Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. ΣΚΙΑΙΝΑ. Ἐπίχαρμος Ἥβας γάμῳ (p. 233 L)·
  2. αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες.
Νουμήνιος δὲ σκιαδέα αὐτὸν καλεῖ ἐν τούτοις (fr. 6 B)·
  1. τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν
  2. ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον
  3. ἠὲ φάγρον λοφίην, ὁτὲ δ’ ἀγρόμενον σκιαδῆα.
  4. ΣΥΑΓΡΙΔΕΣ. τούτων μνημονεύει Ἐπίχαρμος ἐν
Ἥβας γάμῳ καὶ ἐν Γᾷ καὶ Θαλάσσᾳ (p. 224 L).

ΣΦΥΡΑΙΝΑΙ. ταύτας φησὶν Ἱκέσιος τροφιμωτέρας εἶναι τῶν γόγγρων, ἀπειθεῖς δὲ τὴν γεῦσιν καὶ ἀστόμους, εὐχυλίᾳ δὲ μέσους. ὁ δὲ Δωρίων ‘σφύραιναν, φησίν, ἣν καλοῦσι κέστραν.’ Ἐπίχαρμος δ’ ἐν Μούσαις κέστραν ὀνομάσας οὐκ ἔτι σφυραίνας ὀνομάζει ὡς ταὐτὸν οὔσας (p. 240 L)·

  1. χαλκίδας τε καὶ κύνας κέστρας τε πέρκας τ᾽ αἰόλας.
καὶ Σώφρων ἐν ἀνδρείοις (fr. 62 Bo)· ‘κέστραι βότιν κάπτουσαι.’ Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὡς
v.2.p.211
παραπλήσια ἐκτίθεται κέστραν, βελόνην, σαυρίδα. καὶ οἱ Ἀττικοὶ δὲ ὡς ἐπὶ τὸ πολὺ τὴν σφύραιναν καλοῦσι κέστραν, σπανίως δὲ τῷ τῆς σφυραίνης ὀνόματι ἐχρήσαντο. Στράττις γοῦν ἐν Μακεδόσιν ἐρομένου τινὸς Ἀττικοῦ ὡς ἀγνοοῦντος τὸ ὄνομα καὶ λέγοντος (I 719 K)·
  1. ἡ σφύραινα δ’ ἐστὶ τίς;
φησὶν ὁ ἕτερος·
  1. κέστραν μὲν ὔμμες ὡττικοὶ κικλήσκετε.
Ἀντιφάνης ἐν Εὐθυδίκῳ (II 50 K)·
  1. πάνυ συχνὴ
  2. σφύραινα. Β. κέστραν ἀττικιστὶ δεῖ λέγειν.
Νικοφῶν δ’ ἐν Πανδώρᾳ (I 776 K)·
  1. κέστραι τε καὶ λάβρακες.
Ἐπίχαρμος Ἥβας γάμῳ (p. 240 L)·
  1. κέστρας τε πέρκας τ’ αἰόλας.

  1. ΣΗΠΙΑ. Ἀριστοφάνης Δαναίσι (I 436 K)·
  2. καὶ ταῦτ’ ἔχοντα σηπίας καὶ πουλύπους.
ὡς αἰτίας ἡ παραλήγουσα παροξύνεται, ὡς Φιλήμων ἱστορεῖ, ὁμοίως καὶ ταῦτα· παιδία, ταινία, οἰκία. τὴν σηπίαν δὲ Ἀριστοτέλης (p. 320 R) πόδας ἔχειν ὀκτώ, ὧν τοὺς ὑποκάτω δύο μεγίστους, προβοσκίδας δύο καὶ μεταξὺ αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ τὸ στόμα. ἔχει δὲ καὶ ὀδόντας δύο τὸν μὲν ἄνω, τὸν δὲ κάτω καὶ τὸ λεγόμενον ὄστρακον ἐν τῷ νώτῳ. ἐν δὲ τῇ μύτιδι ὁ θολός ἐστιν· αὕτη δὲ κεῖται παρ’ αὐτὸ τὸ στόμα κύστεως τόπον ἐπέχουσα. ἐστὶ δ’ ἡ κοιλία πλακώδης καὶ λεία, ὁμοία τοῖς τῶν βοῶν ἠνύστροις. τρέφονται δ’ αἱ μικραὶ σηπίαι τοῖς λεπτοῖς ἰχθυδίοις,
v.2.p.212
ἀποτείνουσαι τὰς προβοσκίδας ὥσπερ ὁρμιὰς καὶ ταύταις θηρεύουσαι. λέγεται δ᾽ ὡς ὅταν ὁ χειμὼν γένηται τῶν πετριδίων ὥσπερ ἀγκύραις ταῖς προβοσκίσι λαμβανόμεναι ὁρμοῦσι. διωκομένη τε ἡ σηπία τὸν θολὸν ἀφίησι καὶ ἐν αὐτῷ κρύπτεται ἐμφήνασα φεύγειν εἰς τοὔμπροσθεν. λέγεται δὲ ὡς καὶ θηρευθείσης τῆς θηλείας τριόδοντι οἱ ἄρρενες ἐπαρήγουσιν ἀνθέλκοντες αὐτήν· ἂν δ᾽ οἱ ἄρρενες ἁλῶσιν, αἱ θήλειαι φεύγουσιν. οὐ διετίζει δ’ ἡ σηπία, καθάπερ οὐδ’ ὁ πολύπους. ἐν δὲ πέμπτῳ ζῴων μορίων (541 b 12. 544a 1) ‘αἱ σηπίαι, φησί, καὶ αἱ τευθίδες νέουσιν ἅμα καὶ συμπεπλεγμέναι, τὰ στόματα καὶ τὰς πλεκτάνας ἐφαρμόττουσαι καταντικρὺ ἀλλήλαις· ἐφαρμόττουσιν δὲ καὶ τὸν μυκτῆρα εἰς τὸν μυκτῆρα. τῶν τε μαλακίων τίκτουσιν πρῶται τοῦ ἔαρος αἱ σηπίαι καὶ τίκτουσι πᾶσαν ὥραν καὶ κυίσκονται πεντεκαίδεκα ἡμέραις. ὅταν δὲ τέκωσι τὰ ᾠά, ὁ ἄρρην παρακολουθῶν καταφυσᾷ καὶ στιφρᾷ. βαδίζουσι δὲ κατὰ ζυγά. καί ἐστιν ὁ ἄρρην τῆς θηλείας ποικιλώτερός τε καὶ μελάντερος τὸν νῶτον.

Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ φησί (p. 235 L)·

  1. πώλυποι τε σηπίαι τε καὶ ποταναὶ τευθίδες.
τοῦτο δὲ σημειωτέον πρὸς Σπεύσιππον λέγοντα εἶναι ὅμοια σηπίαν τευθίδα. Ἱππώνακτος δ’ ἐν τοῖς ἰάμβοις εἰπόντος (fr. 68 B4) ‘σηπίης ὑπόσφαγμα’ οἱ ἐξηγησάμενοι ἀπέδωκαν τὸ τῆς σηπίας μέλαν. ἐστὶ δὲ τὸ ὑπόσφαγμα, ὡς Ἐρασίστρατός φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα. γράφει δὲ οὕτως· ‘ὑπόσφαγμα δ’ εἶναι
v.2.p.213
κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος τεταραγμένου μέλιτι, τυρῷ, ἁλί, κυμίνῳ, σιλφίῳ, ὄξει ἑφθοῖς.’ καὶ Γλαῦκος δ’ ὁ Λοκρὸς ἐν Ὀψαρτυτικῷ οὕτως γράφει· ‘ὑπόσφαγμα δ’ αἷμα ἑφθὸν καὶ σίλφιον καὶ ἕψημα ἢ μέλι καὶ ὄξος καὶ γάλα καὶ τυρὸς καὶ φύλλα εὐώδη τετμημένα.’ ὁ δὲ πολυμαθέστατος Ἀρχέστρατός φησιν (fr. 39 R)·
  1. σηπίαι Ἀβδήροις τε Μαρωνείᾳ τ’ ἐνὶ μέσσῃ.
Ἀριστοφάνης Θεσμοφοριαζούσαις (I 473 K)·
  1. ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον·
καὶ ἐν Δαναίσιν (I 454 K)·
  1. ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.
Θεόπομπος Ἀφροδίτῃ (I 734 K)·
  1. ἀλλ’ ἔντραγε
  2. τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδὶ
  3. τὸ πουλυπόδειον.
περὶ δὲ ἑψήσεως σηπιδίων Ἄλεξις ἐν Πονήρᾳ παράγει μάγειρον τάδε λέγοντα (II 367 K)·
  1. σηπίαι τόσους
  2. δραχμῆς μιᾶς τρίς. τῶν δὲ τὰς μὲν πλεκτάνας
  3. καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποῶ.
  4. τὸ δ’ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους
  5. σμήσας τε λεπτοῖς ἁλσὶ δειπνούντων ἅμα
  6. ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω.

ΤΡΙΓΛΗ, κίχλη διὰ τοῦ η. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ ἕτερον αἰτεῖ λάβδα, Σκύλλα, Τελέσιλλα· ὅσα δ’ ἐπιπλοκὴν ἔχει τοῦ γ εἰς η λήγει, τρώγλη,

v.2.p.214
αἴγλη, ζεύγλη. τὴν δὲ τρίγλην φησὶν Ἀριστοτέλης τρὶς τίκτειν τοῦ ἔτους ἐν πέμπτῳ μορίων (543 a 5), τεκμαίρεσθαι λέγων τοὺς ἁλιεῖς τοῦτο ἐκ τοῦ γόνου τρὶς φαινομένου περί τινας τόπους. μήποτ’ οὖν ἐντεῦθέν ἐστι καὶ τὸ τῆς ὀνομασίας (ὡς ἀμίαι ὅτι οὐ κατὰ μίαν φέρονται, ἀλλ’ ἀγεληδόν, σκάρος δὲ ἀπὸ τοῦ σκαίρειν καὶ καρίς, ἀφύαι δ’ ὡς ἂν ἀφυεῖς οὖσαι, τουτέστιν δυσφυεῖς· θύω, θύννος ὁ ὁρμητικός, διὰ τὸ κατὰ τὴν τοῦ κυνὸς ἐπιτολὴν ὑπὸ τοῦ ἐπὶ τῆς κεφαλῆς οἴστρου ἐξελαύνεσθαι). ἐστὶ δὲ καρχαρόδους, συναγελαστική, παντόστικος, ἔτι δὲ σαρκοφάγος. τὸ δὲ τρίτον τεκοῦσα ἄγονός ἐστι· γίνεται γάρ τινα σκωλήκια αὐτῇ ἐν τῇ ὑστέρᾳ, ἃ τὸν γόνον τὸν γινόμενον κατεσθίει. ἀπὸ δὲ τοῦ συμβεβηκότος Ἐπίχαρμος ὀνομάζει αὐτὰς κυφὰς ἐν Ἥβας γάμῳ διὰ τούτων (p. 233 L)·
  1. ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.
Σώφρων δ’ ἐν τοῖς ἀνδρείοις (fr. 63. 64 Bo) τριγόλας τινὰς ἐν τούτοις ὀνομάζει· ‘τριγόλᾳ ὀμφαλοτόμῳ’ καὶ ‘τριγόλαν τὸν εὐδιαῖον.’ ἐν δὲ τῷ ἐπιγραφομένῳ Παιδικὰ ποιφυξεῖς φησί (fr. 70 Bo)· ‘τρίγλας μὲν γένηον, τριγόλα δ᾽ ὀπισθίδια.’ κἀν τοῖς γυναικείοις δὲ ἔφη (fr. 13 Bo)· ‘τρίγλαν γενεᾶτιν.’ Διοκλῆς δ’ ἐν τοῖς πρὸς Πλείσταρχον σκληρόσαρκον εἶναί φησι τὴν τρίγλαν. Σπεύσιππος δ’ ἐμφερῆ φησιν εἶναι κόκκυγα, χελιδόνα, τρίγλαν. ὅθεν Τρύφων φησὶν ἐν τοῖς περὶ ζῴων (fr. 121 V),
v.2.p.215
τὸν τριγόλαν τινὰς οἴεσθαι κόκκυγα εἶναι διά τε τὸ ἐμφερὲς καὶ τὴν τῶν ὀπισθίων ξηρότητα, ἣν σεσημείωται ὁ Σώφρων λέγων· ‘τρίγλας μὲν γένηον, τριγόλα δ᾽ ὀπισθίδια.’

Πλάτων δ’ ἐν Φάωνί φησι (I 647, 19 K)·

  1. τρίγλη δ’ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι·
  2. παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.
τῇ δὲ Ἑκάτῃ ἀποδίδοται ἡ τρίγλη διὰ τὴν τῆς ὀνομασίας κοινότητα· τριοδῖτις γὰρ καὶ τρίγληνος, καὶ ταῖς τριακάσι δ’ αὐτῇ τὰ δεῖπνα φέρουσι. κατὰ τὸ παραπλήσιον δ᾽ οἰκειοῦσιν Ἀπόλλωνι μὲν κίθαρον, Ἑρμῇ δὲ βόακα, Διονύσῳ δὲ κιττὸν καὶ Ἀφροδίτῃ φαλαρίδα, ὡς Ἀριστοφάνης ἐν Ὄρνισι (566), κατὰ συνέμφασιν τοῦ φαλλοῦ. καὶ τὴν νῆτταν δὲ καλουμένην Ποσειδῶνί τινες οἰκειοῦσι. καὶ τὸν θαλάττιον γόνον, ὃν ἡμεῖς μὲν ἀφύην, ἄλλοι δὲ ἀφρῖτιν ὀνομάζουσιν, οἳ δὲ ἀφρόν· προσφιλέστατον δ’ εἶναι καὶ τοῦτον Ἀφροδίτῃ διὰ τὸ καὶ αὐτὴν ἐξ ἀφροῦ γεννηθῆναι. Ἀπολλόδωρος δ’ ἐν τοῖς περὶ θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός. Μελάνθιος δ’ ἐν τῷ περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων (FHG IV 444) καὶ τρίγλην καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη. Ἡγήσανδρος δὲ ὁ Δελφὸς (ibid. 420) τρίγλην παραφέρεσθαι ἐν τοῖς Ἀρτεμισίοις διὰ τὸ δοκεῖν τοὺς θαλασσίους λαγὼς θανασίμους ὄντας θηρεύειν ἐπιμελῶς καὶ καταναλίσκειν. διόπερ ὡς ἐπ’ ὠφελείᾳ τῶν ἀνθρώπων τοῦτο ποιοῦσα τῇ κυνηγετικῇ
v.2.p.216
θεῷ ἡ κυνηγέτις ἀνάκειται. γενεᾶτιν δ’ ἔφη τὴν τρίγλην Σώφρων, ἐπεὶ αἱ τὸ γένειον ἔχουσαι ἡδίονές εἰσι μᾶλλον τῶν ἄλλων. Ἀθήνησι δὲ καὶ τόπος τις Τρίγλα καλεῖται, καὶ αὐτόθι ἐστὶν ἀνάθημα τῇ Ἑκάτῃ Τριγλανθίνῃ. διὸ καὶ Χαρικλείδης ἐν Ἁλύσει φησί (IV 556 M)·
  1. δέσποιν’ Ἑκάτη τριοδῖτι,
  2. τρίμορφε, τριπρόσωπε,
  3. τρίγλαις κηλευμένα.

ἐὰν δ’ ἐναποπνιγῇ τρίγλη ζῶσα ἐν οἴνῳ καὶ τοῦτο ἀνὴρ πίῃ, ἀφροδισιάζειν οὐ δυνήσεται, ὡς Τερψικλῆς ἱστορεῖ ἐν τῷ περὶ ἀφροδισίων. κἂν γυνὴ δὲ πίῃ τοῦ αὐτοῦ οἴνου, οὐ κυίσκεται. ὁμοίως δὲ οὐδὲ ὄρνις. ὁ δὲ πολυίστωρ Ἀρχέστρατος ἐπαινέσας τὰς κατὰ Τειχιοῦντα τῆς Μιλησίας τρίγλας ἑξῆς φησι (fr. 56 R)·

  1. κἀν Θάσῳ ὀψώνει τρίγλην κοὐ χείρονα λήψῃ
  2. ταύτης· ἐν δὲ Τέῳ χείρω, κεδνὴ δὲ καὶ αὐτή·
  3. ἐν δ’ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις.
Κρατῖνος δ’ ἐν Τροφωνίῳ φησίν (I 80 K)·
  1. οὐδ’ Αἰξωνίδ’ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην
  2. οὐδὲ τρυγόνος οὐδὲ δεινοῦ φυὴν μελανούρου.
Ναυσικράτης δ’ ὁ κωμῳδιοποιὸς ἐπαινεῖ τὰς Αἰξωνικὰς τρίγλας ἐν Ναυκλήροις λέγων οὕτως (IV 575 M)·
  1. μετ’ αὐτῶν δ’ εἰσὶν ἐκπρεπεῖς φύσιν
  2. αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς
  3. πασῶν ἀρίστας ἐντόπους παιδεύεται·
  4. αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
  5. δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
  6. Β. τρίγλας λέγεις.
    v.2.p.217

  1. ΤΑΙΝΙΑΙ. καὶ τούτων Ἐπίχαρμος μέμνηται
(p. 234 L)·
  1. καὶ ταὶ φίνταται
  2. ταινίαι λεπταὶ μέν, ἁδῆαι δὲ κὠλίγου πυρός.
Μίθαικος δ’ ἐν Ὀψαρτυτικῷ ‘ταινίαν, φησίν, ἐκκοιλίξας, τὰν κεφαλὰν ἀποταμών, ἀποπλύνας καὶ ταμὼν τεμάχεα κατάχει τυρὸν καὶ ἔλαιον.’ πλεῖσται δὲ γίνονται καὶ κάλλισται κατὰ τὸν πρὸς τῇ Ἀλεξανδρείᾳ Κάνωπον καὶ ἐν Σελευκείᾳ τῇ πρὸς Ἀντιοχείᾳ. ὅταν δ’ Εὔπολις ἐν Προσπαλτίοις λέγῃ (I 323 K)·
  1. μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις,
τὴν ἐπὶ τῶν ὑφασμάτων λέγει καὶ τῶν ζωνῶν, αἷς αἱ γυναῖκες περιδέονται.

ΤΡΑΧΟΥΡΟΙ. τούτων ὡς ξηροτέρων μέμνηται Διοκλῆς. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ φησιν (fr. 20 B)·

  1. ἀκονίας κιγκάλους τε καὶ ἀλλοπίην τράχουρον.
ΤΑΥΛΩΠΙΑΣ. περὶ τούτου Ἀρχέστρατος ἱστορεῖ (fr. 9 R)·
  1. καὶ νεαροῦ μεγάλου τ’ αὐλωπία ἐν θέρει ὠνοῦ
  2. κρανί’ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ·
  3. καὶ παράθες θερμὸν ταχέως καὶ τρίμμα μετ’ αὐτοῦ.
  4. ὄπτα δ’ ἀμφ’ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.

ΤΕΥΘΙΣ. Ἀριστοτέλης εἶναί φησι (p. 323 R) καὶ ταύτην τῶν συναγελαζομένων ἔχειν τε τὰ πλεῖστα τῆς σηπίας, τὸν τῶν ποδῶν ἀριθμόν, τὰς προβοσκίδας. τῶν δὲ ταύτης ποδῶν οἱ μὲν κάτω μικροί εἰσιν, οἱ δ’ ἄνω μείζους· καὶ τῶν προβοσκίδων ἡ δεξιὰ παχυτέρα, καὶ τὸ ὅλον σωμάτιον τρυφερὸν καὶ ὑπομηκέστερον.

v.2.p.218
ἔχει δὲ καὶ θολὸν ἐν τῇ μύτιδι οὐ μέλανα ἀλλ’ ὠχρόν· καὶ τὸ ὄστρακον μικρὸν λίαν καὶ χονδρῶδες.

ΤΕΥΘΟΣ. ὁ δὲ τεῦθος (p. 324 R) μόνῳ τούτῳ διαφέρει, τῷ μεγέθει· γίνεται δὲ καὶ τριῶν σπιθαμῶν. τὸ δὲ χρῶμά ἐστιν ὑπέρυθρος καὶ τῶν ὀδόντων τὸν μὲν κάτω ἐλάττονα ἔχει, τὸν δὲ ἄνω μείζονα, ἄμφω δὲ μέλανας καὶ ὁμοίους ῥύγχει ἱέρακος. ἀναπτυχθεὶς δὲ κοιλίαν ἔχει ὁμοίαν ταῖς ὑείαις. ἐν δὲ εʹ μορίων (p. 550 b 14) βραχύβιά φησιν εἶναι τὸν τεῦθον καὶ τὴν σηπίαν. Ἀρχέστρατος δ’ ὁ πᾶσαν γῆν καὶ θάλασσαν διὰ γαστριμαργίαν περιελθών πλεύσας φησι (fr. 43 R)·

  1. τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα
  2. Βαφύρα· καὶ ἐν Ἀμβρακίᾳ παμπληθέας ὄψει.
Ἄλεξις δὲ ἐν Ἐρετρικῷ τάδε ποιεῖ λέγοντα μάγειρον (II 323 K)·
  1. τευθίδες, σπίναι, βατίς, δῆμος, ἀφύαι,
  2. κρεᾴδι’ , ἐντερίδια· ἀλλὰ τὰς μὲν τευθίδας,
  3. τὰ πτερύγι’ αὐτῶν συντεμών, στεατίου
  4. μικρὸν παραμίξας, περιπάσας ἡδύσμασι
  5. λεπτοῖσι χλωροῖς ὠνθύλευσα.
καὶ πέμμα δέ τι τευθίδα ὀνομάζειν Ἰατροκλέα ἐν Ἀρτοποιικῷ φησι Πάμφιλος.

  1. ΥΕΣ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)·
  2. ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
λέγει δέ τινας καὶ ὕας διὰ τούτων (p. 237 L)·
  1. χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων,
εἰ μὴ ἄρα οὗτοι οἱ αὐτοί εἰσι τῷ κάπρῳ.
v.2.p.219
Νουμήνιος δ’ ἐν τῷ Ἁλιευτικῷ ἄντικρυς ὕαινάν τινα καταριθμεῖται ἐν τούτοις (fr. 13 B)·
  1. κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε.
καὶ Διονύσιος δ’ ἐν Ὀψαρτυτικῷ τῆς ὑαίνης μνημονεύει. Ἀρχέστρατος δ’ ὁ ὀψοδαίδαλος (fr. 44 R)·
  1. ἐν δ’ Αἴνῳ καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε,
  2. ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν.
  3. τούτου τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν
  4. ἥδυσμ᾽, ἀλλ’ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν
  5. ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς,
  6. δριμὺ διεὶς ὄξος· κᾆτ’ ἔμβαπτ’ εὖ καὶ ἐπείγου
  7. οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων.
  8. τὴν λοφιὰν δ’ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα.
μήποτ’ οὖν καὶ ὁ Νουμήνιος ἐν τῷ Ἁλιευτικῷ τὴν ὗν ψαμαθῖδα καλεῖ ἐπὰν λέγῃ (fr. 11 B)·
  1. ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.

ΥΚΑΙ. καὶ τὸν ὕκην Καλλίμαχος ἐν ἐπιγράμμασιν ἱερὸν ἰχθὺν καλεῖ διὰ τούτων (fr. 72 Sch)·

  1. θεὸς δέ οἱ ἱερὸς ὕκης.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 16 B)·
  1. ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον
  2. πέτρῃ ἀλωόμενον.
Τίμαιος δ’ ἐν τῇ ιγʹ τῶν ἱστοριῶν (FHG I 220) περὶ τοῦ Σικελικοῦ πολιχνίου (λέγω δὲ τῶν Ὑκάρων) διαλεγόμενος προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον
v.2.p.220
ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας καὶ τούτους ἐγκύους· δι’ οὓς οἰωνισαμένους Ὕκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ ὁ Σμυρναῖος ἐν τοῖς περὶ Ἱππώνακτος (FHG III 52) ὕκην ἀκούει τὴν ἰουλίδα· εἶναι δ’ αὐτὴν δυσθήρατον. διὸ καὶ Φιλητᾶν φάναι (fr. 17 Bgk)·
  1. οὐδ’ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.

ΦΑΛΡΟΣ. Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. ἐμνημόνευσε δ’ αὐτοῦ καὶ Νουμήνιος ἐν τοῖς προκειμένοις (Litt. b). Ἀριστοτέλης δὲ σαρκοφάγον φησὶν (p. 317 R) αὐτὸν εἶναι καὶ μονήρη καρδίαν τε ἔχειν τρίγωνον ἀκμάζειν τε ἔαρος. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ φησίν (p. 237 L)·

  1. ἀόνες φάγροι τε καὶ λάβρακες.
μνημονεύει δ’ αὐτῶν καὶ Μεταγένης ἐν Θουριοπέρσαις. Ἀμειψίας δ’ ἐν Κόννῳ (I 672 K)·
  1. ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
Ἱκέσιος δέ φησι· ‘φάγροι καὶ χρόμις καὶ ἀνθίας καὶ ἀκαρνᾶνες καὶ ὀρφοὶ καὶ συνόδοντες καὶ συναγρίδες τῷ μὲν γένει παραπλήσιοι ὑπάρχουσιν· γλυκεῖς τε γὰρ καὶ παραστύφοντες καὶ τρόφιμοι· κατὰ λόγον δὲ καὶ δυσέκκριτοι. τροφιμώτεροι δ’ αὐτῶν οἱ σαρκώδεις καὶ γεωδέστεροι ἐλάττονά τε πιμελὴν ἔχοντες. Ἀρχέστρατος δέ φησι ‘Σειρίου ἀντέλλοντος’ δεῖν τὸν φάγρον ἐσθίειν (fr. 45 R)·
  1. Δήλῳ τ’ Εἰρετρίᾳ τε κατ’ εὐλιμένους ἁλὸς οἴκους.
    v.2.p.221
  2. τὴν κεφαλὴν δ’ αὐτοῦ μόνον ὠνοῦ καὶ μετ’ ἐκείνης
  3. οὐραῖον· τὰ δὲ λοιπὰ δόμον μηδ’ εἰσενέγκῃς.
μνημονεύει τοῦ φάγρου καὶ Στράττις ἐν Λημνομέδᾳ (I 718 K)·
  1. πολλοὺς δὴ μεγάλους τε φάγρους ἐγκάψας.
καὶ ἐν Φιλοκτήτῃ (I 724 K)·
  1. κᾆτ’ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς
  2. ὀψωνοῦσιν μεγάλους τε φάγρους
  3. καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη
  4. στρογγυλοπλεύρων.
ἐστὶ δὲ καὶ γένος λίθου φάγρος. ἡ γὰρ ἀκόνη κατὰ Κρῆτας φάγρος, ὥς φησι Σιμίας.

  1. ΧΑΝΝΑΙ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 235 L)·
  2. μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας
  3. ὄνους.
Νουμήνιος ἐν Ἁλιευτικῷ (fr. 10 B)·
  1. χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πύτινον.
μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζωικῶν (p. 296 R) ποικιλερυθρομέλαιναν αὐτὴν ὀνομάζει καὶ ποικιλόγραμμον διὰ τὸ μελαίναις γραμμαῖς πεποικίλθαι.

ΧΡΟΜΙΣ. καὶ τούτου μνημονεύει Ἐπίχαρμος λέγων (p. 232 L)·

  1. καὶ σκιφίας χρόμιός θ᾽, ὃς ἐν τῷ ἦρι καττον Ἀνάνιον
  2. ἰχθύων πάντων ἄριστος.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 8 B)·
v.2.p.222
  1. ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφόν.
καὶ Ἀρχέστρατος (fr. 46 R)·
  1. τὸν χρόμιν ἐν Πέλλῃ λήψῃ μέγαν (ἐστὶ δὲ πίων
  2. ἂν θέρος ᾖ καὶ ἐν Ἀμβρακίᾳ.

  1. ΧΡΥΣΟΦΡΥΣ. Ἄρχιππος ἐν Ἰχθύσιν (I 682)·
  2. ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας.
τοὺς δ’ ἰχθῦς τούτους φησὶν Ἱκέσιος καὶ τῇ γλυκύτητι καὶ τῇ ἄλλῃ εὐστομίᾳ πάντων εἶναι ἀρίστους. εἰσὶ δὲ καὶ τροφιμώτατοι. τίκτουσι δέ, ὥς φησιν Ἀριστοτέλης (h. a. 543 b 3), ὁμοίως τοῖς κεστρεῦσιν οὗ ἂν ποταμοὶ ῥέωσιν. μνημονεύει δ’ αὐτῶν καὶ Ἐπίχαρμος ἐν Μούσαις καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Εὔπολις δ’ ἐν Κόλαξί φησιν (I 298 K)·
  1. δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον
  2. ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα.
ὁ δὲ σοφὸς Ἀρχέστρατος ἐν ταῖς ὑποθήκαις λέγει (fr. 47 R)·
  1. χρύσοφρυν ἐξ’ Ἐφέσου τὸν πίονα μὴ παράλειπε,
  2. ὃν κεῖνοι καλέουσιν ἰωνίσκον· λαβὲ δ’ αὐτὸν
  3. θρέμμα Σελινοῦντος σεμνοῦ. πλῦνον δέ νιν ὀρθῶς,
  4. εἶθ’ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς.

ΧΑΛΚΙΔΕΣ καὶ τὰ ὅμοια, θρίσσαι, τριχίδες, ἐρίτιμοι. Ἱκέσιός φησιν· ‘αἱ λεγόμεναι χαλκίδες καὶ οἱ τράγοι καὶ αἱ ῥαφίδες καὶ αἱ θρίσσαι ἀχυρώδεις καὶ ἀλιπεῖς καὶ ἄχυλοι. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 237 L)·

  1. χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων.
Δωρίων δὲ χαλκιδικὰς αὐτὰς ὀνομάζει. Νουμήνιος δέ φησι (fr. 19 B)·
v.2.p.223
  1. σὺ δ’ ἂν καὶ χαλκίδ’ ἐκείνην
  2. αὕτως ἀμπείραις ὀλίγην καὶ μαινίδα.
διαφέρει δὲ τῆς χαλκίδος ὁ χαλκεύς, οὗ μνημονεύει Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ καὶ Εὐθύδημος ἐν τῷ περὶ ταρίχων λέγων αὐτοὺς γίνεσθαι ἐν τῇ Κυζικηνῶν χώρᾳ περιφερεῖς τε εἶναι καὶ κυκλοειδεῖς. ΘΡΙΣΣΩΝ δὲ μέμνηται Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων καὶ ἰχθύων (p. 298 R) ἐν τούτοις· ‘μόνιμα θρίσσα, ἐγκρασίχολος, μεμβράς, κορακῖνος, ἐρυθρῖνος, τριχίς.’ ΤΡΙΧΙΔΩΝ δὲ Εὔπολις ἐν Κόλαξιν (I 299 K)·
  1. ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου
  2. πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνησ’ ἅπαξ,
  3. ὅτε τἀν Σάμῳ δ’ ἦν, ἡμιωβελίου κρέα.
Ἀριστοφάνης Ἱππεῦσι (662)·
  1. αἱ τριχίδες εἰ γενοίαθ’ ἑκατὸν τοὐβολοῦ.
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων καὶ τῆς ποταμίας μέμνηται θρίσσης καὶ τὴν τριχίδα τριχίαν ὀνομάζει. Νικοχάρης Λημνίαις (I 772 K)·
  1. τριχίας δὲ καὶ τὰς πρημνάδας τὰς θυννίδας
  2. ἐπὶ δεῖπνον ἡκούσας ὑπερπληθεῖς ...
πρημνάδας δὲ τὰς θυννίδας ἔλεγον. Πλάτων Εὐρώπῃ (I 611 K)·
  1. ἁλιευόμενός ποτ’ αὐτὸν εἷλον ἀνδράχνῃ
  2. μετὰ πρημνάδων κἄπειτ’ ἀφῆχ’ ὅτι ἦν βόαξ.
ὁμοίως δὲ καὶ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων· ἐν δὲ τῷ ἐπιγραφομένῳ περὶ ζωικῶν (p. 298 R)
v.2.p.224
τριχίδα. τῶν δὲ λεγομένων ἐσθ’ ὅτι ἥδεται ὀρχήσει καὶ ᾠδῇ καὶ ἀκούσασα ἀναπηδᾷ ἐκ τῆς θαλάσσης. τῶν δὲ ἐριτίμων μέμνηται Δωρίων ἐν τῷ περὶ Ἰχθύων λέγων κατὰ τὸ αὐτὸ ποιεῖν ταῖς χαλκίσιν, ἡδεῖς δ’ εἶναι τὰς ἐν ὑποτρίμματι. Ἐπαίνετος δέ ἐν τῷ περὶ ἰχθύων φησι· ‘γαλῆν, σμαρίδα, ἢν ἔνιοι καλοῦσι κυνὸς εὐναί, χαλκίδας, ἃς καλοῦσι καὶ σαρδίνους, ἐριτίμους, ἱέρακα, χελιδόνα.’ Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων ἱστορίας σαρδίνους αὐτὰς καλεῖ. Καλλίμαχος δ’ ἐν ἐθνικαῖς ὀνομασίαις (fr. 38 Sch) γράφει οὕτως· ‘ἐγκρασίχολος, ἐρίτιμος Χαλκηδόνιοι. τριχίδια, χαλκίς, ἴκταρ, ἀθερίνη.’ ἐν ἄλλῳ δὲ μέρει καταλέγων ἰχθύων ὀνομασίας φησίν· ‘ὄζαινα, ὀσμύλιον Θούριοι. ἴωπες, ἐρίτιμοι Ἀθηναῖοι.’ τῶν δὲ ἰώπων μνημονεύει Νίκανδρος ἐν βʹ Οἰταικῶν (fr. 18 Sch)·
  1. ὡς δ’ ὁπότ’ ἀμφ’ ἀγέλῃσι νεηγενέεσσιν ἰώπων
  2. ἢ φάγροι ἢ σκῶπες ἀρείονες ἠὲ καὶ ὀρφός.
Ἀριστοφάνης δ’ ἐν Ὁλκάσιν (I 500 K)·
  1. ὦ κακοδαίμων ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
τοὺς γὰρ εἰς τὸ ἀπανθρακίζειν ἐπιτηδείους ἰχθῦς εἰς ἅλμην ἀπέβαπτον, ἣν καὶ Θασίαν ἐκάλουν ἅλμην. ὡς καὶ ἐν Σφηξὶν ὁ αὐτός φησιν ποιητής (1127)·
  1. καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.

ΘΡΑΙΤΤΑΙ. ἐπεὶ δ’ ἐνταῦθα τοῦ λόγου ἐσμὲν προδιειλέγμεθά τε περὶ θρισσῶν, φέρε εἴπωμεν τίνες εἰσὶν αἱ παρὰ Ἀρχίππῳ ἐν Ἰχθύσι τῷ δράματι θρᾷτται. κατὰ τὰς συγγραφὰς γὰρ τῶν ἰχθύων καὶ

v.2.p.225
Ἀθηναίων ταυτὶ πεποίηκεν (I 684 K)· ‘ἀποδοῦναι δ’ ὅσα ἔχομεν ἀλλήλων, ἡμᾶς μὲν τὰς Θρᾴττας καὶ Ἀθερίνην τὴν αὐλητρίδα καὶ Σηπίαν τὴν Θύρσου καὶ τοὺς Τριγλίας καὶ Εὐκλείδην τὸν ἄρξαντα καὶ Ἀναγυρουντόθεν τοὺς Κορακίωνας καὶ Κωβιοῦ τοῦ Σαλαμινίου τὸν τόκον καὶ Βάτραχον τὸν πάρεδρον τὸν ἐξ Ὠρεοῦ.’ ἐν τούτοις ἄν τις ζητήσειε ποίας θρᾴττας παρὰ τοῖς ἰχθύσιν εἶναι συμβέβηκεν, ἃς ἀποδοῦναι τοῖς ἀνθρώποις συντίθενται. ἐπεὶ οὖν ἰδίᾳ μοι συγγέγραπταί τι περὶ τούτου, αὐτὰ τὰ καιριώτατα νῦν λέξω. ἰχθύδιον οὖν ἐστιν ἀληθῶς ἡ θρᾷττα θαλάττιον. καὶ μνημονεύει αὐτοῦ Μνησίμαχος ἐν Ἱπποτρόφῳ· ποιητὴς δ’ ἐστὶν οὗτος τῆς μέσης κωμῳδίας· λέγει δ’ οὕτως (II 438, 40 K)·
  1. μύλλος, λεβίας, σπάρος, αἰολίας,
  2. θρᾷττα, χελιδών, καρίς, τευθίς.
Δωρόθεος δ’ ὁ Ἀσκαλωνίτης ἐν τῷ ὀγδόῳ πρὸς τοῖς ἑκατὸν τῆς λέξεων συναγωγῆς θέτταν γράφει, ἤτοι ἡμαρτημένῳ περιτυχὼν τῷ δράματι ἢ διὰ τὸ ἄηθες τοῦ ὀνόματος αὐτὸς διορθώσας ἐξήνεγκεν. ὅλως δ’ οὐδ’ ἔστι τὸ τῆς θρᾴττης ὄνομα παρὰ οὐδενὶ τῶν Ἀττικῶν. ὅτι δὲ θρᾷτταν ἔλεγον τὸ θαλάττιον ἰχθύδιον καὶ Ἀναξανδρίδης παρίστησιν ἐν Λυκούγρῳ λέγων οὕτως (II 144 K)·
  1. καὶ συμπαίζειν κορακινιδίοις
  2. μετὰ περκιδίων καὶ θρᾳττιδίων.
καὶ Ἀντιφάνης ἐν Τυρρηνῷ (II 103 K)·
  1. δήμου δ’ Ἁλαιεύς ἐστιν. Β. ἓν γὰρ τοῦτό μοι
  2. τὸ λοιπόν ἐστιν, καὶ κακῶς ἀκούσομαι.
    v.2.p.226
  3. Β. τί δῆτα τοῦτο; Α. θρᾷτταν ἢ ψῆττάν τιν’ ἢ
  4. μύραιναν ἢ κακόν τί μοι δώσει μέγα
  5. θαλάττιον.

ΨΗΤΤΑΙ. ταύτας Διοκλῆς ἐν τοῖς ξηροτέροις καταριθμεῖται. Σπεύσιππος δ’ ἐν βʹ Ὁμοίων παραπλήσιά φησιν εἶναι ψῆτταν, βούγλωσσον, ταινίαν. Ἀριστοτέλης δ’ ἐν εʹ ζῴων μορίων (p. 542 b 32) γράφει· ‘ὁμοίως δὲ καὶ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ τίκτουσιν, οἷον οἱ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι, χρόμις, ψῆττα, θύννος, πηλαμύς, κεστρεύς, χαλκίδες καὶ τὰ τοιαῦτα.’ ἐν δὲ τῷ περὶ ζωικῶν (p. 295 R) ‘σελάχη, φησί, βοῦς, τρυγών, νάρκη, βατίς, βάτραχος, βούγλωττος, ψῆττα, μῦς.’ Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων γράφει· ‘τῶν δὲ πλατέων βούγλωττον, ψῆτταν, ἔσχαρον, ὃν καλοῦσι καὶ κόριν.’ βουγλώσσους δ’ ὀνομάζει καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)·

  1. ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν ἐπιστολαῖς τὰς καλλίστας γίνεσθαί φησι ψήττας περὶ Ἐλευσῖνα τῆς Ἀττικῆς. Ἀρχέστρατος δέ φησιν (fr. 51 R)·
  1. εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν
  2. βούγλωσσον .... περὶ Χαλκίδα κεδνήν.
Ῥωμαῖοι δὲ καλοῦσι τὴν ψῆτταν ῥόμβον, καί ἐστι τὸ ὄνομα Ἑλληνικόν. Ναυσικράτης ἐν Ναυκλήροις· προειπὼν δὲ περὶ γλαύκου τοῦ ἰχθύος ἐπιφέρει (IV 577 M)·
  1. αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς
  2. πασῶν ἀρίστας ἐντόπους παιδεύεται·
  3. αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
    v.2.p.227
  4. δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
  5. Β. τρίγλαν λέγεις γαλακτοχρῶτα Σικελὸς ὃν
  6. πήγνυσοχλος ῥόμβος.

πεπληρωκότες τὴν περὶ ἰχθύων γενομένην τοῖς δειπνοσοφισταῖς ἀδολεσχίαν, ὦ Τιμόκρατες, αὐτοῦ τὸν λόγον καταπαύσαντες, εἰ μή τι καὶ ἄλλων σοι δεῖ βρωμάτων, παραθήσομέν σοι καὶ ἃ Εὔβουλος εἴρηκεν ἐν Λάκωσιν ἢ Λήδᾳ (II 185 K)·

  1. πρὸς τούτοισιν δὲ παρέσται σοι
  2. θύννου τέμαχος, κρέα δελφακίων
  3. χορδαί τ’ ἐρίφων ἧπάρ τε κάπρου
  4. κριοῦ τ’ ὄρχεις χόλικές τε βοὸς
  5. κρανία τ’ ἀρνῶν νῆστις τ’ ἐρίφου
  6. γαστήρ τε λαγώ, φύσκη, χορδή,
  7. πνεύμων ἀλλᾶς τε.
ἐμφορηθεὶς οὖν καὶ τούτων ἔασον ἡμᾶς καὶ τοῦ σωματίου ἐπιμέλειαν ποιήσασθαι, ἵνα δυνηθῇς τὰ μετὰ ταῦτα εὐλόγως σιτεῖσθαι.