μαχάτα. οἰκειώσασθαι δὲ θέλων καὶ τὸ Θετταλῶν
ἔθνος ἐπαιδοποιήσατο ἐκ δύο Θετταλίδων γυναικῶν, ὧν ἡ μὲν ἦν Φεραία Νικησίπολις, ἥτις αὐτῷ ἐγέννησε Θετταλονίκην, ἡ δὲ Λαρισαία Φίλιννα, ἐξ ἧς Ἀρριδαῖον ἐτέκνωσε. προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν Ἀλέξανδρον καὶ Κλεοπάτραν. καὶ τὴν Θρᾴκην δὲ ὅτε εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά. γήμας δὲ καὶ ταύτην ἐπεισήγαγεν τῇ Ὀλυμπιάδι. ἐπὶ πάσαις δ’ ἔγημε Κλεοπάτραν ἐρασθεὶς τὴν Ἱπποστράτου μὲν ἀδελφήν, Ἀττάλου δὲ ἀδελφιδῆν καὶ ταύτην ἐπεισάγων τῇ Ὀλυμπιάδι ἅπαντα τὸν βίον τὸν ἑαυτοῦ συνέχεεν. εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις ὁ μὲν Ἄτταλος· νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι βασιλεῖς γεννηθήσονται.᾽ καὶ ὁ Ἀλέξανδρος ἀκούσας ἔβαλεν ᾗ μετὰ χεῖρας εἶχεν κύλικι τὸν Ἄτταλον, ἔπειτα κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. καὶ μετὰ ταῦτα Ὀλυμπιὰς μὲν εἰς Μολοττοὺς ἔφυγεν, Ἀλέξανδρος δ’ εἰς Ἰλλυριούς, καὶ ἡ Κλεοπάτρα δ’ ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα τὴν κληθεῖσαν Εὐρώπην.
φιλογύνης δ’ ἦν καὶ Εὐριπίδης ὁ ποιητής. Ἱερώνυμος γοῦν ἐν Ἱστορικοῖς Ὑπομνήμασίν φησιν οὕτως·
εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης, ἔν γε ταῖς τραγῳδίαις, ἔφη ὁ Σοφοκλῆς· ἐπεὶ ἔν γε τῇ κλίνῃ φιλογύνης.

αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσι τοιαῦται οἵας Εὔβουλός φησιν ἐν Στεφανοπώλισιν·

μὰ Δί᾽ οὐχὶ περιπεπλασμέναι ψιμυθίοις οὐδ’ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους κεχριμέναι. κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δ’ αἱ τρίχες φορούμεναι εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου.
Ἀναξίλας δ’ ἐν Νεοττίδι φησίν
ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, , οὗτος οὐ γένος δύναιτ᾽. ἂν παρανομώτερον φράσαι. τίς γὰρ ἢ δράκαιν’ ἄμικτος ἢ Χίμαιρα πυρπνόος ἢ Χάρυβδις ἢ τρίκρανος Σκύλλα, ποντία κύων, Σφίγξ, Ὕδρα, λέαιν᾽, ἔχιδνα, πτηνὰ θ’ Ἁρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους; οὐκ ἔνεσθ’· αὗται δ’ ἁπάντων ὑπερέχουσι τῶν κακῶν. ἔστι δὲ σκοπεῖν ἀπ’ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα, ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους εἷς μόνος δ’ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο· πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ’ ἐκ τῆς οἰκίας, οἱ Σινώπῃ δ’ αὖ συνόντες οὐχ Ὕδρᾳ σύνεισι νῦν; γραῦς μὲν αὐτή, παραπέφυκε δ’ ἡ Γνάθαινα πλησίον,
ὥστ’ ἀπαλλαγεῖσι ταύτης ἔστι διπλάσιον κακόν, ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ; οὐ δύ’ ἀποπνίξασ’ ἑταίρους τὸν τρίτον θηρεύεται ἔτι λαβεῖν, ἀλλ’ ἐξέπαισε πορθμὶς ἐλατίνῳ πλάτῃ· δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ, τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ’ αὐτῷ σκάφει. ἡ Θεανὼ δ’ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη; βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου. Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν, αἳ λαλοῦσ’ ἁπλῶς μὲν οὐδέν, ἀλλ’ ἐν αἰνιγμοῖς τισιν, ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως. εἶτα
τετράπους μοι γένοιτο, φησί, σκίμπους ἢ θρόνος,
εἶτα δὴ
τρίπους τις,
εἶτα, φησί,
παιδίσκη δίπους.
εἶθ’ ὁ μὲν γνοὺς ταῦτ’ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους, οὐδ’ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δ’ ἄκων μόνος, οἱ δ’ ἐρᾶσθαι προσδοκῶντες εὐθὺς εἰσιν ἠρμένοι
καὶ φέρονθ’ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δ’ οὐδὲ ἓν ἔσθ’ ἑταίρας ὅσα περ ἔστιν θηρί’ ἐξωλέστερον.

τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος ὁ Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων ᾽ Ἀλέξιδος προηνέγκατο ταυτὶ τῶν ἐπῶν

ὦ δυστυχεῖς ἡμεῖς γαμέται πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν, γυναιξὶ δοῦλοι ζῶμεν ἀντ’ ἐλευθέρων. ἔπειτ’ ἔχειν προῖκ᾽, οὐχὶ τιμὴν πάσχομεν; πικράν γε καὶ μεστὴν γυναικείας χολῆς, ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι. οἱ μέν γε συγγνώμην ἔχουσ’ ἀδικούμενοι, αὗται δ’ ἀδικοῦσαι καὶ προσεγκαλοῦσ’ ἔτι ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ’ ἄρχειν ἐχρῆν ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν ἔχουσι καὶ κάμνειν λέγουσ’ ἑκάστοτε.
Ξέναρχος δ’ ἐν Ὕπνῳ φησὶν
εἶτ’ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδ’ ὁτιοῦν φωνῆς ἔνι;
Φιλέταιρος Κορινθιαστῇ·
ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ’ ἔχει,
οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
Ἄμφις δ’ ἐν Ἀθάμαντι·
εἶτ’ οὐ γυναικός ἐστιν εὐνοικώτερον γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ’ εἰκότως. ἡ μὲν νόμῳ γὰρ καταφρονοῦσ’ ἔνδον μένει, ἡ δ’ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.

Εὔβουλος δ’ ἐν Χρυσίλλᾳ ` κακὸς κακῶς ἀπόλοιθ’ ὅστις γυναῖκα δεύτερος ἔγημε· τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς, ὁ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ, ὁ δ’ οἷον ἦν γυνὴ κακὸν πεπυσμένος.
καὶ προελθών φησιν
ὦ Ζεῦ πολυτίμητ᾽, εἶτ’ ἐγὼ κακῶς ποτε· ἐρῶ γυναῖκας; νὴ Δί᾽ ἀπολοίμην ἄρα, πάντων ἄριστον κτημάτων, εἰ δ’ ἐγένετο κακὴ γυνὴ Μήδεια, Πηνελόπη δὲ γε μέγα πρᾶγμ᾽. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακὴ Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλ’ ἴσως Φαίδραν ἐρεῖ κακῶς τις· ἀλλὰ νὴ Δία χρηστή τις ἦν μέντοι—τίς; οἴμοι δείλαιος, ταχέως γέ μ’ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον, τῶν δ’ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω.
Ἀριστοφῶν δ’ ἐν Καλλωνίδῃ·
κακὸς κακῶς ἀπόλοιθ’ ὁ γήμας δεύτερος θνητῶν, ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει· οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν ἐλάμβανεν γυναῖχ’ ὁ δ’ ὕστερον λαβὼν εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν.
καὶ Ἀντιφάνης ἐν Φιλοπάτορι·
γεγάμηκε δήπου. β. τί σὺ λέγεις; ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε κατέλιπον;
Μένανδρος δ’ ἐν Ἀρρηφόρῳ ἢ Αὐλητρίδι·
οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλείπων τὸν βίον. γεγάμηκα γὰρ αὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. β. δεδογμένον τὸ πρᾶγμ’ ἀνερρίφθω κύβος. α. πέραινε, σωθείης δέ· νῦν ἀληθινὸν εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων, οὐ Λιβυκὸν οὐδ’ Αἰγαῖον ---, οὗ τῶν τριάκοντ’ οὐκ ἀπόλλυται τρία πλοιάρια· γήμας δ’ οὐδὲ εἷς σέσωσθ’ ὅλως.
ἐν δὲ Ἐμπιμπραμένῃ ·
ἐξώλης ἀπόλοιθ’ ὅστις ποτὲ ὁ πρῶτος ἦν γήμας, ἔπειθ’ ὁ δεύτερος, εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ τέταρτος, εἶθ’ ὁ Μεταγένης.
Καρκίνος δ’ ὁ τραγικὸς ἐν Σεμέλῃ, ἧς ἀρχὴ
ὦ νύκτες,
φησὶν
ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν; ἀρκοῦν ἂν εἴη κἂν γυναῖκ’ εἴπῃς μόνον.

οὐκ αἰσθάνονται δ’ οὐδ’ οἱ παρ’ ἠλικίαν νέας ἀγόμενοι γυναῖκας εἰς προὖπτον κακὸν αὑτοὺς ἐμβάλλοντες, καίτοι τοῦ Μεγαρικοῦ ποιητοῦ παραινέσαντος αὐτοῖς·

οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι· οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, οὐδ’ ἄγκυραι ἔχουσιν ἀπορρήξασα δὲ δεσμὰ πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.
καὶ Θεόφιλος δὲ ἐν Νεοπτολέμῳ ἔφη·
οὐ σύμφορον νέα ᾽ στὶ πρεσβύτῃ γυνή. ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ᾽· ἀπορρήξασα δὲ ἐκ νυκτὸς ἕτερον λιμέν’ ἔχουσ’ ἐξευρέθη.

οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο. ὁ Ἰλιακὸς δι’ Ἑλένην, ὁ λοιμὸς διὰ Χρυσηίδα, Ἀχιλλέως μῆνις διὰ Βρισηίδα· καὶ ὁ ἱερὸς δὲ καλούμενος πόλεμος δι’ ἑτέραν γαμετήν, φησὶν Δοῦρις ἐν δευτέρᾳ Ἰστοριῶν, Θηβαίαν γένος, ὄνομα

Θεανώ, ἁρπασθεῖσαν ὑπὸ Φωκέως τινός, δεκαετὴς δὲ καὶ οὗτος γενόμενος τῷ δεκάτῳ ἔτει Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα, καὶ ὁ Κρισαικὸς δὲ πόλεμος ὀνομαζόμενος, ὥς φησι Καλλισθένης ἐν τῷ περὶ τοῦ Ἱεροῦ Πολέμου, ὅτε Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκαέτης ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως θυγατέρα Μεγιστὼ καὶ τὰς Ἀργείων θυγατέρας ἐπανιούσας ἐκ τοῦ Πυθικοῦ ἱεροῦ, δεκάτῳ δὲ ἔτει ἑάλω καὶ ἡ Κίρρα, ἀνετράπησαν δὲ καὶ ὅλοι οἶκοι διὰ γυναῖκας· ὁ Φιλίππου τοῦ Ἀλεξάνδρου πατρὸς διὰ τὸν Κλεοπάτρας γάμον, ὁ ʽ Ἡρακλέους διὰ τὴν Ἰόλης ἐπιγαμίαν τῆς Εὐρύτου θυγατρός, ὁ Θησέως διὰ τὴν Φαίδρας τῆς Μίνωος, ὁ Ἀθάμαντος διὰ τὸν Θεμιστοῦς τῆς Ὑψέως, ὁ Ἰάσονος διὰ τὸν Γλαύκης τῆς Κρέοντος, ὁ Ἀγαμέμνονος διὰ Κασσάνδραν, καὶ ἡ ἐπ’ Αἴγυπτον δὲ Καμβύσου στρατεία, ὥς φησι Κτησίας, διὰ γυναῖκα ἐγένετο. ὁ γὰρ Καμβύσης πυνθανόμενος τὰς Αἰγυπτίας γυναῖκας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν ἄλλων ἔπεμψεν πρὸς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα, μίαν αἰτῶν πρὸς γάμον τῶν θυγατέρων, ὁ δὲ τῶν μὲν ἑαυτοῦ οὐκ
ἔδωκεν, ὑπονοήσας μὴ γυναικὸς ἕξειν αὐτὴν τιμὴν ἀλλὰ παλλακίδος· ἔπεμψε δὲ τὴν Ἀπρίου θυγατέρα Νειτῆτιν. ὁ δὲ Ἀπρίας ἐκπεπτώκει τῆς Αἰγυπτίων βασιλείας διὰ τὴν γενομένην ἧτταν πρὸς Κυρηναίους καὶ ἀνῄρητο ὑπὸ Ἀμάσιδος. ἡσθεὶς οὖν ὁ Καμβύσης τῇ Νειτήτιδι καὶ σφόδρα ἐρεθισθεὶς ἐκμανθάνει παρ’ αὐτῆς τὰ πάντα καὶ δεηθείσης ἐκδικῆσαι τοῦ Ἀπρίου τὸν φόνον πείθεται πολεμῆσαι Αἰγυπτίοις. Δίνων δ’ ἐν τοῖς Περσικοῖς καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τρίτῃ Αἰγυπτιακῶν τὴν Νειτῆτιν Κύρῳ πεμφθῆναί φασιν ὑπὸ Ἀμάσιδος· ἐξ ἧς γεννηθῆναι τὸν Καμβύσην, ὃν ἐκδικοῦντα τῇ μητρὶ ἐπ’ Αἴγυπτον ποιήσασθαι στρατείαν. Δοῦρις δ’ ὁ Σάμιος καὶ πρῶτον· γενέσθαι πόλεμόν φησι δύο γυναικῶν τὸν Ὀλυμπιάδος καὶ Εὐρυδίκης· ἐν ᾧ τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δ’ Εὐρυδίκην Μακεδονικῶς καθωπλισμένην, ἀσκηθεῖσαν τὰ πολεμικὰ παρά Κύννῃ τῇ Ἰλλυρίδι.

ἐπὶ τούτοις τοῖς λόγοις ἔδοξε τοῖς παροῦσι τῶν φιλοσόφων περὶ τοῦ ἔρωτος καὶ αὐτούς τι εἰπεῖν καὶ περὶ κάλλους, καὶ ἐλέχθησαν λόγοι φιλόσοφοι πάμπολλοι· ἐν οἷς τινες καὶ ἐμνημόνευσαν τοῦ σκηνικοῦ φιλοσόφου Εὐριπίδου ᾀσμάτων, ὧν ἦν καὶ τάδε·

παίδευμα δ’ Ἔρως σοφίας, ἀρετῆς πλεῖστον ὑπάρχει, καὶ προσομιλεῖν οὗτος ὁ δαίμων πάντων ἥδιστος ἔφυ θνητοῖς. καὶ γὰρ ἄλυπον τέρψιν τιν’ ἔχων εἰσἐλπίδ’ ἄγει. τοῖς δ’ ἀτελέστοις τῶν τοῦδε πόνων μήτε συνείην χωρὶς τ’ ἀγρίων ναίοιμι τρόπων, τὸ δ’ ἐρᾶν προλέγω τοῖσι νέοισιν μή ποτε φεύγειν, χρῆσθαι δ’ ὀρθῶς ὅταν ἔλθῃ.
καὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη·
εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν.
ἕτερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε·
σὺ δ᾽, ὦ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει. καὶ ταῦτα μὲν δρῶν τίμιος θνητοῖς ἔσῃ, μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.

Ποντιανὸς δὲ Ζήνωνα ἔφη τὸν Κιτιέα ὑπολαμβάνειν τὸν Ἔρωτα θεὸν εἶναι φιλίας καὶ ὁμονοίας, ἔτι δὲ καὶ ἐλευθερίας παρασκευαστικόν, ἄλλου δὲ οὐδενός. διὸ καὶ ἐν τῇ Πολιτείᾳ ἔφη τὸν Ἔρωτα

θεὸν εἶναι συνεργὸν ὑπάρχοντα πρὸς τὴν τῆς πόλεως σωτηρίαν. ὅτι δὲ καὶ οἱ τούτου πρεσβύτεροι κατὰ φιλοσοφίαν σεμνόν τινα τὸν Ἔρωτα καὶ παντὸς αἰσχροῦ κεχωρισμένον ᾔδεσαν δῆλον ἐκ τοῦ κατὰ τὰ γυμνάσια αὐτὸν συνιδρῦσθαι Ἑρμῇ καὶ Ἡρακλεῖ, τῷ μὲν λόγου, τῷ δ’ ἀλκῆς προεστῶτι ὧν ἑνωθέντων φιλία τε καὶ ὁμόνοια γεννᾶται, δι’ ὧν ἡ καλλίστη ἐλευθερία τοῖς ταῦτα - μετιοῦσιν συναύξεται· Ἀθηναῖοι δὲ τοσοῦτον ἀπέσχον τοῦ συνουσίας τινὸς διαλαβεῖν προεστάναι τὸν Ἔρωτα ὥστε τῆς ᾽ Ἀκαδημίας ἐκδήλως τῇ Ἀθηνᾷ καθιερωμένης αὐτόθι τὸν Ἔρωτα ἱδρυσάμενοι συνθύουσιν αὐτῷ. Θεσπιεῖς τε τὰ Ἐρωτίδια τιμῶσιν καθάπερ Ἀθήναια Ἀθηναῖοι καὶ Ὀλύμπια Ἠλεῖοι Ῥόδιοί τε τὰ Ἁλίεια. καὶ ἐν ταῖς δημοτελέσι δὲ σπονδαῖς ὡς ἐπίπαν ὁ Ἔρως τιμᾶται. Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης, καὶ Κρῆτες δ’ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ. ὁ δὲ παρὰ Θηβαίοις ἱερὸς λόχος καλούμενος συνέστηκεν ἐξ ἐραστῶν καὶ ἐρωμένων, τὴν τοῦ θεοῦ σεμνότητα ἐμφαίνων, ἀσπαζομένων θάνατον ἔνδοξον ἀντ᾽
αἰσχροῦ καὶ ἐπονειδίστου βίου. Σάμιοι δέ, ὥς φησιν Ἐρξίας ἐν Κολοφωνιακοῖς, γυμνάσιον ἀναθέντες τῷ Ἔρωτι τὴν διὰ τοῦτον ἀγομένην ἑορτὴν Ἐλευθέρια προσηγόρευσαν δι’ ὃν θεὸν καὶ Ἀθηναῖοι ἐλευθερίας ἔτυχον, καὶ οἱ Πεισιστρατίδαι ἐκπεσόντες ἐπεχείρησαν διαβάλλειν πρῶτοι τὰς περὶ τὸν θεὸν τοῦτον πράξεις.

τούτων λεχθέντων ὁ Πλούταρχος ἀπεμνημόνευσε τῶν ἐκ Φαίδρου Ἀλέξιδος·

πορευομένῳ δ’ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι. καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δ’ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας, ἐστὶν γὰρ οὔτε θῆλυς οὔτ’ ἄρσην, πάλιν οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὔτ᾽ ἀβέλτερος οὔτ’ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος πανταχόθεν, ἑνὶ τύπῳ τε πόλλ’ εἴδη φέρων, ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἀνδρός δειλία γυναικός, ἡ δ’ ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος. καὶ ταῦτ’ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς, οὐκοἶδ’ ὅ τι ἐστίν, ἀλλ’ ὅμως ἔχει γέ τι τοιοῦτον, ἐγγὺς τ’ εἰμὶ τοῦ νοήματος.
Εὔβουλος δ’ ἢ Ἀραρὼς ἐν Καμπυλίωνι·
τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα ἢ κηροπλαστήσας Ἔρωθ᾽ ὑπόπτερον; ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλ’ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ, ἐστὶν γὰρ οὔτε κοῦφος οὔτε ῥᾴδιος ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον, βαρὺς δὲ κομιδῇ. πῶς ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα; λῆρος, εἰ κἄφησέ τις. Ἄλεξις
δ’ ἐν Ἀποκοπτομένῳ·
λέγεται γὰρ λόγος ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὸν θεὸν τὸν Ἔρωτα, τοὺς δ’ ἐρῶντας· αἰτίαν δ’ ἔχειν ἐκεῖνον ἄλλως, ἠγνοηκότας τοὺς γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.

Θεόφραστος δ’ ἐν τῷ Ἐρωτικῷ Χαιρήμονά φησι τὸν τραγικὸν λέγειν ὡς τὸν οἶνον τῶν χρωμένων τοῖς τρόποις κεράννυσθαι, οὕτως καὶ τὸν Ἔρωτα ὃς μετριάζων μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταράττων χαλεπώτατος ---διόπερ

ὁ ποιητὴς οὗτος οὐ κακῶς αὐτοῦ τὰς δυνάμεις διαιρῶν φησι
δίδυμα γὰρ τόξα αὐτὸν ἐντείνεσθαι χαρίτων, τὸ μὲν ἐπ’ εὐαίωνι τύχᾳ, τὸ δ’ ἐπὶ συγχύσει βιοτᾶς.
ὁ δ’ αὐτὸς οὗτος ποιητὴς καὶ περὶ τῶν ἐρώντων ἐν τῷ ἐπιγραφομένῳ Τραυματίᾳ φησὶν οὕτως· τίς
οὐχί φησι τοὺς ἐρῶντας ζῆν πόνοις; οὓς δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους εἶναι πονεῖν τε δυναμένους τοῖς σώμασιν μάλιστα προσεδρεύειν τ’ ἀρίστους τῷ πόθῳ, ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους ἐν τοῖς ἀπόροις, βλέποντας ἀθλιωτάτους.
Θεόφιλος δ’ ἐν τῷ Φιλαύλῳ·
τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν; ἦ ποὺ τίς ἐστι τοὺς τρόπους ἀβέλτερος. εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, καταλείπετ’ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι. ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν; κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς· ἥν ἐστ’ ἰδεῖν ἥδιον ἢ τὸ θεωρικὸν ἔχουσιν ὑμῖν διαπονεῖν ἑκάστοτε.
Ἀριστοφῶν δὲ ἐν Πυθαγοριστῇ·
εἶτ’ οὐ δικαίως ἔστ’ ἀπεψηφισμένος ὑπὸ τῶν θεῶν τῶν δώδεκ’ εἰκότως τ’ Ἔρως; ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις ὅτ’ ἦν μετ’ αὐτῶν. ὡς δὲ λίαν ἦν θρασὺς καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ. τὰ πτερὰ ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν, δεῦρ’ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω, τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων
περὶ δὲ τοῦ ἐρᾶν Ἄμφις ἐν Διθυράμβῳ φησίν·
τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμὲ ὡς ἔστ’ ἐραστὴς ὅστις ὡραῖον φιλῶν· τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς; ἄφρων γ’ ἀληθῶς. οὔτε τοῦτο πείθομαι οὔθ’ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. Ἄλεξις Ἑλένῃ· ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων ἐρᾷ, τὸν ἄλλον δ’ οὐδὲ γινώσκει λόγον, τῆς ἡδονῆς ἐστ᾽, οὐχὶ τῶν φίλων φίλος, ἀδικεῖ τε τὸν Ἔρωτ᾽ ἐμφανῶς θνητὸς θεόν, ἄπιστον αὐτὸν πᾶσι τοῖς καλοῖς ποιῶν.

τούτων τῶν Ἀλέξιδος ἀπομνημονεύσας ὁ Μυρτίλος κᾆτα ἀποβλέψας εἰς τοὺς τὰ τῆς στοᾶς αἱρουμένους

τὰ Ἑρμείου τοῦ Κουριέως ἐκ τῶν Ἰάμβων προειπών·
ἀκούσατ᾽, ὦ Στύακες, ἔμποροι λήρου, λόγων ὑποκριτῆρες, οἳ μόνοι πάντα τἀν τοῖς πίναξι πρίν τι τῷ σοφῷ δοῦναι, αὐτοὶ καταρροφεῖτε κᾆθ’ ἁλίσκεσθε ἐναντία πράσσοντες οἷς τραγῳδεῖτε,
παιδοπῖπαι ὄντες καὶ τοῦτο μόνον ἐζηλωκότες τὸν ἀρχηγὸν ὑμῶν τῆς σοφίας Ζήνωνα τὸν Φοίνικα, ὃς οὐδέποτε γυναικὶ ἐχρήσατο, παιδικοῖς δ’ αἰεί, ὡς Ἀντίγονος ὁ Καρύστιος ἱστορεῖ ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ. θρυλεῖτε· γὰρ ὅτι δεῖ μὴ τῶν σωμάτων ἀλλὰ τῆς ψυχῆς ἐρᾶν οἵτινες μέχρι ὀκτὼ καὶ εἴκοσι ἐτῶν δεῖν λέγοντες συνέχειν τοὺς ἐρωμένους , καί μοι δοκεῖ Ἀρίστων ὁ Κεῖος ὁ περιπατητικὸς οὐ κακῶς εἰρηκέναι ἐν τῷ δευτέρῳ περὶ τῶν Ἐρωτικῶν Ὁμοίων πρός τινα Ἀττικόν, ὁ μέγαν τινὰ κατὰ τὴν ἡλικίαν ἐπιδεικνύντα ὡς καλόν, ᾧ Δῶρος ἦν ὄνομα
τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παρ’ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν,
ἦ ῥὰ νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός

Ἡγήσανδρος δ’ ἐν τοῖς Ὑπομνήμασι τῶν ἡδυσμάτων φησὶν ἐρᾶν πάντας, οὐ τῶν κρεῶν οὐδὲ τῶν

ἰχθύων ἀπογενομένων γοῦν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδ’ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων. καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. πρὸς ἀλήθειαν γάρ, καθάπερ φησὶ Κλέαρχος ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν, Λυκοφρονίδην εἰρηκέναι φησὶν,
οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων καλὸν τὸ πρόσωπον, ἂν μὴ κόσμιον πεφύκῃ ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει.
καὶ ὁ Ἀριστοτέλης δὲ ἔφη τοὺς ἐραστὰς εἰς οὐδὲν ἄλλο τοῦ σώματος τῶν ἐρωμένων ἀποβλέπειν ἢ τοὺς ὀφθαλμούς, ἐν οἷς τὴν αἰδῶ κατοικεῖν. Σοφοκλῆς δέ που περὶ τοῦ κάλλους τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν Ἱπποδάμειάν φησιν
τοίαν Πέλοψ ἴυγγα θηρατηρίαν ἔρωτος, ἀστραπὴν τιν’ ὀμμάτων ἔχει ᾗ θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ’ ἐμέ, ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.

Λικύμνιος δ’ ὁ Χῖος τὸν Ὕπνον φήσας ἐρᾶν τοῦ Ἐνδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς, ἀλλὰ ἀναπεπταμένων τῶν βλεφάρων κοιμίζει τὸν ἐρώμενον, ὅπως διὰ παντὸς ἀπολαύῃ τῆς τοῦ θεωρεῖν ἡδονῆς. λέγει δ’ οὕτως· ι

ὕπνος δὲ χαίρων ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζεν κοῦρον.
καὶ ἡ Σαπφὼ δὲ πρὸς τὸν ὑπερβαλλόντως θαυμαζόμενον τὴν μορφὴν καὶ καλὸν εἶναι νομιζόμενόν φησιν
στᾶθι κἄντα, φίλος, καὶ τὰν ἐπ’ ὄσσοις ἀμπέτασον χάριν.
ὁ δ’ Ἀνακρέων τί φησίν;
ὦ παῖ παρθένιον βλέπων, δίζημαί σε, σὺ δ’ οὐκ ἄεις, οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις.
ὁ δὲ μεγαλοφωνότατος Πίνδαρος·
τὰς δὲ Θεοξένου φησίν ἀκτῖνας ποτ’ ὄσσων μαρμαρυζοίσας δρακεὶς ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν ψυχρᾷ φλογί.
ὁ δὲ τοῦ Κυθηρίου Φιλοξένου Κύκλωψ ἐρῶν τῆς
Γαλατείας καὶ ἐπαινῶν αὐτῆς τὸ κάλλος, προμαντευόμενος τὴν τύφλωσιν πάντα μᾶλλον αὐτῆς ἐπαινεῖ ἢ τῶν ὀφθαλμῶν μνημονεύει, λέγων ὧδε·
ὦ καλλιπρόσωπε, χρυσεοβόστρυχε Γαλάτεια, χαριτόφωνε, κάλλος ἐρώτων.
τυφλὸς ὁ ἔπαινος καὶ κατ’ οὐδὲν ὅμοιος τῷ Ἰβυκείῳ ἐκείνῳ·
Εὐρύαλε, γλαυκέων Χαρίτων θάλος, ὁ καλλικόμων μελέδημα, σὲ μὲν Κύπρις ἃ τ’ ἀγανοβλέφαρος Πειθὼ ῥοδέοισιν ἐν ἄνθεσι θρέψαν.
φρύνιχός τε ἐπὶ τοῦ Τρωίλου ἔφη
λάμπειν ἐπὶ πορφυραῖς παρῇσι φῶς ἔρωτος.

ὑμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς ἐρωμένους· τοῦ ξύρεσθαι τὸν πώγωνα κατ᾽ Ἀλέξανδρον εὑρημένου, ὥς φησιν ὑμῶν ὁ Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς. οὐκ ἀκαίρως δ᾽, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως· χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν. λέγει δὲ οὕτως ὁ φιλόσοφος·

τὸ ξύρεσθαι τὸν πώγωνα κατ’ Ἀλέξανδρον προῆκται, τῶν πρώτων οὐ χρωμένων αὐτῷ. καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν ᾽ Ἀθήναις
διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον περικειράμενον παρωνύμιον ἔχειν Κόρσην.
διὸ καὶ Ἄλεξις ἔφη που·
ἂν πιττοκοπούμενὸν τιν’ ἢ ξυρούμενον ὁρᾷς, δυοῖν τούτων ἔχει τι θάτερον ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία, ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν, τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν; δι’ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ’ ὑπονοεῖς.
Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησεν· μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα; ᾽ ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δ’ εὑρηκέναι. ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδ’ ὁ ἐπιληψόμενος οὐδείς ἐστιν διὰ τὸ πάντας
ξύρεσθαι. ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ.
καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴρηκε Χρύσιππος.

ὁ δὲ σοφὸς ἐκεῖνος Ζήνων, ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος, προμαντευόμενος ὑμῶν, ὡς τὸ εἰκός, περὶ τοῦ βίου καὶ τῆς προσποιητοῦ ἐπιτηδεύσεως ἔφη ὡς οἱ παρακούσαντες αὐτοῦ τῶν λόγων καὶ μὴ συνέντες ἔσονται ῥυπαροὶ καὶ ἀνελεύθεροι, καθάπερ οἱ τῆς Ἀριστίππου παρενεχθέντες αἱρέσεως ἄσωτοι καὶ θρασεῖς. καὶ δὴ τοιοῦτοι ὑμῶν εἰσιν οἱ πλεῖστοι, συνεσπασμένοι καὶ κακοπινεῖς οὐ μόνον τοῖς ἤθεσιν ἀλλὰ καὶ ἕξει. βουλόμενοι γὰρ ἐνδύεσθαι τὴν αὐτάρκειαν καὶ τὴν εὐτέλειαν εὑρίσκεσθε ἐπὶ ταῖς τῆς φιλαργυρίας θύραις ῥυπαρῶς ζῶντες καὶ τριβωνάρια περιβαλλόμενοι μικρὰ καὶ ἥλων ἐμπιπλάντες τὰ καττύματα καὶ κιναίδους καλοῦντες τοὺς ἢ μύρου προσβάλλοντας ἢ μικρῷ μαλακωτέραν ἠμφιεσμένους ἐσθῆτα. οὐ δεῖ οὖν οὕτως ἐσταλμένους περὶ ἀργύριον ἐπτοῆσθαι καὶ ἐρωμένους περιάγεσθαι ξυρουμένους τὴν ὑπήνην καὶ τὸν ὄρρον τοὺς ἀκολουθοῦντας

ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία, λεπτῶν, ἀσίτων, σκυτίνων,
ὁ κατὰ τὸν Ἀντιφάνην.