Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ΗΠΑΤΟΣ ἢ ΛΕΒΙΑΣ. Διοκλῆς τοῦτόν φησι τῶν πετραίων εἶναι· Σπεύσιππος δ’ ὅμοιον φάγρῳ τὸν ἥπατον. ἐστὶ δὲ μονήρης, ὥς φησιν Ἀριστοτέλης (p. 306 R), σαρκοφάγος τε καὶ καρχαρόδους, τὴν χροιὰν μὲν μέλας, ὀφθαλμοὺς δὲ μείζονας ἢ καθ’
- καὶ λεβίαν λαβέ, Μόσχε, τὸν ἥπατον ἐν περικλύστῳ
- Δήλῳ καὶ Τήνῳ.
ΗΛΑΚΑΤΗΝΕΣ. Μνησίμαχος Ἱπποτρόφῳ (II 438 K)·
εἰσὶ δὲ κητώδεις, ἐπιτήδειοι εἰς ταριχείαν. Μένανδρος Κόλακί φησι (IV 154 M)·
- σκόμβρος,
- θύννος, κωβιός, ἠλακατῆνες.
Μνασέας δὲ ὁ Πατρεύς φησι (FHG III 155)· ‘Ἰχθύος δὲ γίνεται καὶ Ἡσυχίας τῆς ἀδελφῆς Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατῆνες.’
- κωβιός, ἠλακατῆνες,
- κυνὸς οὐραῖον.
ΘΥΝΝΟΣ. τοῦτόν φησιν Ἀριστοτέλης (h. an. 598 a b) εἰσπλεῖν εἰς τὸν Πόντον ἐχόμενον τῆς γῆς· ἐν τῷ δεξιῷ ὀφθαλμῷ βλέπειν, τῷ γὰρ εὐωνύμῳ ἀμβλυωπεῖν. ἔχει δ’ ὑπὸ τὰ πτερύγια τὸν λεγόμενον οἶστρον. χαίρει δὲ ἀλέᾳ· διὸ καὶ πρὸς τὴν ἄμμον πρόσεισι. γίνεται δὲ ἐδώδιμος ὅταν τοῦ οἴστρου παύσηται. μίσγεται δὲ μετὰ τὴν φωλείαν, ὥς φησι Θεόφραστος, καὶ ἕως μὲν ἂν ἔχῃ μικρὰ τὰ κυήματα, δυσάλωτος, ὅταν δὲ μείζω γένηται, διὰ τὸν οἶστρον ἁλίσκεται. φωλεύει δὲ ὁ θύννος καίτοι πολυαίματος ὤν. Ἀρχέστρατος δέ φησιν (fr. 21 R)·
- ἀμφὶ δὲ τὴν ἱεράν τε καὶ εὐρύχορον Σάμον ὄψῃ
- θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν
- ὄρκυν, ἄλλοτε δ’ αὖ κῆτος. τούτου δὲ θεοῖς χρὴ
- ὀψωνεῖν ἃ πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς ...
- ἐστὶ δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ·
- ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους
- πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή.
- ἂν δέ ποτ’ Ἰταλίας ἱερᾶς Ἱππώνιον ἔλθῃς
- ἑρπετὸν εἰς ὕδατος στεφάνους, πολὺ δὴ, πολὺ πάντων
- ἐνταῦθ’ εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης.
- οἱ δ’ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν
- πολλὰ περάσαντες πελάγη βρυχίου διὰ πόντου·
- ὥστ’ αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας ἀώρους.
ὠνομάσθη δὲ θύννος ἀπὸ τοῦ θύειν τε καὶ ὁρμᾶν. ὁρμητικὸς γὰρ ὁ ἰχθὺς διὰ τὸ ἔχειν κατά τινα ὥραν οἶστρον ἐπὶ τῆς κεφαλῆς, ὑφ’ οὗ φησιν ὁ Ἀριστοτέλης αὐτὸν ἐξελαύνεσθαι γράφων οὕτως (h. an. 602 a 25)· ‘οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν· ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα παρὰ τὰ πτερύγια οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ’ ἡλίκον ἀράχνης. τοῦτο δὲ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον τοῦ δελφῖνος· καὶ τοῖς πλοίοις πολλάκις ἐμπίπτουσι.’ καὶ Θεοδωρίδας δέ φησι (anth. I. 521 B)·
Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν (c. 8 H) περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. εἰσὶν γὰρ οἱ θύννοι οἷον ὕες, ἀπὸ τῶν βαλάνων αὐξανόμενοι
- θύννοι τε διοιστρήσοντι Γαδείρων δρόμον.
v.2.p.166
ἐπαινεῖται δὲ τοῦ ἰχθύος τούτου τὰ ὑπογάστρια, ὡς καὶ Εὔβουλός φησιν ἐν Ἴωνι (II 177 K)·
Ἀριστοφάνης Λημνίαις (I 487 K)·
- μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει
- ὑπογάστρι’ ὀπτῶν.
Στράττις Ἀταλάντῃ (I 713 K)·
- οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου
- ὑπογάστριον.
ἐν δὲ Μακεδόσιν (I 719 K)·
- ὑπογάστριον θύννου τι κἀκροκώλιον
- δραχμῆς ὕειον.
Ἔριφος Μελιβοίᾳ (II 429 K)·
- ὑπογάστριά θ’ ἡδέα θύννων.
ὅταν δὲ καὶ Θεόπομπος ἐν Καλλαίσχρῳ λέγῃ (I 738 K)·
- ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι
- ὑπογάστριον θύννακος οὐδὲ κρανίον
- λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας,
- ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς.
παρατηρητέον ὅτι ἐπὶ ἰχθύων μὲν ὑπογάστριον λέγουσι, σπανίως δ’ ἐπὶ χοίρων καὶ τῶν ἄλλων ζῴων. ἄδηλον δ’ ἐπὶ τίνων ἔταξε τὸ ὑπογάστριον Ἀντιφάνης ἐν τῷ Ποντικῷ, ὅταν λέγῃ (II 92 K)·
- ἰχθύων δὲ δὴ
- ὑπογάστρι᾽, ὦ Δάματερ,
v.2.p.167
Ἄλεξις δ’ ἐν Ὀδυσσεῖ ὑφαίνοντι καὶ τὴν κεφαλὴν τοῦ θύννου ἐπαινῶν φησιν (II 354 K)·
- ὅστις ὠψώνηκ’ ἴσως
- τούτους μεγαλείως ταῖς κάκιστ’ ἀπολουμέναις
- ὑπογάστρι’ ἐλθὼν (ὅσα Ποσειδὼν ἀπολέσαι)
- τάττειν τε γεννικῶς παρασκευάζεται
- πλευρὰν μετ’ αὐτῶν.
ἐπῄνουν δὲ τῶν θύννων καὶ τὰς κλεῖδας καλουμένας, ὡς Ἀριστοφῶν ἐν Πειρίθῳ (II 278 K)·
- καὶ τοὺς ἁλιέας δ’ εἰς τὸ βάραθρον ἐμβάλω·
- ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι,
- τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας.
- Β. οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου
- ἐνόμιζεν ἐγχέλεια καὶ θύννας ἔχειν.
- καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς·
- κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι
- Β. αἷς τὰς θύρας κλείουσι; Α. θύννειοι μὲν οὖν.
- Β. σεμνὸν τὸ βρῶμα. Α. καὶ τρίτη Λακωνική.
Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως (p. 174 Wil) τῷ Ποσειδῶνί φησι θύννον θύεσθαι, καθάπερ προείπαμεν (p. 297 b). Ἡρακλέων δ’ ὁ Ἐφέσιος θύννον
καὶ ἀλλαχοῦ (fr. 301 N)·
- σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους
- ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο
- ἄναυδος.
ὡς τοῦ θύννου τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέποντος, ὡς Ἀριστοτέλης εἴρηκεν (cf. p. 301 e). Μένανδροσ Ἁλιεῦσι (IV 77 M)·
- τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην,
καὶ παρὰ Σώφρονι ὁ θυννοθήρας ἐστίν (p. 12 Bo). οὓς ἔνιοι θύννους καλοῦσιν, Ἀθηναῖοι δὲ θυννίδας.
- καὶ θάλασσα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.
ΘΥΝΝΙΣ. τοῦ ἄρρενος ταύτην φησὶ διαφέρειν ὁ Ἀριστοτέλης (h. an. 543 a 12) τῷ ἔχειν ὑπὸ τῇ γαστρὶ πτερύγιον, ὃ καλεῖσθαι ἀθέρα. ἐν δὲ τῷ περὶ ζῴων μορίων (ib. 543 b 11) διιστὰς αὐτὴν τοῦ θύννου φησιν τοῦ θέρους τίκτειν περὶ τὸν Ἑκατομβαιῶνα θυλακοειδές, ἐν ᾧ πολλὰ γίνεσθαι μικρὰ ᾠά. καὶ Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων διίστησιν αὐτὰς τῶν θύννων καὶ Ἐπίχαρμος ἐν Μούσαις. Κρατῖνος δ’ ἐν Πλούτοις φησίν (I 63 K)·
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ἰχθύων (p. 299 R) ἀγελαῖον καὶ ἐκτοπιστικὸν εἶναι τὴν θυννίδα. Ἀρχέστρατος δ’ ὁ κίμβιξ φησί (fr. 20 R)·
- ἐγὼ γάρ εἰμι θυννὶς ἡ μέλαινά σοι
- καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
καὶ Ἀντιφάνης δ’ ἐν Παιδεραστῇ (II 85 K)·
- καὶ θύννης οὐραῖον ἔχειν — τὴν θυννίδα φωνῶ
- τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν.
- εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν
- ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας.
- θερμά τ’ ἔχειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην·
- καὶ ξήρ’ ἂν ἐθέλῃς ἔσθειν γενναῖα πέλονται,
- ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια.
- ἂν δ’ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη.
τῆς θυννίδος τὸ οὐραῖον ἐπαινεῖ καὶ Ἀντιφάνης ἐν Κουρίδι οὕτως (II 63 K)·
- τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας
- τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν.
κομιδῇ γὰρ οὐκ ἦν οὐδαμοῦ. τούτων τῶν ἰαμβείων ἔνια ἔστιν εὑρεῖν καὶ ἐν Ἀκεστρίᾳ καὶ ἐν Ἀγροίκῳ ἢ Βουταλίωνι. Ἱππῶναξ δέ, ὡς Λυσανίας ἐν τοῖς περὶ ἰαμβοποιῶν παρατίθεται, φησίν (II 474 B4)·
- ὁ μὲν ἐν ἀγρῷ τρεφόμενος
- θαλάττιον μὲν οὗτος οὐδὲν ἐσθίει
- πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν’ ἢ νάρκην τιν’ ἢ
- θύννης τὰ πρὸς γῆς. Β. ποῖα; Α. τὰ κάτωθεν λέγω.
- Β. τούτους φάγοις ἄν; Γ. τοὺς γὰρ ἄλλους νενόμικα
- ἀνθρωποφάγους ἰχθῦς. Β. τὸ δεῖνα δ’ ἐσθίεις,
v.2.p.170- τουτι κακόνωτα πλοῖα; Γ. Κωπᾷδας λέγεις;
- ἀγρίως γε ... παρὰ λίμνην γὰρ γεωργῶν τυγχάνω.
- τὰ δ’ ἐγχέλεια γράψομαι λιποταξίου·
μνημονεύει δὲ τῶν θυννίδων καὶ Στράττις ἐν Καλλιππίδῃ (I 715 K).
- ὃ μὲν γὰρ αὐτῶν ἡσυχῇ τε καὶ ῥύβδην
- θυννίδα τε καὶ μυττωτὸν ἡμέρας πάσας
- δαινύμενος, ὥσπερ Λαμψακηνὸς εὐνοῦχος,
- κατέφαγε δὴ τὸν κλῆρον· ὥστε χρὴ σκάπτειν
- πέτρας τορείας, σῦκα μέτρια τρώγων
- καὶ κρίθινον κόλλικα, δούλιον χόρτον.
ΙΠΠΟΥΡΟΙ. Ἀριστοτέλης ἐν δευτέρῳ ζῴων μορίων (p. 543 a 22) τοὺς ἱππούρους φησὶν ᾠὰ τίκτειν, καὶ ταῦτα ἐξ ἐλαχίστων μέγιστα γίνεσθαι, ὡς καὶ τὰ τῆς σμυραίνης· τίκτειν δὲ ἔαρος. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων κορύφαιναν καλεῖσθαί φησι τὸν ἵππουρον. Ἱκέσιος δ’ ἱππουρεῖς αὐτοὺς προσαγορεύει. μνημονεύει δ’ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)·
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ τὴν φύσιν τοῦ ἰχθύος διηγούμενος συνεχές φησιν αὐτὸν ἐξάλλεσθαι, διὸ καὶ
- κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες.
Ἀρχέστρατος δέ φησιν (fr. 22 R)·
- ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικοῖς κορύφαιναν αὐτόν φησιν ὀνομάζεσθαι.
- ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος·
- ἄλλως τ’ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος.
ΙΠΠΟΙ. μήποτε τούτους ἱππίδια καλεῖ Ἐπίχαρμος ὅταν λέγῃ (p. 240 L)·
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 10 Birt)·
- κορακῖνοι δὲ κοριοειδέες,
- πίονες χἰππίδια λεῖα, ψύχει ἁπαλακουρίδες.
μνηονεύει αὐτοῦ καὶ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν τῇ Θηβαίδι λέγων οὕτως (fr. K)·
- ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην
- χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον,
- ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
- ἢ ὕκην ἢ ἵππον ἢ ὃν κίχλην καλέουσιν.
ΙΟΥΛΙΔΕΣ. περὶ τούτων Δωρίων ἐν τῷ περὶ ἰχθύων φησίν· ‘ἰουλίδας ἕψειν μὲν ἐν ἅλμῃ, ὀπτᾶν δ’ ἐπὶ τηγάνου.’ Νουμήνιος δέ (fr. 5 B)·
ἰούλους δ’ ὁ αὐτὸς ὀνομάζει τὰ ἔντερα τῆς γῆς διὰ τούτων (fr. 1 B)·
- κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον
- πολλὸν ἀποτροπόῳτο καὶ ἰοβόλον σκολόπενδραν.
- καὶ δὲ σύ γε μνήσαιο δελείατος, ὅττι παρ’ ἄκρα
- δήεις αἰγιαλοῖο γεώλοφα· οἳ μὲν ἴουλοι
- κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης.
- ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι
- ἀμμώδεις κλύζωνται ἐπ’ ἄκρῃ κύματος ἀγῇ,
- ἔνθεν ὀρύξασθαι θέμεναί τ’ εἰς ἄγγος ἀολλεῖς.
ΚΙΧΛΑΙ καὶ ΚΟΣΣΥΦΟΙ. διὰ τοῦ ητα Ἀττικοὶ κίχλην λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λ ἕτερον λ ἔχει, Σκύλλα, σκίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα· τὰ δὲ εἰς λη οὐκέτι, ὁμίχλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη. ὁμοίως οὖν καὶ τρίγλη. Κρατῖνος (I 106 K)·
Διοκλῆς δ’ ἐν πρώτῳ Ὑγιεινῶν ‘οἱ δὲ πετραῖοι, φησίν, καλούμενοι μαλακόσαρκοι, κόσσυφοι, κίχλαι, πέρκαι, κωβιοί, φυκίδες, ἀλφηστικός.’ Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 17 B)·
- τρίγλην δ’ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός.
Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 232 L)·
- γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων
- κόσσυφον ἢ κίχλας ἁλιειδέας.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζωικῶν (p. 297 R)· ‘καὶ τὰ μὲν μελανόστικτα, ὥσπερ κόσσυφος, τὰ δὲ ποικιλόστικτα, ὥσπερ κίχλη.’ Παγκράτης δ’ ὁ Ἀρκὰς ἐν ἔργοις θαλαττίοις τὴν κίχλην πολλοῖς ὀνόμασί φησι καλεῖσθαι·
- βαμβραδόνες τε καὶ κίχλαι λαγοὶ δράκοντές τ᾽ ἄλκιμοι.
Νίκανδρος δ’ ἐν τετάρτῳ Ἑτεροιουμένων φησίν (fr. 59 Schn)·
- οἷς ἤδη κίχλην οἰνώδεα, τὴν καλαμῆες
- σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον,
- πιότατον κεφαλῇ.
- ἢ σκάρον ἢ κίχλην πολυώνυμον.
ΚΑΠΡΟΣ καὶ ΚΡΕΜΥΣ. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησί (p. 296 R)· ‘τὰ δὲ ἀνόδοντα καὶ λεῖα ὡς ῥαφίς. καὶ τὰ μὲν λιθοκέφαλα ὡς κρέμυς, τὰ δὲ σκληρότατα, τραχύδερμα ὡς κάπρος. καὶ τὰ μὲν δίραβδα ὥσπερ σεσερῖνος, τὰ δὲ πολύραβδα καὶ ἐρυθρόγραμμα ὡς σάλπη.’ τοῦ δὲ κάπρου μνημονεύει καὶ Δωρίων καὶ Ἐπαίνετος. Ἀρχέστρατος δέ φησιν (fr. 23 R)·
- αὐτὰρ ἐς Ἀμβρακίαν ἐλθὼν εὐδαίμονα χώραν
- τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε,
- κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ
- δεινὴ ἀπ’ ἀθανάτων· τὸ γάρ ἐστιν νέκταρος ἄνθος.
- τούτου δ’ οὐ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν
- οὐδ’ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα
- σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες
- εἰώθασι δονεῖν ψήφους αἴθωνι λογισμῷ
- ἄρθρων μηλείων ἐπὶ γῆν δωρήματα βάλλων.
ΚΙΘΑΡΟΣ. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ἢ περὶ ἰχθύων (p. 308 R) ‘ὁ κίθαρος, φησί, καρχαρόδους, μονήρης, φυκοφάγος, τὴν γλῶτταν ἀπολελυμένος, καρδίαν λευκὴν ἔχων καὶ πλατεῖαν.’ Φερεκράτης Δουλοδιδασκάλῳ (I 155 K)·
Ἐπίχαρμος Ἥβας γάμῳ (p. 234 L)·
- κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν.
- Β. ἀγαθόν γ’ ὁ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ.
- Α. ἐκεῖνο θράττει μ᾽, ὅτι λέγουσιν, ὦ ᾽γαθή,
- ἔνεστιν ἐν κιθάρῳ τι κακόν.
ὅτι δὲ διὰ τὸ ὄνομα ἱερὸς εἶναι νενόμισται τοῦ Ἀπόλλωνος εἴρηκεν Ἀπολλόδωρος. Καλλίας δ’ ἢ Διοκλῆς Κύκλωψι (I 694 K)·
- ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
ὁ δ’ Ἀρχέστρατος ἐν τῇ Ἡδυπαθείᾳ (fr. 27 R)·
- κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί.
- κίθαρον δὲ κελεύω,
- ἂν μὲν λευκὸς ἔῃ .... στερεός τε πεφύκῃ,
- ἕψειν εἰς ἅλμην καθαρὰν βαιὰ φύλλα καθέντα·
- ἂν δ’ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν
- ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ.
- καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε·
- χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἐστὶν δ’ ἀκόλαστος.
ΚΟΡΔΥΛΟΣ. τοῦτον Ἀριστοτέλης φησὶν (p. 309 R) ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ τοῦ ἡλίου αὐανθέντα. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ κουρύλον αὐτὸν καλεῖ (fr. 2 Birt)·
μέμνηται δὲ καὶ κορδυλίδος ἐν τούτοις (fr. 10 B)·
- τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα
- κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν.
- ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
v.2.p.175
ΚΑΜΜΟΡΟΙ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 232 L)·
καὶ Σώφρων δ’ ἐν γυναικείοις μίμοις (fr. 34 Bo) αὐτῶν μέμνηται. ἐστὶ δὲ καρίδων γένος καὶ ὑπὸ Ῥωμαίων οὕτως καλοῦνται.
- ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμοροι.
ΚΑΡΧΑΡΙΑΙ. Νουμήνιος ὁ Ἡρακλεώτης ἐν τῷ Ἁλιευτικῷ φησιν (fr. 11 Birt)·
Σώφρων Θυννοθήρᾳ (fr. 56 Bo)· ‘ἁ δὲ γαστὴρ ὑμέων καρχαρίας, ὅκκα τινὸς δῆσθε.’ Νίκανδρος ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις τὸν καρχαρίαν καλεῖσθαί φησι (fr. 137 Sch.) καὶ λάμιαν καὶ σκύλλαν.
- ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.
ΚΕΣΤΡΕΥΣ. Ἱκέσιός φησι· ‘τῶν δὲ καλουμένων λευκίσκων πλέονά ἐστιν εἴδη. λέγονται γὰρ οἳ μὲν κέφαλοι, οἳ δὲ κεστρεῖς, ἄλλοι δὲ χελλῶνες, οἳ δὲ μυξῖνοι. ἄριστοι δ’ εἰσὶν οἱ κέφαλοι καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὴν εὐχυλίαν. δεύτεροι δ’ εἰσὶ τούτων οἱ λεγόμενοι κεστρεῖς, ἥσσονες δ’ οἱ μυξῖνοι· καταδεέστεροι δὲ πάντων οἱ χελλῶνες, οἱ λεγόμενοι βάκχοι. εὔχυλοι δέ εἰσι σφόδρα καὶ οὐ πολύτροφοι καὶ εὐέκκριτοι.’ Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων τῶν κεστρέων τὸν μὲν θαλάττιον ἐκτίθεται, τὸν δὲ ποτάμιον οὐ δοκιμάζει, εἴδη δὲ τοῦ θαλαττίου κέφαλον καὶ νῆστιν. τὸν δὲ κατὰ τῆς κεφαλῆς τοῦ κεστρέως ἐχῖνον σφόνδυλον ὀνομάζει διαφέρειν τέ φησι κεφάλου κεφαλῖνον, ὃν καὶ βλεψίαν καλεῖσθαι. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ μορίων (p. 543 b 14) ‘ἄρχονται μέν, φησί,
καλοῦνται δὲ οἱ κεστρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν (fr. 82 Pr). καὶ Ἐπίχαρμος δ’ ἐν Μούσαις οὕτως αὐτοὺς ὀνομάζει (p. 239 L)·
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων ἠθῶν καὶ βίων
- αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες.
ὁ δὲ καλὸς Ἀρχέστρατός φησι (fr. 25 R)·
- τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον
- ἀναρπάσας Μάτων· ἐγὼ δ’ ἀπόλλυμαι.
Διοκλῆς Θαλάττῃ (I 767 K)·
- κεστρέα δ’ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε,
- ἀνδράσι τ’ ἀστείοισιν ὁμιλήσεις.
- ἅλλεται δ’ ὑφ’ ἡδονῆς
- κεστρεύς.
ὅτι δὲ εἶδος κεστρέων οἱ νήστεις Ἄρχιππος Ἡρακλεῖ γαμοῦντί φησιν (I 681 K)·
Ἀντιφάνης Λάμπωνι (II 68 K)·
- νήστεις κεστρέας, κεφάλους.
Ἄλεξις Φρυγί (II 390 K)·
- κεστρεῖς ἔχων, ἀλλ’ οὐ στρατιώτας τυγχάνεις
- νήστεις.
Ἀμειψίας Ἀποκοτταβίζουσιν (I 670 K)·
- ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδ’ ἀποτρέχω.
Εὔφρων Αἰσχρᾷ (IV 489 M)·
- ἐγὼ δ’ ἰὼν πειράσομαι
- εἰς τὴν ἀγορὰν ἔργον λαβεῖν· ἧττόν γ’ ἂν οὖν
- νῆστις καθάπερ κεστρεὺς ἀκολουθήσεις ἐμοί.
Φιλήμων Συναποθνῄσκουσιν (II 501 K)·
- Μίδας δὲ κεστρεύς ἐστι· νῆστις περιπατεῖ.
v.2.p.178
Ἀριστοφάνης Γηρυτάδῃ (I 430 K)·
- ἠγόρασα νῆστιν κεστρέ’ ὀπτὸν οὐ μέγαν.
Ἀναξανδρίδης Ὀδυσσεῖ (II 148 K)·
- ἆρ’ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία;
- ὡς μὲν γάρ ἐστε νήστιδες, γινώσκεται.
Εὔβουλος Ναυσικάᾳ (II 188 K)·
- τὰ πόλλ’ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις.
- ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται,
- νῆστιν πονηροῦ κεστρέως τρίβων βίον.
τούτων ποτὲ λεχθέντων ἐπὶ τῷ καλῷ τούτῳ ὄψῳ τῶν κυνικῶν τις ἑσπέριος ἐλθὼν ἔφη ‘ἄνδρες φίλοι, μὴ καὶ ἡμεῖς νηστείαν ἄγομεν Θεσμοφορίων τὴν μέσην ἄγομεν· δίκην γὰρ κεστρέων νηστεύομεν; ὡς γὰρ ὁ Δίφιλός φησιν ἐν Λημνίαις (II 558 K)·
ὑπολαβὼν δὲ Μυρτίλος·
- οὗτοι δεδειπνήκασιν· ὁ δὲ τάλας ἐγὼ
- κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.’
ἔφη, κατὰ τὸν Θεοπόμπου Ἡδυχάρην (I 736 K)·
- ‘καὶ στῆτ’ ἐφεξῆς,
οὐ πρότερον γάρ τινος μεταλήψεσθε, ἕως ἂν ἢ ὑμεῖς ἢ ὁ συμμαθητὴς ὑμῶν Οὐλπιανὸς εἴπητε διὰ τί νῆστις μόνος τῶν ἰχθύων ὁ κεστρεὺς καλεῖται.’ καὶ ὁ Οὐλπιανὸς ἔφη· ‘ὅτι οὐδὲν δέλεαρ ἐσθίει ἔμψυχον, καὶ ἀνελκυσθεὶς δ’ οὐ δελεάζεται οὔτε σαρκὶ οὔτ’ ἄλλῳ τινὶ ἐμψύχῳ, ὡς Ἀριστοτέλης ἱστορεῖ (h. an. 591 b 2)
- κεστρέων νῆστις χορός,
- λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι.
σὺ δέ μοι εἰπέ, ὦ Θετταλὸν πάλαισμα Μυρτίλε, διὰ τί οἱ ἰχθύες ὑπὸ τῶν ποιητῶν ἔλλοπες καλοῦνται.’ καὶ ὅς· ‘ἤτοι διὰ τὸ ἄφωνοι εἶναι· βούλονται γὰρ κατὰ τὴν ἀναλογίαν ἴλλοπές τινες εἶναι διὰ τὸ εἴργεσθαι φωνῆς. ἐστὶ γὰρ τὸ μὲν ἴλλεσθαι εἴργεσθαι, ἡ δὲ ὂψ φωνή. καὶ γὰρ τοῦτ’ ἀγνοεῖς ἔλλοψ τις ὤν. ἐγὼ δὲ κατὰ τὸν σοφὸν Ἐπίχαρμον (p. 262 L) μηδὲν ἀποκρινομένου τοῦ κυνὸς
- ἐξιόντι μὲν γὰρ
- ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας,
- ἰχθῦς ἀσίτους καὶ πονηροὺς ἔν γ’ ἐμοί,
καὶ φημὶ ἔλλοπες διὰ τὸ εἶναι λεπιδωτοί. λέξω δὲ καὶ μὴ προβληθέντος διὰ τί οἱ Πυθαγορικοὶ τῶν μὲν ἄλλων ἐμψύχων μετρίως ἅπτονται, τινὰ δὲ καὶ θύοντες, ἰχθύων μόνων οὐ γεύονται τὸ παράπαν .... ἢ διὰ τὴν ἐχεμυθίαν; θεῖον γὰρ ἡγοῦνται τὴν σιωπήν. ἐπεὶ οὖν καὶ ὑμεῖς, ὦ Μολοττικοὶ κύνες, πάντα μὲν σιωπᾶτε, πυθαγορίζετε δὲ οὔ, ἡμεῖς μὲν ἄλλους ἰχθυολογήσομεν.’
- τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω,