Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Λικιννίου δὲ Κράσσου τοῦ ἐπὶ Πάρθους στρατεύσαντος κόλακά φησι γενέσθαι Νικόλαος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ταῖς ἑκατὸν (FHG III 418) Ἀνδρόμαχον τὸν Καρρηνόν, ᾧ τὸν Κράσσον πάντα ἀνακοινούμενον προδοθῆναι Πάρθοις ὑπ᾽ αὐτοῦ καὶ ἀπολέσθαι. οὐκ ἀτιμώρητος δ’ ὑπὸ τοῦ δαιμονίου παρείθη ὁ Ἀνδρόμαχος. μισθὸν γὰρ λαβὼν τῆς πράξεως τὸ τυραννεῖν Καρρῶν τῆς πατρίδος διὰ τὴν ὠμότητα καὶ βίαν ὑπὸ τῶν Καρρηνῶν πανοικίᾳ ἐνεπρήσθη. Ποσειδώνιος δ’ ὁ Ἀπαμεύς, ὕστερον δὲ Ῥόδιος χρηματίσας, ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν (FHG III 254) Ἱέρακά φησι τὸν Ἀντιοχέα πρότερον λυσιῳδοῖς ὑπαυλοῦντα ὕστερον γενέσθαι κόλακα δεινὸν Πτολεμαίου τοῦ ἑβδόμου βασιλέως τοῦ καὶ Εὐεργέτου ἐπικληθέντος καὶ τὰ μέγιστα δυνηθέντα παρ’ αὐτῷ, καθάπερ καὶ παρὰ τῷ Φιλομήτορι, ὕστερον ὑπ’ αὐτοῦ
διαβόητος δὲ ἐγένετο ἐπὶ κολακείᾳ καὶ ὁ τῶν Ἀθηναίων δῆμος. Δημοχάρης γοῦν ὁ Δημοσθένους τοῦ ῥήτορος ἀνεψιὸς ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν (FHG II 449) διηγούμενος περὶ ἧς ἐποιοῦντο οἱ Ἀθηναῖοι κολακείας πρὸς τὸν Πολιορκητὴν Δημήτριον καὶ ὅτι τοῦτ’ οὐκ ἦν ἐκείνῳ βουλομένῳ, γράφει οὕτως· ‘ἐλύπει μὲν καὶ τούτων ἔνια αὐτόν, ὡς ἔοικεν, οὐ μὴν ἀλλὰ καὶ ἄλλα γε παντελῶς αἰσχρὰ καὶ ταπεινά, Λεαίνης μὲν καὶ Λαμίας Ἀφροδίτης ἱερὰ καὶ Βουρίχου καὶ Ἀδειμάντου καὶ Ὀξυθέμιδος τῶν κολάκων αὐτοῦ καὶ βωμοὶ καὶ ἡρῷα καὶ σπονδαί. τούτων ἑκάστῳ καὶ παιᾶνες ᾔδοντο, ὥστε καὶ αὐτὸν τὸν Δημήτριον θαυμάζειν ἐπὶ τοῖς γινομένοις καὶ λέγειν ὅτι ἐπ’ αὐτοῦ οὐδεὶς Ἀθηναίων γέγονε μέγας καὶ ἁδρὸς τὴν ψυχήν.’ καὶ Θηβαῖοι δὲ κολακεύοντες τὸν Δημήτριον, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῆς ποικίλης στοᾶς τῆς ἐν Σικυῶνι (fr. 15 Pr), ἱδρύσαντο ναὸν Ἀφροδίτης Λαμίας. ἐρωμένη δ’ ἦν αὕτη τοῦ Δημητρίου καθάπερ καὶ ἡ Λέαινα. τί οὖν παράδοξον οἱ Ἀθηναῖοι οἱ τῶν κολάκων κόλακες ἐποίησαν οἱ εἰς αὐτὸν τὸν Δημήτριον παιᾶνας καὶ προσόδια ᾄδοντες; φησὶ γοῦν ὁ Δημοχάρης ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ γράφων (FHG II 449)· ‘ἐπανελθόντα δὲ τὸν Δημήτριον ἀπὸ τῆς Λευκάδος καὶ Κερκύρας εἰς τὰς Ἀθήνας
ὁ μὲν οὖν Δημοχάρης τοσαῦτα εἴρηκε περὶ τῆς Ἀθηναίων κολακείας· Δοῦρις δ’ ὁ Σάμιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν ἱστοριῶν (FHG II 476) καὶ αὐτὸν τὸν ἰθύφαλλον (PL III 674 B4).....
- — — — — — —
- ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι
- τῇ πόλει πάρεισιν·
- ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημήτριον
- ἅμα παρῆγ’ ὁ καιρός.
- χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια
- ἔρχεθ’ ἵνα ποιήσῃ,
- ὁ δ’ ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς
- καὶ γελῶν πάρεστι.
- σεμνόν τι φαίνεθ᾽, οἱ φίλοι πάντες κύκλῳ,
- ἐν μέσοισι δ’ αὐτός,
- ὅμοιος ὥσπερ οἱ φίλοι μὲν ἀστέρες,
- ἥλιος δ’ ἐκεῖνος.
- ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ,
v.2.p.66- χαῖρε, κἀφροδίτης.
- ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοὶ
- ἢ οὐκ ἔχουσιν ὦτα
- ἢ οὐκ εἰσὶν ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν,
- σὲ δὲ παρόνθ’ ὁρῶμεν,
- οὐ ξύλινον οὐδὲ λίθινον, ἀλλ’ ἀληθινόν.
- εὐχόμεσθα δή σοι·
- πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε·
- κύριος γὰρ εἶ σύ.
- τὴν δ’ οὐχὶ Θηβῶν, ἀλλ’ ὅλης τῆς Ἑλλάδος
- Σφίγγα περικρατοῦσαν,
- Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος,
- ὥσπερ ἡ παλαιά,
- τὰ σώμαθ’ ἡμῶν πάντ’ ἀναρπάσας φέρει,
- κοὐκ ἔχω μάχεσθαι·
- Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας,
- νῦν δὲ καὶ τὰ πόρρω·
- μάλιστα μὲν δὴ σχόλασον αὐτός· εἰ δὲ μή,
- Οἰδίπουν τιν’ εὑρέ,
- τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ
- ἢ σποδὸν ποιήσει.
ταῦτ’ ᾖδον οἱ Μαραθωνομάχαι οὐ δημοσίᾳ μόνον, ἀλλὰ καὶ κατ᾽ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν Περσῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀναρίθμους μυριάδας τῶν βαρβάρων φονεύσαντες. Ἄλεξις γοῦν ἐν Φαρμακοπώλῃ ἢ Κρατεύᾳ προπίνοντά τινα εἰσαγαγὼν ἑνὶ τῶν συμποτῶν καὶ λέγοντα ποιεῖ τάδε (II 336 K)·
- παῖ, τὴν μεγάλην δός, ὑποχέας
- φιλίας κυάθους τῶν ... παρόντων τέτταρας,
- τοὺς τρεῖς δ’ Ἔρωτος προσαποδώσεις ὕστερον·
- ἕν᾽ Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς
- καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου
- ............... φέρε τὸν τρίτον
- Φίλας Ἀφροδίτης. χαίρετ᾽, ἄνδρες συμπόται,
- ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι.
τοιοῦτοι τότ’ ἐγένοντο οἱ Ἀθηναῖοι κολακείας θηρίου χαλεπωτάτου λύσσαν ἐμβαλούσης αὐτῶν τῇ πόλει· ἣν ὁ μὲν Πύθιος ἑστίαν τῆς Ἑλλάδος ἀνεκήρυξε, πρυτανεῖον δὲ Ἑλλάδος ὁ δυσμενέστατος Θεόπομπος ὁ φήσας ἐν ἄλλοις (FHG I 328) πλήρεις εἶναι τὰς Ἀθήνας Διονυσοκολάκων καὶ ναυτῶν καὶ λωποδυτῶν, ἔτι δὲ ψευδομαρτύρων καὶ συκοφαντῶν καὶ ψευδοκλητήρων. οὓς ἐγὼ πείθομαι ὡς ἐπομβρίαν ἤ τι δεινὸν ἐκ θεοῦ τὴν προειρημένην πᾶσαν εἰσηγήσασθαι κολακείαν. περὶ ἧς καλῶς ὁ Διογένης ἔλεγε πολὺ κρεῖττον εἶναι ἐς κόρακας ἀπελθεῖν ἢ ἐς κόλακας, οἳ ζῶντας ἔτι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατεσθίουσι. φησὶ γοῦν καὶ Ἀναξίλας ἐν .... (II 274 K)·
Πλάτων τ’ ἐν Φαίδρῳ φησί (p. 240 b)· ‘κόλακι, δεινῷ
- οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας
- σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον
- εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος,
- ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν.
- ἔπειθ’ ὃ μὲν λέμμ’ ἐστίν, ὃ δ’ ἕτερον δάκνει.
διὸ καὶ Θετταλοὶ καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μηλιεῖς ἐνέμοντο, ὥς φησι Θεόπομπος ἐν τῇ τριακοστῇ (FHG I 310).
- ὁ γὰρ κόλαξ
- καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς
- πόλεις
- ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον.
- νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους,
- αἱ κρίσεις θ’ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ.
κόλακας δ’ εἶναί φησι Φύλαρχος καὶ τοὺς ἐν Λήμνῳ κατοικοῦντας Ἀθηναίων ἐν τῇ τρισκαιδεκάτῃ τῶν ἱστοριῶν (FHG I 341). χάριν γὰρ ἀποδιδόντας τοῖς Σελεύκου καὶ Ἀντιόχου ἀπογόνοις, ἐπεὶ αὐτοὺς ὁ Σέλευκος πικρῶς ἐπιστατουμένους ὑπὸ Λυσιμάχου οὐ μόνον ἐξείλετο, ἀλλὰ καὶ τὰς πόλεις αὐτοῖς ἀπέδωκεν ἀμφοτέρας, οἱ Λημνόθεν Ἀθηναῖοι οὐ μόνον ναοὺς κατεσκεύασαν τοῦ Σελεύκου, ἀλλὰ καὶ τοῦ υἱοῦ Ἀντιόχου· καὶ τὸν ἐπιχεόμενον κύαθον ἐν ταῖς συνουσίαις Σελεύκου σωτῆρος καλοῦσι.
ἀρέσκειαν προσαγορεύουσιν, ὡς καὶ Ἀναξανδρίδης ἐν Σαμίᾳ (II 155 K)·
- ταύτην δὲ τὴν κολακείαν τινὲς ἐκτρεπόμενοι τοὔνομα
οὐκ ἐπίστανται δὲ οἱ τὴν κολακείαν μεταχειριζόμενοι ὥς ἐστιν αὕτη ἡ τέχνη ὀλιγοχρόνιος. Ἄλεξις γοῦν φησιν ἐν Ψευδομένῳ (II 392 K)·
- τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ’ ἔχει.
Κλέαρχος δ’ ὁ Σολεὺς ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν (FHG II 313)· ‘κόλαξ μὲν οὐδείς’, φησί, ‘διαρκεῖ πρὸς φιλίαν. καταναλίσκει γὰρ ὁ χρόνος τὸ τοῦ προσποιήματος αὐτῶν ψεῦδος. ὁ δ’ ἐραστὴς κόλαξ ἐστὶ φιλίας δι’ ὥραν ἢ κάλλος.’ τῶν δὲ Δημητρίου τοῦ βασιλέως κολάκων οἱ περὶ Ἀδείμαντον τὸν Λαμψακηνὸν νεὼν κατασκευασάμενοι καὶ ἀγάλματα ἱδρυσάμενοι Θριῆσιν ὠνόμασαν Φίλας Ἀφροδίτης καὶ τὸν τόπον Φιλαῖον ἐκάλεσαν ἀπὸ τῆς Δημητρίου μητρὸς Φίλας, ὥς φησι Διονύσιος ὁ τοῦ Τρύφωνος ἐν τῷ δεκάτῳ περὶ ὀνομάτων.
- κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ·
- οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ.
Κλέαρχος δ’ ὁ Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ Γεργιθίῳ (FHG II 310) καὶ πόθεν ἡ ἀρχὴ τοῦ ὀνόματος τῶν κολάκων παρῆλθε διηγεῖται καὶ αὐτὸν τὸν Γεργίθιον ὑποτιθέμενος, ἀφ᾽ οὗ τὸ βιβλίον ἔχει τὴν ἐπιγραφήν, ἕνα γεγονότα τῶν Ἀλεξάνδρου κολάκων. διηγεῖται δὲ οὕτως, τὴν κολακείαν ταπεινὰ ποιεῖν τὰ ἤθη τῶν κολάκων καταφρονητικῶν ὄντων τῶν περὶ αὐτούς. σημεῖον δὲ τὸ πᾶν ὑπομένειν εἰδότας οἷα τολμῶσι. τὰ δὲ τῶν κολακευομένων ἐμφυσωμένων τῇ
παραδεδεγμένοι δ’ εἰσὶ πάντες οἱ κατὰ τὴν Κύπρον μόναρχοι τὸ τῶν εὐγενῶν κολάκων γένος ὡς χρήσιμον· πάνυ γὰρ τὸ κτῆμα τυραννικόν ἐστι. καὶ τούτων οἷον Ἀρεοπαγιτῶν τινων οὔτε τὸ πλῆθος οὔτε τὰς ὄψεις ἔξω τῶν ἐπιφανεστάτων οἶδεν οὐδείς. διῃρημένων δὲ διχῇ κατὰ συγγένειαν τῶν ἐν τῇ Σαλαμῖνι κολάκων, ἀφ’ ὧν εἰσιν οἱ κατὰ τὴν ἄλλην Κύπρον κόλακες, τοὺς μὲν Γεργίνους, τοὺς δὲ Προμάλαγγας προσαγορεύουσιν· ὧν οἱ μὲν Γεργίνοι συναναμιγνύμενοι τοῖς κατὰ τὴν πόλιν ἔν τε τοῖς ἐργαστηρίοις καὶ ταῖς ἀγοραῖς ὠτακουστοῦσι κατασκόπων ἔχοντες τάξιν, ὅ τι δ’ ἂν ἀκούσωσιν ἀναφέρουσιν ἑκάστης ἡμέρας πρὸς τοὺς καλουμένους ἄνακτας. οἱ δὲ Προμάλαγγες ζητοῦσιν ἄν τι τῶν ὑπὸ τῶν Γεργίνων προσαγγελθέντων οὐκ ἀνάξιον εἶναι ζητήσεως
γεγόνασι δὲ παρ’ ἡμῖν καὶ ἐπὶ Γλοῦ τοῦ Καρὸς καὶ γυναῖκες ὑπὸ τὰς ἀνάσσας αἱ προσαγορευθεῖσαι κολακίδες. ἀφ’ ὧν ὑπολιπεῖς τινες εἰς τὸ πέραν ἀφικόμεναι μετάπεμπτοι πρός τε τὰς Ἀρταβάζου καὶ τὰς Μέντορος γυναῖκας κλιμακίδες μετωνομάσθησαν ἀπὸ τοιαύτης πράξεως· ταῖς μεταπεμψαμέναις ἀρεσκευόμεναι κλίμακα κατεσκεύαζον ἐξ ἑαυτῶν οὕτως ὥστ’ ἐπὶ τοῖς νώτοις αὐτῶν τὴν ἀνάβασιν γίγνεσθαι καὶ τὴν κατάβασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. εἰς τοῦτο τρυφῆς, ἵνα μὴ
προελθὼν δὲ πάλιν ὁ Κλέαρχος καὶ τάδε φησίν· ‘ἀλλ’ ἤδη τῇ τούτων χρείᾳ μέμψαιτ’ ἄν τις τὸ μειράκιον, ὥσπερ εἶπον. οἱ μὲν γὰρ παῖδες μικρὸν ἄπωθεν τῆς κλίνης ἐν χιτωνίσκοις ἕστασαν· τριῶν δ’ ὄντων ἀνδρῶν, δι’ οὓς δὴ νῦν ὁ πᾶς λόγος ἐνέστηκε, καὶ τούτων ὄντων ἐπωνύμων παρ’ ἡμῖν ὁ μὲν εἷς ἐπὶ τῆς κλίνης πρὸς ποδῶν καθῆστο τοὺς τοῦ μειρακίου πόδας ἐπὶ τοῖς αὑτοῦ γόνασι λεπτῷ λῃδίῳ συνημφιακώς· ὃ δὲ ἐπόει δήπου καὶ μὴ λέγοντος οὐκ ἄδηλον· καλεῖται δ’ οὗτος ὑπὸ τῶν ἐγχωρίων Παράβυστος διὰ τὸ καὶ τῶν μὴ παραδεχομένων ὅμως τεχνικώτατα κολακεύων παρεμπίπτειν ἐς τὰς ὁμιλίας. ἅτερος δ’ ἦν ἐπί τινος δίφρου κειμένου παρ’ αὐτὴν τὴν κλίνην καὶ τοῦ νεανίσκου τὴν χεῖρα παρεικότος ἐκκρεμάμενος ταύτης καὶ προσπεπτωκὼς κατέψηχέ τε καὶ τῶν δακτύλων ἕκαστον ἐν μέρει διαλαμβάνων εἷλκέ τε καὶ ἐξέτεινεν· ὥστε τὸν πρῶτον αὐτὸν ἐπονομάσαντα Σικύαν
ἀλλ’ οὐ Λεύκων τοιοῦτος ἦν ὁ Ποντικὸς τύραννος, ὃς ἐπεὶ συχνοὺς τῶν φίλων ᾔσθετο σεσυλημένους ὑπό τινος τῶν περὶ αὑτὸν κολάκων, συνιδὼν τὸν ἄνθρωπον διαβάλλοντά τινα τῶν λοιπῶν φίλων ‘ἀπέκτεινα ἄν, εἶπέν, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν ἡ τυραννὶς ἐδεῖτο.’ Ἀντιφάνης δ’ ὁ κωμῳδιοποιὸς ἐν Στρατιώτῃ τὰ ὅμοια λέγει περὶ τῆς τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ποιεῖ δέ τινα ἀναπυνθανόμενον στρατιώτου τάδε (II 97 K)·
- ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε
- πολὺν χρόνον; Β. τὸν πάνθ’ ἕως ἦν ὁ πόλεμος.
- Α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. Β. ἐν Πάφῳ·
v.2.p.74- οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν,
- ἄλλως τ’ ἄπιστον. Α. ποῖον; Β. ἐρριπίζετο
- ὑπὸ τῶν περιστερῶν, ὑπ’ ἄλλου δ’ οὐδενὸς
- δειπνῶν ὁ βασιλεύς. Α. πῶς; ἐάσας τἄλλα γὰρ
- ἐρήσομαί σε τοῦθ᾽. Β. ὅπως; ἠλείφετο
- ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ,
- καρποῦ σύχν’ οἵου φασὶ τὰς περιστερὰς
- τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι
- παρῆσαν οἷαί τ’ ἦσαν ἐπικαθιζάνειν
- ἐπὶ τὴν κεφαλήν· παῖδες δὲ παρακαθήμενοι
- ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολὺ
- τοῦ μήτ’ ἐκεῖσε μήτε δεῦρο παντελῶς
- οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον
- αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον ποιεῖν.
‘εἴη οὖν ἂν ὁ τοῦ προειρημένου μειρακίου κόλαξ μαλακοκόλαξ, ὥς φησιν ὁ Κλέαρχος (1. s.)· πρὸς γὰρ τῷ τοιούτῳ κολακεύειν καὶ τὸ σχῆμα τῶν κολακευομένων ἐπακολουθῶν ἀποπλάττεται παραγκωνίζων καὶ σπαργανῶν ἑαυτὸν τοῖς τριβωναρίοις. ὅθεν αὐτὸν οἳ μὲν παραγκωνιστήν, οἳ δὲ σχηματοθήκην καλοῦσι. κατ’ ἀλήθειαν γὰρ ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίγνεται γοῦν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφήν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους· οὕτω ποικιλόφωνός τις ἐστίν. Ἀνδροκύδης δ’ ὁ ἰατρὸς ἔλεγε τὴν κολακείαν ἔχειν τὴν ἐπωνυμίαν ἀπὸ τοῦ προσκολλᾶσθαι ταῖς ὁμιλίαις· ἐμοὶ δὲ δοκεῖ διὰ τὴν εὐχέρειαν ὅτι
καὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ (IV 566 M)·
- πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν,
- ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν.
- τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας
- διδασκάλους ἐξεῦρον οὗ λέγω βίου
- ἴσως τριάκοντ’ ἀφ’ ἑνὸς ἐργαστηρίου.
- πάλιν ἡ τοῦ βίου
- ὑγρότης μέ τοῦ σου τέθλιφε· τὴν ἀσωτίαν
- ὑγρότητα γὰρ νῦν προσαγορεύουσίν τινες.
Ἀντιφάνης δ’ ἐν Λημνίαις (II 70 K) τέχνην τινὰ εἶναι ὑποτίθεται τὴν κολακείαν εἶναι ἐν οἷς λέγει ἐν ταῖς Λημνίαις·
κεχαρακτήρικε δὲ ὡς ἔνι μάλιστα ἐπιμελῶς τὸν κόλακα Μένανδρος ἐν τῷ ὁμωνύμῳ δράματι, ὡς καὶ τὸν παράσιτον Δίφιλος ἐν Τελεσίᾳ. Ἄλεξις δ’ ἐν Καταψευδομένῳ λέγοντά τινα κόλακα τοιαῦτα παρεισάγων φησίν (II 381 K)·
- εἶτ’ ἔστιν ἢ γένοιτ’ ἂν ἡδίων τέχνη
- ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς;
- ὁ ζωγράφος πονεῖ τι καὶ πικραίνεται,
- ὁ γεωργὸς ...............,
- ........ ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν·
- πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος.
- ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς·
- οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά,
- ἁδρὸν γελάσαι, σκῶψαί τιν᾽, ἐμπιεῖν πολύν,
- οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον.
v.2.p.76
δοκεῖ δέ μοι οὗτος, ἄνδρες φίλοι, ὁ καλὸς γάστρις οὐκ ἂν ὠκνηκέναι εἰπεῖν καὶ τὰ ἐξ Ὀμφάλης Ἴωνος τοῦ τραγῳδιοποιοῦ (fr. 21 N)·
- εὐδαίμων ἐγώ, μὰ τὸν Δία
- τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι
- ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι,
- ἀλλ’ ὅτι διαρραγήσομ᾽, ἂν θεὸς θέλῃ·
- τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν.
οἷον καθημερινήν
- ἐνιαυσίαν γὰρ δεῖ με τὴν ἑορτὴν ἄγειν.
περὶ τῆς πατρίδος ἱστοριῶν (FHG IV 431) διηγούμενος ὡς ἡ Κνωποῦ βασιλεία ὑπὸ τῶν ἐκείνου κολάκων κατελύθη φησὶν καὶ ταῦτα· ‘Κνωπῷ μαντευομένῳ περὶ σωτηρίας ὁ θεὸς ἔχρησε θύειν Ἑρμῇ δολίῳ. καὶ μετὰ ταῦτα ὁρμήσαντος αὐτοῦ εἰς Δελφοὺς οἱ τὴν βασιλείαν αὐτοῦ καταλῦσαι βουλόμενοι, ἵν’ ὀλιγαρχίαν καταστήσωνται· (ἦσαν δ’ οὗτοι Ὀρτύγης καὶ Ἶρος καὶ Ἔχαρος, οἳ ἐκαλοῦντο διὰ τὸ περὶ τὰς θεραπείας εἶναι τῶν ἐπιφανῶν πρόκυνες καὶ κόλακες) συμπλέοντες οὖν τῷ Κνωπῷ, ὡς ἤδη πόρρω τῆς γῆς ἦσαν, δήσαντες τὸν Κνωπὸν ἔρριψαν εἰς τὸ πέλαγος καὶ καταχθέντες εἰς Χίον καὶ δύναμιν παρὰ τῶν ἐκεῖ τυράννων
- Ἱππίας δ’ ὁ Ἐρυθραῖος ἐν τῇ δευτέρᾳ τῶν
οἱ δὲ περὶ τὸν Ὀρτύγην τύραννοι ἔχοντες τὴν ἐκ Χίου δύναμιν τοὺς ἐνισταμένους αὐτῶν τοῖς πράγμασι διέφθειρον καὶ τοὺς νόμους καταλύσαντες αὐτοὶ διεῖπον τὰ κατὰ τὴν πόλιν ἐντὸς τείχους οὐδένα δεχόμενοι τῶν δημοτῶν· ἔξω δὲ πρὸ τῶν πυλῶν δικαστήριον κατασκευάσαντες τὰς κρίσεις ἐποιοῦντο, ἁλουργὰ μὲν ἀμπεχόμενοι περιβόλαια καὶ χιτῶνας ἐνδεδυκότες περιπορφύρους. ὑπεδέδεντο δὲ καὶ πολυσχιδῆ σανδάλια τοῦ θέρους, τοῦ δὲ χειμῶνος ἐν γυναικείοις ὑποδήμασι διετέλουν περιπατοῦντες κόμας τε ἔτρεφον καὶ πλοκαμῖδας ἔχειν ἤσκουν, διειλημμένοι τὰς κεφαλὰς διαδήμασι μηλίνοις καὶ πορφυροῖς· εἶχον δὲ καὶ κόσμον ὁλόχρυσον ὁμοίως ταῖς γυναιξίν. ἠνάγκαζόν τε τῶν πολιτῶν τοὺς μὲν διφροφορεῖν, τοὺς δὲ ῥαβδουχεῖν, τοὺς δὲ τὰς ὁδοὺς ἀνακαθαίρειν καὶ τῶν μὲν τοὺς υἱεῖς εἰς τὰς κοινὰς συνουσίας μετεπέμποντο, τοῖς δὲ τὰς ἰδίας γυναῖκας καὶ τὰς θυγατέρας ἄγειν παρήγγελλον· τοὺς δ᾽ ἀπειθοῦντας ταῖς ἐσχάταις τιμωρίαις
ἐκ τούτων οὖν ἁπάντων ἔστι συνιδεῖν, ἄνδρες φίλοι, ὅσων κακῶν αἰτία γίνεται κολακεία τῷ βίῳ· καὶ Θεόπομπος γὰρ ἐν τῇ θʹ τῶν Φιλιππικῶν (FHG I 301) φησιν· ‘Ἀγαθοκλέα δοῦλον γενόμενον καὶ τῶν ἐκ Θετταλίας πενεστῶν Φίλιππος μέγα παρ’ αὐτῷ δυνάμενον διὰ τὴν κολακείαν καὶ ὅτι ἐν τοῖς συμποσίοις συνὼν αὐτῷ ὠρχεῖτο καὶ γέλωτα παρεσκεύαζεν ἀπέστειλε διαφθεροῦντα Περραιβοὺς καὶ τῶν ἐκεῖ πραγμάτων ἐπιμελησόμενον. τοιούτους δ’ εἶχεν ἀεὶ περὶ αὑτὸν ἀνθρώπους ὁ Μακεδών, οἷς διὰ φιλοποσίαν καὶ βωμολοχίαν πλείω χρόνον ὡς τὰ πολλὰ συνδιέτριβε καὶ συνήδρευε περὶ τῶν μεγίστων βουλευόμενος.’ ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ τάδε Ἡγήσανδρος ὁ Δελφός (FHG IV 413), ὡς τοῖς Ἀθήνησιν εἰς τὸ Διομέων Ἡράκλειον ἀθροιζομένοις τοῖς τὰ γέλοια λέγουσιν ἀπέστελλεν ἱκανὸν κερμάτιον καὶ προσέτασσέ τισιν ἀναγράφοντας τὰ λεγόμενα ὑπ᾽ αὐτῶν ἀποστέλλειν πρὸς
- ἀλλ’ ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος
- καὶ τοῖς κόλαξι πᾶσι, τοῖς σκώπτουσι δὲ
- ἑαυτὸν εὐόργητος· ἡγεῖται δὲ δὴ
- τούτους μόνους ἐλευθέρους, κἂν δοῦλος ᾖ.
ἀλλὰ μὴν καὶ τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν οὐ μόνον ὁ Διονύσιος ἀνελάμβανεν, ἀλλὰ καὶ ὁ Φίλιππος. ἱστορεῖ δὲ περὶ ἑκατέρου Θεόπομπος ἐν μὲν τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ (FHG I 320) γράφων οὕτως· ‘Φίλιππος τοὺς μὲν κοσμίους τὰ ἤθη καὶ τοὺς τῶν ἰδίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν κύβοις καὶ πότοις ἐπαινῶν ἐτίμα. τοιγαροῦν οὐ
καὶ Δημήτριος δ’ ὁ Πολιορκητὴς φιλόγελως ἦν, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῇ δεκάτῃ τῶν ἱστοριῶν (FHG I 339). ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ γράφει οὕτως (ib. 341)· ‘περιεώρα Δημήτριος τοὺς κολακεύοντας αὐτὸν ἐν τοῖς συμποσίοις καὶ ἐπιχεομένους Δημητρίου μὲν μόνου βασιλέως, Πτολεμαίου δὲ μόνου ναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος, Σελεύκου δ’ ἐλεφαντάρχου. καὶ ταῦτα αὐτῷ οὐ τὸ τυχὸν συνῆγε μῖσος.’ Ἡρόδοτος δέ φησιν (II 173. 174) Ἄμασιν Αἰγυπτίων βασιλέα παιγνιήμονα ἐόντα σκώπτειν τοὺς συμπότας, καὶ ‘ὅτε ἰδιώτης, φησίν, ἦν, φιλοπότης ὑπῆρχε καὶ φιλοσκώμμων καὶ οὐ κατεσπουδασμένος ἀνήρ.’ Νικόλαος δ’ ἐν τῇ ἑβδόμῃ καὶ ἑκατοστῇ τῶν ἱστοριῶν (FHG III 416) Σύλλαν φησὶ τὸν Ῥωμαίων στρατηγὸν οὕτω χαίρειν μίμοις καὶ γελωτοποιοῖς φιλόγελων γενόμενον, ὡς καὶ πολλὰ γῆς μέτρα αὐτοῖς χαρίζεσθαι τῆς δημοσίας. ἐμφανίζουσι δ’ αὐτοῦ τὸ περὶ ταῦτα ἱλαρὸν αἱ ὑπ’ αὐτοῦ γραφεῖσαι σατυρικαὶ κωμῳδίαι τῇ πατρίῳ φωνῇ.
Τιρυνθίους δέ φησι Θεόφραστος ἐν τῷ περὶ κωμῳδίας (fr. 124 W) φιλόγελως ὄντας, ἀχρείους δὲ πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων καταφυγεῖν ἐπὶ τὸ ἐν Δελφοῖς μαντεῖον ἀπαλλαγῆναι βουλομένους τοῦ πάθους, καὶ τὸν θεὸν ἀνελεῖν αὐτοῖς, ἢν θύοντες τῷ Ποσειδῶνι ταῦρον ἀγελαστὶ τοῦτον ἐμβάλωσιν εἰς τὴν θάλατταν, παύσεσθαι. οἳ δὲ δεδιότες μὴ διαμάρτωσι τοῦ λογίου τοὺς παῖδας ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ. μαθὼν οὖν εἷς καὶ συγκαταμιχθείς, ἐπείπερ
τῇ δ’ ἀλαζονείᾳ μετὰ τὴν κολακείαν χώραν δίδωσιν Ἀναξανδρίδης ὁ κωμῳδιοποιὸς ἐν Φαρμακομάντει λέγων οὕτως (II 157 K)·
ψωμοκόλακος δὲ μνημονεύει Ἀριστοφάνης ἐν Γηρυτάδῃ οὕτως (I 432 K)·
- ὅτι εἴμ’ ἀλαζὼν τοῦτ’ ἐπιτιμᾷς; ἀλλὰ τί;
- νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ
- μετὰ τὴν κολακείαν· ἥδε μὲν γὰρ διαφέρει.
καὶ Σαννυρίων Ἰοῖ (I 795 K)·
- ψίθυρός τ’ ἐκαλοῦ καὶ ψωμοκόλαξ.
Φιλήμων Ἀνανεουμένῃ (II 480 K)·
- φθείρεσθ’ ἐπίτριπτοι ψωμοκόλακες.
Φιλιππίδης δ’ ἐν Ἀνανεώσει (IV 469 M)·
- ψωμοκόλαξ δ’ ἔσθ’ οὗτος.
κυρίως δ’ ὁ κόλαξ ἐπὶ τούτου κεῖται· κόλον γὰρ ἡ τροφή, ὅθεν καὶ ὁ βουκόλος καὶ ὁ δύσκολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε ἡ τὴν τροφὴν
- ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί.
- σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.’