Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

Ἄλεξις δ’ ἐν Δημητρίῳ Φάυλλόν τινα κωμῳδεῖ ὡς φίλιχθυν ἐν τούτοις (II 314 K)·

  1. πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος
    v.2.p.244
  2. ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν
  3. οὐδενὶ φαγεῖν. νυνὶ δὲ πρὸς τοῖς πνεύμασι
  4. τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος.
  5. ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ
  6. ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται
  7. φέρων ἅπαν τὸ ληφθέν· ὥστε γίγνεται
  8. ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν ἡ μάχη.
Ἀντιφάνης δ’ ἐν Ἁλιευομένῃ φιληδοῦντάς τινας καταλέγων ἰχθύσιν φησί (II 20 K)·
  1. τὰς σηπίας δὸς πρῶτον. Ἡράκλεις ἄναξ,
  2. ἅπαντα τεθολώκασιν. οὐ βαλεῖς πάλιν
  3. εἰς τὴν θάλατταν καὶ πλυνεῖς; μὴ φῶσί σε
  4. Δωριάς, ἀλλ’ οὐ σηπίας εἰληφέναι.
  5. τὸν κάραβον δὲ τόνδε πρὸς τὰς μαινίδας
  6. ἀπόδος· παχύς γε νὴ Δί᾽. ὦ Ζεῦ, τίς ποτε,
  7. ὦ Καλλιμέδων, σὲ κατέδετ’ ἄρτι τῶν φίλων;
  8. οὐδεὶς ὃς ἂν μὴ κατατιθῇ τὰς συμβολάς.
  9. ὑμᾶς δ’ ἔταξα δεῦρο πρὸς τὰ δεξιά,
  10. τρίγλας, ἔδεσμα τοῦ καλοῦ Καλλισθένους·
  11. κατεσθίει γοῦν ἐπὶ μιᾷ τὴν οὐσίαν.
  12. καὶ τὸν Σινώπης γόγγρον ἤδη παχυτέρας
  13. ἔχοντ’ ἀκάνθας τουτονὶ τίς λήψεται
  14. πρῶτος προσελθών; Μισγόλας γὰρ οὐ πάνυ
  15. τούτων ἐδεστής. ἀλλὰ κίθαρος οὑτοσί,
  16. ὃν ἂν ἴδῃ τὰς χεῖρας οὐκ ἀφέξεται.
  17. καὶ μὴν ἀληθῶς τοῖς κιθαρῳδοῖς ὡς σφόδρα
    v.2.p.245
  18. ἅπασιν οὗτος ἐπιπεφυκὼς λανθάνει.
  19. ἀνδρῶν δ’ ἄριστον Κωβιὸν πηδῶντ’ ἔτι
  20. πρὸς Πυθιονίκην τὴν καλὴν πέμψαι με δεῖ·
  21. ἁδρὸς γάρ ἐστιν. ἀλλ’ ὅμως οὐ γεύσεται·
  22. ἐπὶ τὸ τάριχός ἐστιν ὡρμηκυῖα γάρ.
  23. ἀφύας δὲ λεπτὰς τάσδε καὶ τὴν τρυγόνα
  24. χωρὶς Θεανοῖ δεῦρ’ ἔθηκ’ ἀντιρρόπους.

πιθανώτατα ἐν τούτοις ὁ Ἀντιφάνης καὶ τὸν Μισγόλαν κεκωμῴδηκεν ὡς ἐσπουδακότα περὶ κιθαρῳδοὺς καὶ κιθαριστὰς ὡραίους. φησὶ γὰρ καὶ ὁ ῥήτωρ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου λόγῳ (§ 41) περὶ αὐτοῦ τάδε· ‘Μισγόλας ἐστὶν Ναυκράτους, ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακὼς καὶ ἀεί τινας εἰωθὼς ἔχειν περὶ αὑτὸν κιθαρῳδοὺς ἢ κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλ’ ἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν.’ καὶ Τιμοκλῆς δ’ ἐν Σαπφοῖ φησιν (II 464 K)·

  1. ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται
  2. ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος.
Ἄλεξις δ’ ἐν Ἀγωνίδι ἢ Ἱππίσκῳ (II 298 K)·
  1. ὦ μῆτερ, ἱκετεύω σε, μὴ ᾽πίσειέ μοι
  2. τὸν Μισγόλαν· οὐ γὰρ κιθαρῳδός εἰμ’ ἐγώ.

Πυθιονίκην δέ φησι φιληδεῖν ταρίχῳ, ἐπεὶ ἐραστὰς εἶχε τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὡς Τιμοκλῆς ἐν Ἰκαρίοις φησίν (II 459 K)· ‘Ἄνυτος

v.2.p.246
ὁ παχὺς πρὸς Πυθιονίκην ὅταν ἐλθὼν φάγῃ τι. καλεῖ γὰρ αὐτόν, ὥς φασιν, ὁπόταν Χαιρεφίλου τοὺς δύο σκόμβρους ξενίσῃ μεγάλους ἡδομένη.’ καὶ πάλιν (ib. 458)·
  1. ἡ Πυθιονίκη δ’ ἀσμένως σε δέξεται
  2. καὶ σοῦ κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις
  3. λαβὼν παρ’ ἡμῶν δῶρ᾽· ἄπληστός ἐστι γάρ.
  4. ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας
  5. αὐτήν· ταρίχους εὐπόρως γὰρ τυγχάνει
  6. ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσὶν
  7. καὶ ταῦτ’ ἀνάλτοις καὶ πλατυρρύγχοις τισί.
πρὸ τούτων δ’ ἦν ἐραστὴς αὐτῆς Κωβιός τις ὄνομα.

περὶ δὲ Καλλιμέδοντος τοῦ Καράβου ὅτι καὶ φίλιχθυς ἦν καὶ διάστροφος τοὺς ὀφθαλμούς, Τιμοκλῆς ἐν Πολυπράγμονι (II 463 K)·

  1. εἶθ’ ὁ Καλλιμέδων ἄφνω
  2. ὁ Κάραβος προσῆλθεν. ἐμβλέπων δέ μοι,
  3. ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα
  4. ἐλάλει. συνιεὶς δ’ οὐδὲν εἰκότως ἐγὼ
  5. ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δ’ ἄρα
  6. βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.
Ἄλεξις δ’ ἐν Κρατεύᾳ ἢ Φαρμακοπώλῃ (II 337 K)·
  1. τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας
  2. ἤδη τετάρτην ἡμέραν. Β. ἦσαν κόραι
  3. θυγατέρες αὐτῷ; Α. τὰς μὲν οὖν τῶν ὀμμάτων,
  4. ἃς οὐδ’ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας
  5. ἔπαυσε μαινομένας, καταστήσειεν ἄν.
    v.2.p.247
ὁμοίως αὐτὸν σκώπτει κἀν τοῖς ἐπιγραφομένοις Συντρέχουσιν. εἰς δὲ ὀψοφαγίαν ἐν μὲν Φαίδωνι ἢ Φαιδρίᾳ οὕτως (II 388 K)·
  1. ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ,
  2. ἵνα Καλλιμέδοντ’ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ,
  3. παύσῃς καταιγίζοντα δι’ ὅλης ἡμέρας.
  4. Β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις.
  5. μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει.
τὰ αὐτὰ ἰαμβεῖα φέρεται κἀν τῇ ἐπιγραφομένῃ Εἰς τὸ φρέαρ. ἐν δὲ Μανδραγοριζομένῃ (II 350 K)·
  1. εἴ τινας μᾶλλον φιλῶ
  2. ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς,
  3. ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με.
ἐν δὲ Κρατεύᾳ (II 337 K)·
  1. καὶ Καλλιμέδων μετ’ Ὀρφέως ὁ Κάραβος.
Ἀντιφάνης δ’ ἐν Γοργύθῳ (II 42 K)·
  1. ἧττόν τ’ ἀποσταίην ἂν ὧν προειλόμην
  2. ἢ Καλλιμέδων γλαύκου προοῖτ’ ἂν κρανίον.
Εὔβουλος δ’ ἐν Ἀνασῳζομένοις (II 167 K)·
  1. ἕταιροι δὲ θεοῖσι συμπεπλεγμένοι
  2. μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν
  3. δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων
  4. ἅθρους τεμαχίτας, ὥστ’ ἐνεῖναι μηδὲ ἕν.
Θεόφιλος δ’ ἐν Ἰατρῷ ἅμα σκώπτων αὐτοῦ καὶ τὸ ἐν λόγοις ψυχρόν (II 474 K)·
  1. πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων ...
    v.2.p.248
  2. ........... ἐγχέλειον παρατέθεικε. τῷ πατρὶ
  3. τευθὶς ἦν χρηστή. ‘πατρίδιον, πῶς ἔχεις πρὸς κάραβον;’
  4. ‘ψυχρός ἐστιν, ἄπαγε, φησί· ῥητόρων οὐ γεύομαι.’
Φιλήμονος δ’ ἐν Μετιόντι εἰπόντος (II 489 K)·
  1. Ἀγύρριος δὲ παρατεθέντος καράβου
  2. ὡς εἶδεν αὐτὸν ‘χαῖρε πάππα φίλτατε’
  3. εἴπας τί ἐποίει; τὸν πατέρα κατήσθιεν.
Ἡρόδικος δ’ ὁ Κρατήτειος ἐν τοῖς συμμίκτοις ὑπομνήμασι τοῦ Καλλιμέδοντος υἱὸν ὄντα ἀπέδειξε τὸν Ἀγύρριον.

γεγόνασι δὲ καὶ οἵδε ὀψοφάγοι. Ἀνταγόρας μὲν ὁ ποιητὴς οὐκ εἴα τὸν παῖδα ἀλεῖψαι τὸν ἰχθύν, ἀλλὰ λοῦσαι, ὥς φησιν Ἡγήσανδρος (FHG IV 416)· ‘ἐν δὲ στρατοπέδῳ ἕψοντι, φησίν, αὐτῷ γόγγρων λοπάδα καὶ περιεζωσμένῳ Ἀντίγονος ὁ βασιλεὺς παραστὰς ‘ἆρά γε, εἶπεν, ὦ Ἀνταγόρα, τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράψαι γόγγρους ἕψοντα;’ κἀκεῖνον οὐ φαύλως εἰπεῖν· ‘σὺ δὲ οἴει, φησί, τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα τίς ἐν τῷ στρατοπέδῳ γόγγρους ἕψει;’ ὄρνιν δὲ ἕψων ποτὲ ὁ Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, εὐλαβούμενος μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσι. Φιλοκύδους δ’ εἰπόντος ὅτι ἡ μήτηρ τηρήσει, ‘ἐγὼ οὖν, εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω;’ καὶ Ἀνδροκύδης δ’ ὁ Κυζικηνὸς ζωγράφος φίλιχθυς ὤν, ὡς ἱστορεῖ Πολέμων (fr. 66 Pr), ἐπὶ τοσοῦτον ἦλθεν ἡδυπαθείας ὡς

v.2.p.249
καὶ τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς κατὰ σπουδὴν γράψαι.

περὶ δὲ Φιλοξένου τοῦ Κυθηρίου διθυραμβοποιοῦ Μάχων ὁ κωμῳδιοποιὸς τάδε γράφει·

  1. ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον
  2. τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι
  3. ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν
  4. ἐν ταῖς Συρακούσαις ποτ’ αὐτὸν ἀγοράσαι
  5. καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδὸν
  6. πλὴν τῆς κεφαλῆς. ἁλόντα δ’ ὑπὸ δυσπεψίας
  7. κακῶς σφόδρα σχεῖν· εἶτα δ’ ἰατροῦ τινος
  8. πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ
  9. ὁρῶν φερόμενον αὐτὸν εἶπεν· ‘εἴ τί σοι
  10. ἀνοικονόμητόν ἐστι διατίθου ταχύ,
  11. Φιλόξεν’· ἀποθανῇ γὰρ ὥρας ἑβδόμης’ —
  12. κἀκεῖνος εἶπε· ‘τέλος ἔχει τὰ πάντα μοι,
  13. ἰατρέ, φησί, καὶ δεδιῴκηται πάλαι·
  14. τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω
  15. ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους·
  16. οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις
  17. Μούσαις .... Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους.
  18. ταῦθ’ αἱ διαθῆκαι διασαφοῦσιν. ἀλλ’ ἐπεὶ
  19. ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ
  20. οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδ’ ἀναβοᾷ,
  21. καλεῖ δὲ μοῖρα νύχιος, ἧς κλύειν χρεών,
  22. ἵν’ ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω,
  23. τοῦ πουλύποδός μοι τὸ κατάλοιπον ἀπόδοτε.’
κἀν ἄλλῳ δὲ μέρει φησί·
v.2.p.250
  1. Φιλόξενός ποθ᾽, ὡς λέγουσ᾽, ὁ Κυθήριος
  2. ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων,
  3. ‘ὅπως καταπίνω, φησίν, ὅτι πλεῖστον χρόνον
  4. καὶ πάνθ’ ἅμα μοι τὰ βρώμαθ’ ἡδονὴν ποῇ.’
καὶ Διογένης δὲ ὁ κύων ὠμὸν πολύποδα καταφαγὼν ἐπιθεμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε. περὶ δὲ τοῦ Φιλοξένου καὶ ὁ παρῳδὸς Σώπατρος λέγων φησί·
  1. δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς
  2. ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.

καὶ Ὑπερείδης δὲ ὁ ῥήτωρ ὀψοφάγος ἦν, ὥς φησι Τιμοκλῆς ὁ κωμικὸς ἐν Δήλῳ διηγούμενος τοὺς παρὰ Ἁρπάλου δωροδοκήσαντας. γράφει δὲ οὕτως (II 452 K)·

  1. Α. Δημοσθένης τάλαντα πεντήκοντ’ ἔχει.
  2. Β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί.
  3. Α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ.
  4. Β. ἀνόητος ὁ διδούς, εὐτυχὴς δ’ ὁ λαμβάνων.
  5. Α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης.
  6. Β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω.
  7. Α. ὅ τ’ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει.
  8. Β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῶν πλουτιεῖ·
  9. ὀψοφάγος γάρ, ὥστε τοὺς λάρους εἶναι Σύρους.
καὶ ἐν Ἰκαρίοις δὲ ὁ αὐτὸς ποιητής φησι (II 458 K)·
  1. τόν τ’ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς,
  2. ὃς ἠπίαις φωναῖσιν, ἔμφρονος λόγου
  3. κόμποις παφλάζων, ὑπτίοις πυκνώμασι
    v.2.p.251
  4. πρὸς παν .......... δυσας ἔχει,
  5. μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος.
Φιλέταιρος δ’ ἐν Ἀσκληπιῷ τὸν Ὑπερείδην πρὸς τῷ ὀψοφαγεῖν καὶ κυβεύειν αὐτόν φησι, καθάπερ καὶ Καλλίαν τὸν ῥήτορα Ἀξιόνικος ἐν Φιλευριπίδῃ (II 413 K)·
  1. ἄλλον δ’ ἰχθὺν
  2. μεγέθει πίσυνόν τινα τοῖσδε τόποις
  3. ἥκει κομίσας
  4. Γλαῦκός τις ἐν πόντῳ γ’ ἁλούς,
  5. σῖτον ὀψοφάγων.
  6. καὶ λίχνων ἀνδρῶν ἀγάπημα φέρων κατ’ ὤμων.
  7. τίνα τῷδ’ ἐνέπω τὴν σκευασίαν;
  8. πότερον χλωρῷ τρίμματι βρέξας
  9. ἢ τῆς ἀγρίας
  10. ἅλμης πάσμασι σῶμα λιπάνας
  11. πυρὶ παμφλέκτῳ παραδώσω;
  12. ἔφα τις, ὡς ἐν ἅλμῃ
  13. θερμῇ τοῦτο φάγοι γ’ ἑφθὸν ἀνὴρ
  14. Μοσχίων φίλαυλος.
  15. βοᾷ δ’ ὄνειδος ἴδιον, ὦ Καλλία.
  16. ἦ σὺ μὲν ἀμφί τε σῦκα καὶ ἀμφὶ ταρίχι᾽ ἀγάλλῃ,
  17. τοῦ δ’ ἐν ἅλμῃ παρεόντος
  18. οὐ γεύῃ χαρίεντος ὄψου,
τὰ μὲν σῦκα, ὡς ἂν συκοφάντην λοιδορῶν, τὰ δὲ ταρίχη, μήποτε καὶ ὡς αἰσχροποιοῦντος. καὶ Ἕρμιππος δέ φησιν ἐν τρίτῳ περὶ τῶν Ἰσοκράτους μαθητῶν
v.2.p.252
(FHG III 50) ἑωθινὸν τὸν Ὑπερείδην ποιεῖσθαι νῦν τοὺς περιπάτους ἐν τοῖς ἰχθύσι.

Τίμαιος δ’ ὁ Ταυρομενίτης καὶ Ἀριστοτέλη τὸν φιλόσοφον ὀψοφάγον φησὶ γεγονέναι. καὶ Μάτων δ’ ὁ σοφιστὴς ὀψοφάγος ἦν· δηλοῖ δὲ τοῦτο Ἀντιφάνης ἐν Κιθαρῳδῷ, οὗ ἡ ἀρχή ‘οὐ ψεῦδος οὐδέν φησιν’ (II 58 K)·

  1. ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος
  2. Μάτων προσελθών.
Ἀναξίλας δ’ ἐν Μονοτρόπῳ (II 269 K)·
  1. τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον
  2. ἀναρπάσας Μάτων· ἐγὼ δ’ ἀπόλλυμαι.
ὑπερβολὴ γαστριμαργίας τὸ καὶ ἁρπάζειν ἐσθίοντα καὶ ταῦτα κρανίον κεστρέως, εἰ μὴ ἄρα οἱ περὶ ταῦτα δεινοὶ ἴσασιν ἐνόν τι χρήσιμον ἐν κεστρέως κρανίῳ, ὅπερ ἐστὶ τῆς Ἀρχεστράτου λιχνείας ἐμφανίσαι ἡμῖν.

Ἀντιφάνης δ’ ἐν Πλουσίοις κατάλογον ποιεῖται ὀψοφάγων ἐν τούτοις (II 89 K)·

  1. Εὔθυνος δ’ ἔχων
  2. σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος
  3. ἐλογίζετο τῶν πραγμάτων οὐκ οἶδ’ ὅ τι·
  4. Φοινικίδης δὲ Ταυρέας θ’ ὁ φίλτατος,
  5. ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες
  6. οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη,
  7. ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι
  8. ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ.
  9. κύκλους δὲ συναγείροντες ἔλεγον τοιάδε,
  10. ὡς οὐ βιωτόν ἐστιν οὐδ’ ἀνασχετὸν
    v.2.p.253
  11. τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας
  12. ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα,
  13. ὄψου δὲ μηδὲν .... εἰσπλεῖν μηδὲ γρῦ.
  14. τί οὖν ὄφελος τῶν νησιάρχων; ἔστι δὴ
  15. νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν
  16. τῶν ἰχθύων. νυνδὶ Μάτων συνήρπακεν
  17. τοὺς ἁλιέας, καὶ δὴ Διογείτων νὴ Δία
  18. ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν,
  19. κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν.
  20. γάμοι δ’ ἐκεῖνοι καὶ πότοι νεανικοὶ
  21. ἦσαν .....
Εὔφρων δὲ ἐν Μούσαις (IV 491 M)·
  1. Φοινικίδης δ’ ὡς εἶδεν ἐν πλήθει νέων
  2. μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων,
  3. ἐπίσχετ’ ὀργῇ χεῖρας ἠρεθισμένας·
  4. ‘τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν;
  5. τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι;
  6. ποῦ Κόρυδος ἢ Φυρόμαχος ἢ Νείλου βία;
  7. ἴτω πρὸς ἡμᾶς, καὶ τάχ’ ἂν οὐδὲν μεταλάβοι.’

τῆς αὐτῆς ἰδέας καὶ Μελάνθιος ἦν ὁ τῆς τραγῳδίας ποιητής· ἔγραψε δὲ καὶ ἐλεγεῖα. κωμῳδοῦσι δ’ αὐτὸν ἐπὶ ὀψοφαγίᾳ Λεύκων ἐν Φράτερσιν, Ἀριστοφάνης ἐν Εἰρήνῃ (v. 804), Φερεκράτης ἐν Πετάλῃ. ἐν δὲ τοῖς Ἰχθύσιν Ἄρχιππος τῷ δράματι (I 685 K) ὡς ὀψοφάγον δήσας παραδίδωσι τοῖς ἰχθύσιν

v.2.p.254
ἀντιβρωθησόμενον. ἀλλὰ μὴν καὶ Ἀρίστιππος ὁ Σωκρατικὸς ὀψοφάγος ἦν· ὅστις καὶ ὑπὸ Πλάτωνός ποτε ὀνειδιζόμενος ἐπὶ τῇ ὀψοφαγίᾳ, ὥς φησι Σωτίων καὶ Ἡγήσανδρος, ... γράφει δὲ οὕτως ὁ Δελφός (FHG IV 416)· ‘Ἀρίστιππος Πλάτωνος ἐπιτιμήσαντος αὐτῷ διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυεῖν ὀβολοῖν ἔφησεν ἐωνῆσθαι. τοῦ δὲ Πλάτωνος εἰπόντος διότι καὶ αὐτὸς ἂν ἠγόρασα τοσούτου, ‘ὁρᾷς οὖν, εἶπεν, ὦ Πλάτων, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος.’ Ἀντιφάνης δ’ ἐν Αὐλητρίδι ἢ Διδύμαις Φοινικίδην τινὰ ἐπ᾽ ὀψοφαγίᾳ κωμῳδῶν φησιν (II 30 K)·
  1. ὁ μὲν Μενέλαος ἐπολέμησ’ ἔτη δέκα
  2. τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν,
  3. Φοινικίδης δὲ Ταυρέᾳ δι’ ἔγχελυν.

Δημοσθένης δ’ ὁ ῥήτωρ Φιλοκράτην, ἐπειδὴ ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἠγόραζεν, εἰς ἀσέλγειαν καὶ ὀψοφαγίαν λοιδορεῖ (19, 229). Διοκλῆς δὲ ὁ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος (FHG IV 416), πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθύς, γόγγρος ἢ λάβραξ, ‘ὃ μὲν ἑφθός, ἔφη, ὃ δὲ ὀπτός.’ ὀψοφάγος δ’ ἦν καὶ Λεοντεὺς ὁ Ἀργεῖος τραγῳδός, Ἀθηνίωνος μὲν μαθητής, οἰκέτης δὲ γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν Ἀμάραντος ἐν τοῖς περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ἰόβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο·

  1. μή με Λεοντῆος τραγικοῦ κεναρηφαγον ηχος
  2. λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὅρα.
  3. ἤμην γάρ ποτ’ ἐγὼ Βάκχῳ φίλος, οὐδέ τιν’ ὧδε
    v.2.p.255
  4. γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο.
  5. νῦν δέ με χυτρόποδες, κέραμοι καὶ ξηρὰ τάγηνα
  6. χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.

Φόρυσκον δέ φησιν Ἡγήσανδρος (FHG IV 417) τὸν ἰχθυοφάγον οὐ δυνηθέντα ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλ’ ἀκολουθήσαντος αὐτῷ πλείονος εἰπεῖν (Soph. Ant. 714)·

  1. τὰ δ’ ἀντιτείνοντ’ αὐτόπρεμν’ ἀπόλλυται,
καὶ ὅλον τὸν ἰχθὺν ἀναλῶσαι. Βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος στρέψας καὶ αὐτὸς καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν (Eur. Bacch. 1127)·
  1. Ἰνὼ δὲ τἀπὶ θάτερ’ ἐξειργάζετο.
Θεόκριτος δ’ ὁ Χῖος τελευτησάσης τῆς γυναικὸς Διοκλεῖ τῷ ὀψοφάγῳ, ἐπειδὴ ποιῶν αὐτῇ τὸ περίδειπνον πάλιν ὠψοφάγει κλαίων ἅμα, ‘παῦσαι, φησί, κλαίων, ὦ πόνηρε· οὐδὲν γὰρ πλέον ὀψοφαγῶν ποιήσεις.’ τοῦ δ’ αὐτοῦ καὶ τὸν ἀγρὸν καταβεβρωκότος εἰς ὀψοφαγίαν, ἐπειδὴ θερμόν ποτε καταβροχθίσας ἰχθὺν ἔφησε τὸν οὐρανὸν κατακεκαῦσθαι, ‘λοιπόν, ἔφησεν, ἐστίν, ὁ Θεόκριτος, σοι καὶ τὴν θάλασσαν ἐκπιεῖν, καὶ ἔσῃ τρία τὰ μέγιστα ἠφανικώς, γῆν καὶ θάλατταν καὶ οὐρανόν.’ Κλέαρχος δ’ ἐν τοῖς περὶ βίων φίλιχθύν τινα ἀναγράφων φησὶν οὕτως (FHG II 308)· ‘Τέχνων ὁ παλαιὸς αὐλητὴς Χάρμου τοῦ αὐλητοῦ τελευτήσαντος (ἦν δὲ φίλιχθυς) ἀποπυρίδας ἐπὶ τοῦ μνήματος ἐνήγιζεν αὐτῷ.’ καὶ Ἄλεξις δ’ ὁ ποιητὴς ἦν ὀψοφάγος, ὡς ὁ Σάμιός φησι Λυγκεύς· καὶ σκωπτόμενος ὑπό τινων σπερμολόγων εἰς ὀψοφαγίαν ἐρομένων τε ἐκείνων τί ἂν ἥδιστα φάγοι, ὁ
v.2.p.256
Ἄλεξις ‘σπερμολόγους, ἔφη, πεφρυγμένους.’

Νόθιππον δὲ τὸν τραγῳδιοποιόν, ὃν Ἕρμιππος ἐν ταῖς Μοίραις φησίν (I 236 K)·

  1. εἰ δ’ ἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε
  2. μάχεσθαι,
  3. καὶ βατὶς αὐτῶν ἡγεῖτ’ ὀπτὴ μεγάλη καὶ πλευρὸν
  4. ὕειον,
  5. τοὺς μὲν ἄρ’ ἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ
  6. Νόθιππον ἑκόντα.
  7. εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν.
ὅτι δὲ οὗτός ἐστιν ὁ ποιητὴς σαφῶς παρίστησι Τηλεκλείδης ἐν Ἡσιόδοις (I 214 K). Μυννίσκος ὁ τραγικὸς ὑποκριτὴς κωμῳδεῖται ὑπὸ Πλάτωνος ἐν Σύρφακι ὡς ὀψοφάγος οὕτως (I 642 K)·
  1. ὁδὶ μὲν Ἀναγυράσιος Ὀρφώς ἐστί σοι.
  2. θ’ οὔθ’ ὡς φίλος Μυννίσκος ἔσθ’ ὁ Χαλκιδεύς.
  3. Β. καλῶς λέγεις.
καὶ Λάμπωνα δὲ τὸν μάντιν ἐπὶ τοῖς ὁμοίοις κωμῳδοῦσι Καλλίας Πεδήταις καὶ Λύσιππος Βάκχαις. Κρατῖνος δ’ ἐν Δραπέτισιν εἰπὼν περὶ αὐτοῦ (I 30 K)·
  1. Λάμπωνα, τὸν οὐ βροτῶν
  2. ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν,
ἐπιφέρει·
  1. νῦν δ’ αὖθις ἐρυγγάνει.
  2. βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κᾂν μάχοιτο
    v.2.p.257

Ἡδύλος δ’ ἐν ἐπιγράμμασιν ὀψοφάγους καταλέγων Φαίδωνος μέν τινος ἐν τούτοις μέμνηται·

  1. Φαίδων δὲ ... φύσκι’ ἐνείκαι
  2. χορδάς θ᾽ ὁ ψάλτης· ἐστὶ γὰρ ὀψοφάγος.
Ἄγιδος δ’ ἐν τούτοις·
  1. ἑφθὸς ὁ κάλλιχθυς· νῦν ἔμβαλε τὴν βαλανάγραν,
  2. ἔλθῃ μὴ Πρωτεὺς Ἆγις ὁ τῶν λοπάδων·
  3. γίνεθ’ ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται, ἀλλ’ ἀπόκλειε ...
  4. ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς
  5. χρυσορόης ἐπὶ τήνδ’ Ἀκρισίου λοπάδα.
καὶ γυναῖκα δέ τινα Κλειὼ ἐπὶ τοῖς ὁμοίοις σκώπτων φησίν·
  1. ὀψοφάγει Κλειοῖ· καταμύομεν· ἢν δὲ θελήσῃς,
  2. ἔσθε μόνη. δραχμῆς ἐστιν ὁ γόγγρος ἅπας.
  3. θὲς μόνον ἢ ζώνην ἢ ἐνώτιον ἤ τι τοιοῦτον
  4. σύσσημον. τὸ δ’ ὁρᾶν μὴ μόνον οὐ λέγομεν.
  5. ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα πάντες ἀπλάτου
  6. οὐ Γοργοῦς, γόγγρου δ’ οἱ μέλεοι λοπάδι.

Ἀριστόδημος δ’ ἐν τοῖς γελοίοις ἀπομνημονεύμασιν Εὐφράνορά φησι (FHG III 310) τὸν ὀψοφάγον ἀκούσαντα ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανε θερμὸν ἰχθύος τέμαχος καταπιὼν ἀναφωνῆσαι ‘ἱερόσυλος ὁ θάνατος.’ Κίνδων δὲ ὁ ὀψοφάγος καὶ Δημύλος (ὀψοφάγος δὲ καὶ οὗτος) γλαύκου παρατεθέντος, ἄλλου δ’ οὐδενός, ὃ μὲν τὸν ὀφθαλμὸν κατελάβετο, καὶ ὁ Δημύλος ἐπὶ τὸν ἐκείνου ὀφθαλμὸν ἐπιβαλὼν ἐβιάζετο

v.2.p.258
φωνῶν ‘ἄφες καὶ ἀφήσω.’ ἐν δείπνῳ δέ ποτε καλῆς λοπάδος ὄψου παρατεθείσης ὁ Δημύλος οὐκ ἔχων ὅπως αὐτὴν μόνος καταφάγῃ ἐνέπτυσεν εἰς αὐτήν. Ζήνων δ’ ὁ Κιτιεὺς ὁ τῆς στοᾶς κτίστης πρὸς τὸν ὀψαφάγον ᾧ συνέζη ἐπὶ πλείονα χρόνον, καθά φησιν Ἀντίγονος ὁ Καρύστιος ἐν τῷ Ζήνωνος βίῳ (p. 119 Wil), μεγάλου τινὸς κατὰ τύχην ἰχθύος παρατεθέντος, ἄλλου δ’ οὐδενὸς παρεσκευασμένου, λαβὼν ὅλον ὁ Ζήνων ἀπὸ τοῦ πίνακος οἷος ἦν κατεσθίειν. τοῦ δ’ ἐμβλέψαντος αὐτῷ, ‘τί οὖν, ἔφη, τοὺς συζῶντάς σοι οἴει πάσχειν, εἰ σὺ μίαν ἡμέραν μὴ δεδύνησαι ἐνεγκεῖν ὀψοφαγίαν;’ Ἴστρος δέ φησι (om. FHG) Χοιρίλον τὸν ποιητὴν παρ’ Ἀρχελάου τέσσαρας μνᾶς ἐφ’ ἡμέρᾳ λαμβάνοντα ταύτας καταναλίσκειν εἰς ὀψοφαγίαν, γενόμενον ὀψοφάγον οὐκ ἀγνοῶ δὲ καὶ τοὺς ἰχθυοφάγους παῖδας, ὧν Κλέαρχος μνημονεύει ἐν τῷ περὶ θινῶν (FHG II 325)· φάσκων Ψαμμήτιχον τὸν Αἰγυπτίων βασιλέα παῖδας θρέψαι ἰχθυοφάγους, τὰς πηγὰς τοῦ Νείλου βουλόμενον εὑρεῖν· καὶ ἄλλους δὲ ἀδίψους ἀσκῆσαι τοὺς ἐρευνησομένους τὰς ἐν Λιβύῃ ψάμμους, ὧν ὀλίγοι διεσώθησαν. οἶδα δὲ καὶ τοὺς περὶ Μόσσυνον τῆς Θρᾴκης βοῦς, οἳ ἰχθῦς ἐσθίουσι παραβαλλομένους αὐτοῖς εἰς τὰς φάτνας. Φοινικίδης δὲ τοὺς ἰχθῦς παρατιθεὶς τοῖς τὰς συμβολὰς δεδωκόσι τὴν μὲν θάλασσαν ἔλεγε κοινὴν εἶναι, τοὺς δ’ ἐν αὐτῇ ἰχθῦς τῶν ὠνησαμένων.

εἴρηται δὲ καὶ ὁ ὀψοφάγος, ὦ ἑταῖροι, καὶ τὸ ὀψοφαγεῖν. Ἀριστοφάνης ἐν Νεφέλαις δευτέραις (v. 983)·

v.2.p.259
  1. οὐδ᾽ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν.
Κηφισόδωρος Ὑί (I 802 K)·
  1. οὐδ’ ὀψοφάγος οὐδ’ ἀδολέσχης.
Μάχων Ἐπιστολῇ (IV 496 M)·
  1. ὀψοφάγος εἰμί. τοῦτο δ’ ἐστὶ τῆς τέχνης
  2. θεμέλιος ἡμῖν· προσπεπονθέναι τι δεῖ
  3. τὸν μὴ τὰ παραδοθέντα λυμανούμενον.
  4. ὁ πεφροντικὼς αὑτοῦ γὰρ οὐκ ἔσται κακός.
  5. ἔπειτ’ ἐπὰν ᾖ καθαρὰ τᾀσθητήρια,
  6. οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά.
  7. ἅλας οὐκ ἔχει· προσένεγκ᾽. ἔτ᾽ ἐπιδεῖταί τινος
  8. ἑτέρου· πάλιν γεύου σύ, μέχρι ἂν ἡδὺς ᾖ,
  9. ὥσπερ λύραν ἐπίτειν᾽, ἕως ἂν ἁρμόσῃ.
  10. εἶθ’ ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇ,
  11. εἴσαγε διὰ πασῶν νικολαίδας μυκόνιος.
πρὸς τούτοις τοῖς ὀψοφάγοις, ἄνδρες ἑταῖροι, οἶδα καὶ τὸν παρ’ Ἠλείοις τιμώμενον Ὀψοφάγον Ἀπόλλωνα. μνημονεύει δὲ αὐτοῦ Πολέμων ἐν τῇ πρὸς Ἄτταλον ἐπιστολῇ (fr. 70 Pr). οἶδα δὲ καὶ τὴν ἐν τῇ Πισάτιδι γραφὴν ἀνακειμένην ἐν τῷ τῆς Ἀλφειώσας Ἀρτέμιδος ἱερῷ (Κλεάνθους δ’ ἐστὶ τοῦ Κορινθίου), ἐν ᾗ Ποσειδῶν πεποίηται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι, ὡς ἱστορεῖ Δημήτριος ἐν ὀγδόῳ Τρωικοῦ διακόσμου (fr. 5 Gaede).

καὶ τοσαῦτα μέν, ἔφη ὁ Δημόκριτος, καὶ

v.2.p.260
αὐτὸς ὑμῖν προσοψωνήσας οὐκ ὀψοφαγήσων παρῆλθον διὰ τὸν πάντα ἄριστον Οὐλπιανόν, ὃς διὰ τὰ Σύρων πάτρια καὶ ἡμᾶς τῶν ἰχθύων ἀπεστέρησεν ἕτερ’ ἐκ Συρίας παρεισφέρων. καίτοι γε Ἀντίπατρος ὁ Ταρσεὺς ὁ ἀπὸ τῆς στοᾶς ἐν τετάρτῳ περὶ δεισιδαιμονίας λέγεσθαί φησι πρός τινων ὅτι Γάτις ἡ τῶν Σύρων βασίλισσα οὕτως ἦν ὀψοφάγος ὥστε κηρῦξαι ἄτερ Γάτιδος μηδένα ἰχθὺν ἐσθίειν· ὑπ’ ἀγνοίας δὲ τοὺς πολλοὺς αὐτὴν μὲν Ἀταργάτιν ὀνομάζειν, ἰχθύων δὲ ἀπέχεσθαι. Μνασέας δ’ ἐν δευτέρῳ περὶ Ἀσίας φησὶν οὕτως (FGH III 155)· ‘ἐμοὶ μὲν ἡ Ἀταργάτις δοκεῖ χαλεπὴ βασίλισσα γεγονέναι καὶ τῶν λαῶν σκληρῶς ἐπεστατηκέναι, ὥστε καὶ ἀπονομίσαι αὐτοῖς ἰχθὺν μὴ ἐσθίειν, ἀλλὰ πρὸς αὐτὴν ἀναφέρειν διὰ τὸ ἀρέσαι αὐτῇ τὸ βρῶμα. καὶ διὰ τόδε νόμιμον ἔτι διαμένειν, ἐπὰν εὔξωνται τῇ θεῷ, ἰχθῦς ἀργυροῦς ἢ χρυσοῦς ἀνατιθέναι· τοὺς δὲ ἱερεῖς πᾶσαν ἡμέραν τῇ θεῷ ἀληθινοὺς ἰχθῦς ἐπὶ τὴν τράπεζαν ὀψοποιησαμένους παρατιθέναι, ἑφθούς τε ὁμοίως καὶ ὀπτούς, οὓς δὴ αὐτοὶ καταναλίσκουσιν οἱ τῆς θεοῦ ἱερεῖς.’ καὶ μικρὸν προελθὼν πάλιν φησίν· ‘ἡ δέ γε Ἀταργάτις, ὥσπερ Ξάνθος λέγει ὁ Λυδός (FHG I 38), ὑπὸ Μόψου τοῦ Λυδοῦ ἁλοῦσα κατεποντίσθη μετὰ Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ περὶ Ἀσκάλωνα λίμνῃ διὰ τὴν ὕβριν καὶ ὑπὸ τῶν ἰχθύων κατεβρώθη.’

τάχα δὲ καὶ ὑμεῖς, ἄνδρες φίλοι, ἑκόντες παρελίπετε ὡς ἱερόν τινα ἰχθὺν τὸν παρ’ Ἐφίππῳ τῷ κωμῳδιοποιῷ, ὅν φησι τῷ

v.2.p.261
Γηρυόνῃ σκευάζεσθαι ἐν τῷ ὁμωνύμῳ δράματι διὰ τούτων λέγων (II 252 K)·
  1. τούτῳ δ’ ὁπόταν ναέται χώρας
  2. ἰχθύν τιν’ ἕλωσ’ οὐχ ἡμέριον,
  3. τῆς περικλύστου δ’ ἁλίας Κρήτης
  4. μείζω μεγέθει, λοπάς ἐστ’ αὐτῷ
  5. δυνατὴ τούτους χωρεῖν ἑκατόν.
  6. καὶ περιοίκους εἶναι ταύτῃ
  7. Σινδούς, Λυκίους, Μυγδονιώτας,
  8. Κραναούς, Παφίους. τούτους δ’ ὕλην
  9. κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ
  10. τὸν μέγαν ἰχθύν· καὶ προσάγοντας,
  11. καθ’ ὅσον πόλεως ἕστηκεν ὅρος,
  12. τοὺς δ’ ὑποκαίειν. λίμνην δ’ ἐπάγειν
  13. ὕδατος μεστὴν εἰς τὴν ἅλμην,
  14. τοὺς δ’ ἅλας αὐτῷ ζεύγη προσάγειν
  15. μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν.
  16. περιπλεῖν δ’ ἐπὶ τοῖς ἄμβωσιν ἄνω
  17. πέντε κέλητας πεντασκάλμους,
  18. περιαγγέλλειν τ᾽· ‘οὐχ ὑποκαίεις,
  19. Λυκίων πρύτανι; ψυχρὸν τουτί·
  20. παύου φυσῶν, Μακεδὼν ἄρχων·
  21. σβέννυ, Κέλθ᾽, ὡς μὴ προσκαύσῃς.’
οὐκ ἀγνοῶ δ’ ὅτι τὰ αὐτὰ ταῦτα εἴρηκεν ὁ Ἔφιππος κἀν Πελταστῇ τῷ δράματι (II 261 K), ἐν ᾧ καὶ ταῦτα ἐκείνοις ὑποτέτακται·
v.2.p.262
  1. τοιαῦθ’ ὑθλῶν δειπνεῖ καὶ ζῇ
  2. θαυμαζόμενος μετὰ μειρακίων,
  3. οὐ γινώσκων ψήφων ἀριθμούς,
  4. σεμνὸς σεμνῶς χλανίδ’ ἕλκων.
εἰς τίνα δὲ ταῦτ’ ἀποτεινόμενος ὁ Ἔφιππος εἴρηκεν ὥρα σοι ζητεῖν, καλὲ Οὐλπιανέ, καὶ διδάσκειν ἡμᾶς, καὶ τῶν εἰρημένων τούτων
  1. εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
  2. ἐπαναδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·
  3. σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι,
κατὰ τὸν Αἰσχύλου Προμηθέα (814).’

καὶ ὁ Κύνουλκος ἀνεβόησε· ‘καὶ τίν’ ἂν τῶν μεγάλων οὗτος οὐκ ἰχθύων, ἀλλὰ ζητήσεων ἐπὶ νοῦν λάβοι; ὃς τὰς ἀκάνθας ἀεὶ ἐκλέγει ἑψητῶν τε καὶ ἀθερινῶν καὶ εἴ τι τούτων ἀτυχέστερόν ἐστιν ἰχθύδιον, τὰ μεγάλα τεμάχη παραπεμπόμενος. καθάπερ γὰρ

  1. ἐν ταῖς γεννικαῖς εὐωχίαις,
φησὶν ἐν Ἰξίονι Εὔβουλος (II 176 K),
  1. ἀμύλων παρόντων ἐσθίουσ’ ἑκάστοτε
  2. ἄνηθα καὶ σέλινα καὶ φλυαρίας
  3. καὶ κάρδαμ’ ἐσκευασμένα,
οὕτω μοι δοκεῖ καὶ ὁ ‘λεβητοχάρων’ Οὐλπιανός, κατὰ τὸν ἐμὸν Μεγαλοπολίτην Κερκιδᾶν (II 515 B), μηδὲν μὲν ἐσθίειν τῶν ἀνδρὶ προσηκόντων, τηρεῖν δὲ τοὺς ἐσθίοντας εἰ παρεῖδον ἢ ἄκανθαν ἢ τῶν τραγανῶν τι ἢ χονδρῶδες τῶν παρατεθέντων, οὐδ’ ἐπὶ νοῦν βαλλόμενος τὸ τοῦ καλοῦ καὶ λαμπροῦ Αἰσχύλου, ὃς τὰς αὑτοῦ τραγῳδίας τεμάχη εἶναι ἔλεγεν τῶν Ὁμήρου
v.2.p.263
μεγάλων δείπνων. φιλόσοφος δὲ ἦν τῶν πάνυ ὁ Αἰσχύλος, ὃς καὶ ἡττηθεὶς ἀδίκως ποτέ, ὡς Θεόφραστος ἢ Χαμαιλέων (fr. 35 Köpke) ἐν τῷ περὶ ἡδονῆς εἴρηκεν, ἔφη χρόνῳ τὰς τραγῳδίας ἀνατιθέναι, εἰδὼς ὅτι κομιεῖται τὴν προσήκουσαν τιμήν.

πόθεν δὲ καὶ εἰδέναι δύναται, ἅπερ εἶπεν Στρατόνικος ὁ κιθαριστὴς εἰς Πρόπιν τὸν Ῥόδιον κιθαρῳδόν; Κλέαρχος γὰρ ἐν τοῖς περὶ παροιμιῶν φησιν (FHG II 319) ὡς ὁ Στρατόνικος θεασάμενος τὸν Πρόπιν ὄντα τῷ μὲν μεγέθει μέγαν, τῇ δὲ τέχνῃ κακὸν καὶ ἐλάττονα τοῦ σώματος, ἐπερωτώντων αὐτὸν ποῖός τίς ἐστιν εἶπεν ‘οὐδεὶς κακὸς μέγας ἰχθύς’, αἰνισσόμενος ὅτι πρῶτον μὲν οὐδείς ἐστιν, εἶθ’ ὅτι κακός, καὶ πρὸς τούτοις μέγας μέν, ἰχθὺς δὲ διὰ τὴν ἀφωνίαν. Θεόφραστος δ’ ἐν τῷ περὶ γελοίου (fr. 130 W) λεχθῆναι μέν φησι τὴν παροιμίαν ὑπὸ τοῦ Στρατονίκου, ἀλλ’ εἰς Σιμύκαν τὸν ὑποκριτήν, διελόντος τὴν παροιμίαν ‘μέγας οὐδεὶς σαπρὸς ἰχθύς.’ Ἀριστοτέλης δ’ ἐν τῇ Ναξίων πολιτείᾳ (fr. 510 R) περὶ τῆς παροιμίας οὕτως γράφει· ‘τῶν παρὰ Ναξίοις εὐπόρων οἱ μὲν πολλοὶ τὸ ἄστυ ᾤκουν, οἱ δὲ ἄλλοι διεσπαρμένοι κατὰ κώμας. ἐν οὖν δή τινι τῶν κωμῶν, ᾗ ὄνομα ἦν Ληιστάδαι, Τελεσταγόρας ᾤκει, πλούσιός τε σφόδρα καὶ εὐδοκιμῶν καὶ τιμώμενος παρὰ τῷ δήμῳ τοῖς τ’ ἄλλοις ἅπασι καὶ τοῖς καθ’ ἡμέραν πεμπομένοις. καὶ ὅτε καταβάντες ἐκ τῆς πόλεως δυσωνοῖντό τι τῶν πωλουμένων, ἔθος ἦν τοῖς πωλοῦσι λέγειν ὅτι μᾶλλον ἂν προέλοιντο Τελεσταγόρᾳ δοῦναι ἢ τοσούτου ἀποδόσθαι. νεανίσκοι οὖν τινες ὠνούμενοι μέγαν ἰχθὺν εἰπόντος τοῦ ἁλιέως

v.2.p.264
τὰ αὐτὰ λυπηθέντες τῷ πολλάκις ἀκούειν ὑποπιόντες ἐκώμασαν πρὸς αὐτόν. δεξαμένου δὲ τοῦ Τελεσταγόρου φιλοφρόνως αὐτοὺς οἱ νεανίσκοι αὐτόν τε ὕβρισαν καὶ δύο θυγατέρας αὐτοῦ ἐπιγάμους. ἐφ’ οἷς ἀγανακτήσαντες οἱ Νάξιοι καὶ τὰ ὅπλα ἀναλαβόντες ἐπῆλθον τοῖς νεανίσκοις, καὶ μεγίστη τότε στάσις ἐγένετο προστατοῦντος τῶν Ναξίων Λυγδάμιδος, ὃς ἀπὸ ταύτης τῆς στρατηγίας τύραννος ἀνεφάνη τῆς πατρίδος ....’