Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ὅτι Ποντικῶν καλουμένων καρύων, ἃ λόπιμά τινες ὀνομάζουσι, μνημονεύει Νίκανδρος (cf. p. 54d). Ἑρμῶναξ δὲ καὶ Τιμαχίδας ἐν Γλώσσαις Διὸς βάλανόν φησι καλεῖσθαι τὸ Ποντικὸν κάρυον.

Ἡρακλείδης δὲ ὁ Ταραντῖνος ζητεῖ πότερον προπαρατίθεσθαι δεῖ τὰ τραγήματα, καθάπερ ἔν τισι τόποις τῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα γίνεται ἢ οὔ, ἀλλὰ μετὰ τὸ δεῖπνον. ἐὰν μὲν οὖν μετὰ τὸ δεῖπνον, συμβαίνει πλείονος τροφῆς κειμένης ἐν τῇ

v.1.p.125
κοιλίᾳ καὶ τοῖς ἐντέροις τὰ ἐπεισφερόμενα κάρυα, χάριν τῆς πρὸς τὸ πίνειν ὁρμῆς ἐμπλεκόμενα τοῖς σιτίοις, ἐμπνευματώσεις καὶ φθορὰς τῆς τροφῆς παρασκευάζειν διὰ τὸ παρακολουθοῦν αὐτοῖς ἐπιπολαστικὸν φύσει καὶ δυσκατέργαστον· ἐξ ὧν ἀπεψίαι γίνονται καὶ κοιλίας καταφοραί.

‘τὰ δὲ ἀμύγδαλα, φησὶ Διοκλῆς, τρόφιμα μέν ἐστι καὶ εὐκοίλια, θερμαντικὰ δὲ διὰ τὸ ἔχειν κεγχρῶδές τι. λυπεῖ δ᾽ ἧττον τὰ χλωρὰ τῶν ξηρῶν καὶ τὰ βεβρεγμένα τῶν ἀβρόχων καὶ τὰ πεφρυγμένα τῶν ὠμῶν. τὰ δὲ Ἡρακλεωτικά, καλούμενα δὲ Διὸς βάλανοι, τρέφει μὲν οὐχ ὁμοίως τοῖς ἀμυγδάλοις, ἔχει δέ τι κεγχρῶδες καὶ ἐπιπολαστικόν· πλείω δὲ βρωθέντα βαρύνει τὴν κεφαλήν. ἧττον δ’ ἐνοχλεῖ καὶ τούτων τὰ χλωρὰ τῶν ξηρῶν. τὰ δὲ Περσικὰ κεφαλαλγικὰ μέν ἐστιν οὐχ ἧττον τῶν Διὸς βαλάνων, τρέφει δὲ μᾶλλον· φάρυγγα τραχύνει καὶ στόμα. ὀπτηθέντα δὲ ἀλυπότερα γίνεται· διαχωρεῖ δὲ μάλιστα τῶν καρύων ἐσθιόμενα μετὰ μέλιτος. τὰ δὲ πλατέα φυσωδέστερά ἐστιν, ἀλυπότερα δὲ τὰ ἑφθὰ τῶν ὠμῶν καὶ πεφρυγμένων, τὰ δὲ πεφρυγμένα τῶν ὠμῶν. Φυλότιμος δὲ ἐν τοῖς περὶ τροφῆς φησι· ‘τὸ πλατὺ κάρυον τὸ καλούμενον Σαρδιανὸν δυσκατέργαστά ἐστιν ὠμὰ πάντα καὶ δυσδιάλυτα, κατεχόμενα ὑπὸ τοῦ φλέγματος ἐν τῇ κοιλίᾳ, καὶ στρυφνότητα ἔχοντα. τὸ δὲ Ποντικὸν λιπαρὸν καὶ δυσκατέργαστον. τὸ δὲ ἀμύγδαλον ἧττον δυσκατέργαστον· φαγόντες οὖν πλείονα

v.1.p.126
οὐκ ἐνοχλούμεθα· λιπαρώτερά τε φαίνεται καὶ ἀναδίδωσι χυμὸν γλυκὺν καὶ λιπαρόν.’ Δίφιλος δ’ ὁ Σίφνιος ‘τὰ κάρυα, φησί, τὰ βασιλικὰ κεφαλαλγῆ ἐστι καὶ ἐπιπολαστικά. τούτων δὲ τὰ ἁπαλὰ ἔτι καὶ λελευκασμένα εὐχυλότερα καὶ κρείττονα ὑπάρχει, τὰ δ’ ἐν τοῖς ἰπνοῖς φρυγόμενα ὀλιγότροφα. τὰ δὲ ἀμύγδαλά ἐστιν οὐρητικὰ καὶ λεπτυντικὰ καὶ καθαρτικὰ καὶ ὀλιγότροφα. τῶν μέντοι χλωρῶν κακοχύλων ὄντων καὶ ἀτροφωτέρων πολὺ μᾶλλον φυσωδέστερα καὶ ἐπιπολαστικώτερά ἐστι τὰ ξηρά. τὰ δὲ ἁπαλὰ καὶ πλήρη καὶ λελευκασμένα γαλακτώδη ὄντα εὐχυλότερά ἐστι. τῶν δὲ ξηρῶν τὰ Θάσια καὶ Κύπρια ἁπαλὰ ὄντα εὐεκκριτώτερά ἐστι. τὰ δὲ Ποντικὰ κάρυα κεφαλαλγῆ, ἧττον δ’ ἐπιπολαστικὰ τῶν βασιλικῶν.’

Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ‘τῶν Εὐβοικῶν, φησί, καρύων ἢ καστάνων (ἀμφοτέρως γὰρ καλεῖται) δύσπεπτος μὲν ἡ κατεργασία τῇ κοιλίᾳ καὶ φυσώδης ἡ πέψις γίνεται, παχύνει δὲ τὰς ἕξεις, ἐάν τις αὐτῶν κρατήσῃ. τὰ δὲ ἀμύγδαλα καὶ τὰ Ἡρακλεωτικὰ καὶ τὰ Περσικὰ κάρυα καὶ τἄλλα τὰ τοιαῦτα χείρω ἐστὶ τούτων. χρὴ δὲ μηδὲν ὅλως τῆς τοιαύτης ἰδέας ἄπυρον ἐσθίειν ἔξω τῶν χλωρῶν ἀμυγδάλων, ἀλλὰ τὰ μὲν ἕψειν, τὰ δὲ φρύγειν. τὰ μὲν γὰρ αὐτῶν ἐστι λιπαρὰ τῇ φύσει, καθάπερ ἀμυγδάλαι τε αἱ ξηραὶ καὶ Διὸς βάλανοι, τὰ δὲ σκληρὰ καὶ στρυφνά, καθάπερ αἵ τε φηγοὶ καὶ πᾶν τὸ τοιοῦτον γένος. τῶν οὖν λιπαρῶν ἀφαιρεῖται τὸ λίπος ἡ πύρωσις· ἐστὶ γὰρ τοῦτο τὸ χείριστον· τὰ δὲ σκληρὰ καὶ στρυφνὰ πεπαίνεται,

v.1.p.127
ἐάν τις ὀλίγῳ καὶ μαλακῷ πυρὶ χρῆται.’ ὁ δὲ Δίφιλος τὰ κάστανα καὶ Σαρδιανὰς βαλάνους καλεῖ, εἶναι λέγων αὐτὰς καὶ πολυτρόφους καὶ εὐχύλους, δυσοικονομήτους δὲ διὰ τὸ ἐπιμένειν τῷ στομάχῳ· τὰς δὲ φρυγείσας ἀτροφωτέρας μὲν γίνεσθαι, εὐοικονομήτους δέ· τὰς δὲ ἑψομένας ἐμπνευματοῦν μὲν ἧττον, τρέφειν δὲ τούτων μᾶλλον.
  1. λόπιμον κάρυόν τε
  2. Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο,
Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γεωργικοῖς (fr. 76 Schn). Ἀγέλοχος δὲ ἄμωτα καλεῖ τὰ καστάνεια· ‘ὅπου δὲ γίνεται τὰ κάρυα τὰ Σινωπικά, ταῦτα δένδρα ἐκάλουν ἄμωτα.’

  1. ΕΡΕΒΙΝΘΟΙ. Κρώβυλος (IV 569 M)·
  2. χλωρὸν ἐρέβινθόν τινα
  3. ἐκοττάβιζον κενὸν ὅλως. τράγημα δέ
  4. ἐστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς.
Ὅμηρος· Il. 13.589
  1. θρώσκουσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι.
Ξενοφάνης ὁ Κολοφώνιος ἐν παρῳδίαις (p. 189 W)·
  1. πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ
  2. ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα,
  3. πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους·
    v.1.p.128
  4. ‘τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτη ἐστί, φέριστε;
  5. πηλίκος ἦσθ’ ὅθ’ ὁ Μῆδος ἀφίκετο;’
Σαπφώ (fr. 36 B4)·
  1. χρύσειοι ἐρέβινθοι ἐπ’ ἀιόνων ἐφύοντο.
Θεόφραστος δ’ ἐν φυτικοῖς (8, 5, 1) τῶν ἐρεβίνθων τινὰς καλεῖ κριούς. καὶ Σώφιλος (II 447 K)·
  1. ὁ πατὴρ ὁ ταύτης πολὺ μέγιστός ἐστι
  2. κριὸς ἐρέβινθος.
Φαινίας δ’ ἐν τοῖς περὶ φυτῶν φησι (FHG II 300)· ‘τραγήματος ἔχει χώραν ἁπαλὰ μὲν ὦχρος, κύαμος, ἐρέβινθος, ξηρὰ δὲ ἑφθὰ καὶ φρυκτὰ σχεδὸν τὰ πλεῖστα.’ Ἄλεξις (II 356 K)·
  1. ἔστιν ἀνήρ μοι πτωχὸς κἀγὼ
  2. γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς
  3. χἤδ’ ἡ χρηστή, πένθ’ οἱ πάντες.
  4. τούτων οἱ τρεῖς δειπνοῦμεν,
  5. δύο δ’ αὐτοῖς συγκοινωνοῦμεν
  6. μάζης μικρᾶς. φθόγγους δ’ ἀλύρους
  7. θρηνοῦμεν, ἐπὰν μηδὲν ἔχωμεν·
  8. χρῶμα δ’ ἀσίτων ἡμῶν ὄντων
  9. γίνεται ὠχρόν. τὰ μέρη δ’ ἡμῶν
  10. χἠ σύνταξις τοῦ βίου ἐστὶν
  11. κύαμος, θέρμος, λάχανον, .....
  12. γογγυλίς, ὦχρος, λάθυρος, φηγός,
  13. βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς,
  14. τό τε θειοφανὲς μητρῷον ἐμοὶ
    v.1.p.129
  15. μελέδημ’ ἰσχάς,
  16. Φρυγίας εὑρήματα συκῆς.
Φερεκράτης (I 169 K)·
  1. τακεροὺς ποιήσεις τοὺς ἐρεβίνθους αὐτόθεν.
πάλιν (ib. p. 195)·
  1. τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους.
Δίφιλος δέ φησιν· ‘οἱ ἐρέβινθοι δύσπεπτοι, σμηκτικοί, οὐρητικοί, πνευματικοί.’ κατὰ δὲ Διοκλέα ζυμωτικοὶ τῆς σαρκός· κρείττους δ’ οἱ λευκοὶ τῶν μελάνων καὶ πυξοειδεῖς καὶ οἱ Μιλήσιοι τῶν λεγομένων κριῶν οἵ τε χλωροὶ τῶν ξηρῶν καὶ οἱ βεβρεγμένοι τῶν ἀβρόχων.

ὅτι Ποσειδῶνος εὕρημα οἱ ἐρέβινθοι.

  1. ΘΕΡΜΟΙ.
  2. μὴ ὥρασι
  3. μετὰ τῶν κακῶν ἵκοιθ’ ὁ τοὺς θέρμους φαγών,
  4. ἐν τῷ προθύρῳ τὰ λέμμαθ’ ὁτιὴ κατέλιπε,
  5. ἀλλ’ οὐκ ἀπεπνίγη καταφαγών. μάλιστα δὲ ....
  6. Β. Κλεαίνετος μὲν οὐκ ἐδήδοκ’ οἶδ’ ὅτι
  7. ὁ τραγικὸς αὐτούς· οὐδενὸς γὰρ πώποτε
  8. ἀπέβαλεν ..... ὀσπρίου λέπος·
  9. οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ (Alex. fr. 266 K).
Λυκόφρων δ’ ὁ Χαλκιδεὺς ἐν σατυρικῷ δράματι, ὃ ἐπὶ καταμωκήσει ἔγραψεν εἰς Μενέδημον τὸν
v.1.p.130
φιλόσοφον, ἀφ’ οὗ ἡ τῶν Ἐρετρικῶν ὠνομάσθη αἵρεσις, διασκώπτων τῶν φιλοσόφων τὰ δεῖπνά φησι (p. 636 N)·
  1. καὶ δημόκοινος ἐπεχόρευσε δαψιλὴς
  2. θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
Δίφιλος (II 570 K)·
  1. οὐκ ἔστιν οὐδὲν τεχνίον ἐξωλέστερον
  2. τοῦ πορνοβοσκοῦ·
  3. κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι
  4. ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,
  5. ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν.
καὶ σημειωτέον, φησί, τὸ θερμοκυάμους, ἐπεὶ καὶ νῦν οὕτω λέγεται. Πολέμων δέ φησι (fr. 91 Pr) τοὺς Λακεδαιμονίους τοὺς θέρμους λυσιλαίδας καλεῖν. Θεόφραστος δὲ ἱστορεῖ ἐν αἰτίοις φυτικοῖς (4, 2, 2) ὅτι ‘θέρμος καὶ ὄροβος καὶ ἐρέβινθος μόνα οὐ ζῳοῦται τῶν χεδροπῶν διὰ τὴν δριμύτητα καὶ πικρότητα. ὁ δ᾽ ἐρέβινθος, φησί, μέλας γίνεται διαφθειρόμενος.’ γίνεσθαι δὲ λέγει κάμπας ἐν τοῖς ἐρεβίνθοις ὁ αὐτὸς ἐν τῷ τρίτῳ τῆς αὐτῆς πραγματείας (22, 3). Δίφιλος δ’ ὁ Σίφνιος τοὺς θέρμους φησὶν εἶναι σμηκτικοὺς καὶ πολυτρόφους, μάλιστα δὲ τοὺς ἐπὶ πλεῖον ἀπεγλυκασμένους. διὸ καὶ Ζήνων ὁ Κιτιεύς, σκληρὸς ὢν καὶ πάνυ θυμικὸς πρὸς τοὺς γνωρίμους, ἐπὶ πλεῖον τοῦ οἴνου σπάσας ἡδὺς ἐγίνετο καὶ μείλιχος. πρὸς τοὺς πυνθανομένους οὖν τοῦ τρόπου τὴν διαφορὰν ἔλεγε τὸ αὐτὸ τοῖς θέρμοις πάσχειν· καὶ γὰρ ἐκείνους
v.1.p.131
πρὶν διαβραχῆναι πικροτάτους εἶναι, ποτισθέντας δὲ γλυκεῖς καὶ προσηνεστάτους.

ΦΑΣΗΛΟΙ. Λακεδαιμόνιοι ἐν τοῖς δείπνοις τοῖς καλουμένοις κοπίσι διδόασι τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς· ἱστορεῖ Πολέμων (fr. 86 Pr). Ἐπίχαρμος (p. 280 L)·

  1. .. φασήλους φῶγε θᾶσσον, αἴ χ’ ὁ Διόνυσος φιλῇ.
Δημήτριος (I 796 K)·
  1. ἢ σῦκον ἢ φάσηλον ἢ τοιοῦτό τι.

ΕΛΑΑΙ. Εὔπολις (I 342 K)· ‘σηπίαι δρυπεπεῖς τ᾽ ἐλᾶαι.’ ταύτας Ῥωμαῖοι δρύππας λέγουσι. Δίφιλος δέ φησιν ὁ Σίφνιος τὰς ἐλάας ὀλιγοτρόφους εἶναι καὶ κεφαλαλγεῖς, τὰς δὲ μελαίνας καὶ κακοστομαχωτέρας καὶ βαρύνειν τὴν κεφαλήν, τὰς δὲ κολυμβάδας καλουμένας εὐστομαχωτέρας εἶναι καὶ κοιλίας στατικάς, τὰς δὲ θλαστὰς μελαίνας εὐστομαχωτέρας εἶναι. μνημονεύει τῶν θλαστῶν ἐλαιῶν Ἀριστοφάνης (I 493 K)· ‘θλαστὰς ποιεῖν ἐλαίας.’ πάλιν·

  1. οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
καὶ μετ’ ὀλίγα·
  1. θλαστὰς γὰρ εἶναι κρεῖσσόν ἐστιν ἁλμάδος.
Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ (fr. 6 Ri)·
  1. ῥυσαὶ καὶ δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι. —
  2. ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ’ ἀγαθῷ μεμνημένοι
  3. πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας,
φησὶν Ἕρμιππος (I 249 K). Φιλήμων φησίν· ‘πιτυρίδες καλοῦνται αἱ φαυλίαι ἐλᾶαι, στεμφυλίδες δὲ
v.1.p.132
αἱ μέλαιναι,’ Καλλίμαχος δ’ ἐν τῇ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει (fr. 50 Schn)·
  1. γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν
  2. εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα.
ἔλεγον δὲ τὰς δρυπεπεῖς ἐλάας καὶ ἰσχάδας καὶ γεργερίμους, ὥς φησι Δίδυμος (p. 75 Schm). καὶ χωρὶς δὲ τοῦ φάσκειν ἐλάας αὐτὸ καθ’ ἑαυτὸ ἔλεγον μόνον δρυπεπεῖς. Τηλεκλείδης (I 218 K)·
  1. ... ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω με
  2. δρυπεπέσι, μάζαις καὶ διασκανδικίσαι.
Ἀθηναῖοι δὲ τὰς τετριμμένας ἐλαίας στέμφυλα ἐκάλουν, βρύτεα δὲ τὰ ὑφ’ ἡμῶν στέμφυλα, τὰ ἐκπιέσματα τῆς σταφυλῆς. παρὰ δὲ τοὺς βότρυς γέγονεν ἡ φωνή.

ΡΑΦΑΝΙΔΕΣ. αὗται κέκληνται διὰ τὸ ῥᾳδίως φαίνεσθαι. καὶ ἐκτεταμένως δὲ καὶ κατὰ συστολὴν λέγεται παρὰ Ἀττικοῖς. Κρατῖνος (I 104 K)·

  1. ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ’ ἄλλοις οὐ λαχάνοισιν.
Εὔπολις (I 342 K)·
  1. ῥαφανίδες ἄπλυτοι, σηπίαι.
ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ, οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων (II 124 K)·
  1. νήττας, σχαδόνας, κάρυ’ ἐντραγεῖν, ᾤ᾽, ἐγκρίδας,
  2. ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
    v.1.p.133
ἰδίως δ’ οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες, ἃς καὶ Θασίας ὠνόμαζον. Φερεκράτης (I 198 K)·
  1. ῥαφανίς τ’ ἄπλυτος ὑπάρχει
  2. καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
ὑποκοριστικῶς δ’ εἴρηκε Πλάτων ἐν Ὑπερβόλῳ (I 645 K)· ‘φύλλιον ἢ ῥαφανίδιον.’ Θεόφραστος δ’ ἐν τοῖς περὶ φυτῶν (7, 4, 2) γένη ῥαφανίδων φησὶν εἶναι πέντε, Κορινθίαν, Λειοθασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιωτίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν Λειοθασίαν Θρᾳκίαν· γλυκυτάτην δ’ εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχήματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ φύλλα, γλυκύτεραί εἰσι.’ Καλλίας δ’ (I 698 K) ἐπὶ τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς ἀρχαιότητος τῆς κωμῳδίας διεξιών φησιν·
  1. ... ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς,
  2. ἐλατῆρες.
ὅτι δ’ οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστοφάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν Δαναίσι γράφων καὶ αὐτὸς καὶ λέγων (I 456 K)·
  1. ὁ χορὸς δ’ ὠρχεῖτ’ ἂν ἐναψάμενος δάπιδας καὶ
  2. στρωματόδεσμα,
  3. διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ
  4. ῥαφανῖσιν.
εὐτελὲς δὲ σφόδρα ἔδεσμα ἡ ῥαφανίς. Ἄμφις (II 243 K)·
  1. ὅστις ἀγοράζων ὄψον . . . . .
  2. ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
  3. ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.
    v.1.p.134

ΚΩΝΟΙ. Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς ἐν τῷ περὶ ἐδεστῶν ὀστρακίδας καλεῖ τῶν κώνων τοὺς πυρῆνας, ἔτι δὲ κώνους. Διοκλῆς δ’ ὁ Καρύστιος πιτύινα κάρυα. ὁ δὲ Μύνδιος Ἀλέξανδρος πιτυίνους κώνους. Θεόφραστος δὲ τὸ μὲν δένδρον πεύκην ὀνομάζει, τὸν δὲ καρπὸν κῶνον. Ἱπποκράτης δὲ ἐν τῷ περὶ πτισάνης (II 456 Littre/), ὃ ἐκ τοῦ ἡμίσους μὲν νοθεύεται, ὑπ’ ἐνίων δὲ καὶ ὅλον, κοκκάλους· οἱ πολλοὶ δὲ πυρῆνας, ὡς καὶ Ἡρόδοτος ὅταν περὶ τοῦ Ποντικοῦ καρύου λέγῃ. φησὶ γάρ (IV 23)· ‘πυρῆνα δ’ ἔχει τοῦτο ἐπὰν γένηται πέπον.’ Δίφιλος δ’ ὁ Σίφνιός φησιν· οἱ στρόβιλοι πολύτροφοι μέν εἰσι, λεαντικοὶ δὲ ἀρτηρίας καὶ θώρακος καθαρτικοὶ διὰ τὸ ἔχειν παρεμπεπλεγμένον τὸ ῥητινῶδες.’ Μνησίθεος δέ φησι πιαίνειν αὐτοὺς τὸ σῶμα καὶ πρὸς εὐπεψίαν ἀλύπους εἶναι, ὑπάρχειν δὲ καὶ οὐρητικοὺς καὶ οὐκ ἐφεκτικοὺς κοιλίας.

ΩΙΑ. Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς (cf. p. 183 Schaubach) τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκόν. Ἀριστοφάνης (av. 695)· ‘τίκτει πρῶτον ὑπηνέμιον ᾠὸν Νύξ.’ Σαπφὼ δ’ αὐτὸ τρισυλλάβως καλεῖ (fr. 56 B4)·

  1. φασὶ δή ποτε Λήδαν ὤιον εὑρεῖν.
καὶ πάλιν (fr. 112)·
  1. ὠίου πολὺ λευκότερον.
ὤεα δ’ ἔφη Ἐπίχαρμος (p. 280 L)·
  1. ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν.
    v.1.p.135
Σιμωνίδης ἐν δευτέρῳ ἰάμβων (fr. 11 B4)·
  1. οἷόν τε χηνὸς ὤεον Μαιανδρίου.
διὰ τεσσάρων δ’ αὐτὰ προενήνεκται Ἀναξανδρίδης ὠάρια εἰπών (II 163 K). καὶ Ἔφιππος·
  1. σταμνάριά τ’ οἴνου μικρὰ τοῦ Φοινικίνου,
  2. ᾠάρια, τοιαῦθ’ ἕτερα πολλὰ παίγνια.
Ἄλεξις δὲ ἡμίτομά που ᾠῶν λέγει (II 392 fr. 261, 10 K). ᾠὰ δὲ οὐ μόνον ἀνεμιαῖα ἐκάλουν, ἀλλὰ καὶ ὑπηνέμια. ‘ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ’ ἡμῖν καλούμενα ὑπερῷα ᾠά’, φησὶ Κλέαρχος ἐν Ἐρωτικοῖς (FHG II 316), τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κροτωνιάτης ἔφη ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν ἐξ οὗ τὴν Ἑλένην γεννηθῆναι· τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ (FHG II 35). Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι (fr. 16 B4)·
  1. τούς τε λευκίππους κόρους
  2. τέκνα Μολιόνας κτάνον,
  3. ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους,
  4. ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ
  5. ἀργυρέῳ.
Ἔφιππος (II 255 fr. 8, 3 K)·
  1. ἴτρια, τραγήματα ..., πυραμοῦς, ἄμης,
  2. ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν.
ᾠῶν δὲ ῥοφητῶν μνημονεύει Νικόμαχος (IV 587 M)·
v.1.p.136
  1. οὐσίδιον γάρ μοι καταλιπόντος τοῦ πατρός,
  2. οὕτω συνεστρόγγυλα κἀξεκόκκισα
  3. ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν.
χηνείων δ’ ᾠῶν Ἔριφος (II 430 K)·
  1. ᾠὰ λευκά γε
  2. καὶ μεγάλα· Β. χήνει’ ἐστίν, ὥς γ’ ἐμοὶ δοκεῖ·
  3. οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.
Ἐπαίνετος δὲ καὶ Ἡρακλείδης ὁ Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι πρωτεύειν τὰ τῶν ταῶν· μεθ’ ἃ εἶναι τὰ χηναλωπέκεια· τρίτα καταλέγοντες τὰ ὀρνίθεια.

ΠΡΟΠΟΜΑ. τούτου, φησί, περιενεχθέντος ὁ τῶν δείπνων ταμίας Οὐλπιανὸς ἔφη, εἰ κεῖται παρά τινι τὸ πρόπομα οὕτω καλούμενον ὡς νῦν ἡμεῖς φαμεν. καὶ ζητούντων πάντων ‘αὐτός, ἔφη, ἐγὼ ἐρῶ. Φύλαρχος ὁ Ἀθηναῖος ἢ Ναυκρατίτης ἐν οἷς ὁ λόγος ἐστὶν αὐτῷ περὶ Ζηλᾶ τοῦ Βιθυνῶν βασιλέως, ὃς ἐπὶ ξένια καλέσας τοὺς τῶν Γαλατῶν ἡγεμόνας ἐπιβουλεύσας αὐτοῖς καὶ αὐτὸς διεφθάρη, φησὶν οὕτως, εἰ μνήμης εὐτυχῶ (FHG I 341)· ‘πρόπομά τι πρὸ τοῦ δείπνου περιεφέρετο, καθὼς εἰώθει τὸ πρῶτον.’ καὶ ταῦτ’ εἰπὼν ὁ Οὐλπιανὸς ᾔτει πιεῖν ἐν ψυκτῆρι, ἀρέσκειν ἑαυτὸν φάσκων διὰ τὸ ἑτοίμως ἀπεμνημονευκέναι. ἦν δὲ τῶν ἐν τοῖς προπόμασι, φησί, παρασκευαζομένων ἄλλα τε καὶ δὴ καὶ ταῦτα.

  1. ΜΑΛΑΧΑΙ. Ἡσίοδος (opp. 41)·
  2. οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ.
    v.1.p.137
τοῦτο Ἀττικόν. ‘ἐγὼ δέ, φησίν, ἐν πολλοῖς ἀντιγράφοις εὗρον τοῦ Ἀντιφάνους Μίνωος διὰ τοῦ ο γεγραμμένον (II 75 K)·
  1. τρώγοντες μολόχης ῥίζαν.
καὶ Ἐπίχαρμος (p. 275 L)·
  1. ... πραύτερος ἔγωγε μολόχας.
Φαινίας δ’ ἐν τοῖς Φυτικοῖς φησι (FHG II 300)· ‘τῆς ἡμέρου μαλάχης ὁ σπερματικὸς τύπος καλεῖται πλακοῦς, ἐμφερὴς ὢν αὐτῷ· τὸ μὲν γὰρ κτενῶδες ἀνάλογον καθάπερ ἡ τοῦ πλακοῦντος κρηπίς, κατὰ μέσον δὲ τοῦ πλακουντικοῦ ὄγκου τὸ κέντρον ὀμφαλικόν. καὶ περιληφθείσης τῆς κρηπῖδος ὅμοιον γίνεται τοῖς θαλαττίοις περιγεγραμμένοις ἐχίνοις.’ ὁ δὲ Σίφνιος Δίφιλος ἱστορεῖ ὡς ἡ μαλάχη ἐστὶν εὔχυλος, λεαντικὴ ἀρτηρίας, τὰς ἐπιπολαίους ἀποκρίνουσα δριμύτητας. ἐπιτήδειόν τε εἶναί φησιν αὐτὴν τοῖς τῶν νεφρῶν καὶ τῆς κύστεως ἐρεθισμοῖς εὐέκκριτόν τε εἶναι μετρίως καὶ τρόφιμον, κρείττω δὲ τὴν ἀγρίαν τῆς κηπευομένης. Ἕρμιππος δ’ ὁ Καλλιμάχειος (FHG III 40) καὶ εἰς τὴν καλουμένην φησὶν ἄλιμον προσέτι τε ἄδιψον ἐμβάλλεσθαι τὴν μαλάχην οὖσαν χρησιμωτάτην.

ΚΟΛΟΚΥΝΤΑΙ. Εὐθύδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων σικύαν Ἰνδικὴν καλεῖ τὴν κολοκύντην διὰ τὸ κεκομίσθαι τὸ σπέρμα ἐκ τῆς Ἰνδικῆς. Μεγαλοπολῖται δ’ αὐτὴν σικυωνίαν ὀνομάζουσι. Θεόφραστος δὲ τῶν κολοκυντῶν φησιν (h. pl. 7, 4, 6) οὐκ εἶναι ἐν μέρει ἰδέας, ἀλλ’ εἶναι τὰς μὲν βελτίους, τὰς

v.1.p.138
δὲ χείρους. Μηνόδωρος δ’ ὁ Ἐρασιστράτειος, Ἱκεσίου φίλος ‘τῶν κολοκυντῶν, φησίν, ἣ μὲν Ἰνδική, ἡ καὶ αὐτὴ καὶ σικύα, ἣ δὲ κολοκύντη. καὶ ἡ μὲν Ἰνδικὴ κατὰ τὸ πλεῖστον ἕψεται, ἡ δὲ κολοκύντη καὶ ὀπτᾶται.’ ἄχρι δὲ τοῦ νῦν λέγεσθαι παρὰ Κνιδίοις τὰς κολοκύντας Ἰνδικάς. Ἑλλησπόντιοι δὲ σικύας μὲν τὰς μακρὰς καλοῦσι, κολοκύντας δὲ τὰς περιφερεῖς. Διοκλῆς δὲ κολοκύντας μὲν καλλίστας γίνεσθαι περὶ Μαγνησίαν, προσέτι τε γογγύλην ὑπερμεγέθη γλυκεῖαν καὶ εὐστόμαχον, ἐν Ἀντιοχείᾳ δὲ σικυόν, ἐν δὲ Σμύρνῃ καὶ Γαλατίᾳ θρίδακα, πήγανον δ’ ἐν Μύροις. Δίφιλος δέ φησιν· ‘ἡ δὲ κολοκύντη ὀλιγότροφός ἐστι καὶ εὔφθαρτος καὶ ὑγραντικὴ τῆς ἕξεως καὶ εὐέκκριτος, εὔχυλος. εὐστομαχωτέρα δ’ ἐστὶν ἡ δι’ ὕδατος καὶ ὄξους λαμβανομένη, εὐχυλοτέρα δὲ ἡ ἀρτυτή. λεπτυντικωτέρα δ’ ἐστὶν ἡ μετὰ νάπυος, εὐπεπτοτέρα δὲ καὶ εὐεκκριτωτέρα ἡ κάθεφθος.’ Μνησίθεος δέ φησιν· ‘ὅσα εὐφυῶς διάκειται πρὸς τὴν τοῦ πυρὸς κατεργασίαν, οἷον ὅ τε σικυὸς καὶ ἡ κολοκύντη καὶ μῆλα Κυδώνια καὶ στρουθία καὶ εἴ τι τοιοῦτον, ταῦθ’ ὅταν προσενεχθῇ πυρωθέντα, δίδωσι τῷ σώματι τροφὴν οὐ πολλὴν μέν, ἄλυπον δὲ καὶ μᾶλλον ὑγράν. ἐστὶ δὲ καὶ ταῦτα τῆς κοιλίας ἐφεκτικὰ πάντα. δεῖ δὲ αὐτὰ λαμβάνειν ἑφθὰ μᾶλλον.’ Ἀττικοὶ δὲ μόνως καλοῦσιν αὐτὴν κολοκύντην. Ἕρμιππος (I 248 K)·
  1. τὴν κεφαλὴν ὅσην ἔχει·
  2. ὅσην κολοκύντην.
    v.1.p.139
Φρύνιχος ὑποκοριστικῶς (I 386 K)·
  1. ἢ μαζίου τι μικρὸν ἢ κολοκυντίου.
Ἐπίχαρμος (p. 275 L)·
  1. ὑγιώτερόν θήν ἐστι κολοκύντας πολύ.

  1. Ἐπικράτης ὁ κωμῳδιοποιός (II 287 K)·
  2. τί Πλάτων
  3. καὶ Σπεύσιππος καὶ Μενέδημος;
  4. πρὸς τίσι νυνὶ διατρίβουσιν;
  5. ποία φροντίς, ποῖος δὲ λόγος
  6. διερευνᾶται παρὰ τούτοισιν;
  7. τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς
  8. ἥκεις, λέξον, πρὸς Γᾶς .....
  9. Β. ἀλλ’ οἶδα λέγειν περὶ τῶνδε σαφῶς.
  10. Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην
  11. μειρακίων . . . . . .
  12. ἐν γυμνασίοις Ἀκαδημείας
  13. ἤκουσα λόγων ἀφάτων, ἀτόπων.
  14. περὶ γὰρ φύσεως ἀφοριζόμενοι
  15. διεχώριζον ζῴων τε βίον
  16. δένδρων τε φύσιν λαχάνων τε γένη.
  17. κᾆτ’ ἐν τούτοις τὴν κολοκύντην
  18. ἐξήταζον τίνος ἐστὶ γένους.
  19. Α. καὶ τί ποτ’ ἄρ’ ὡρίσαντο καὶ τίνος γένους
  20. εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι.
  21. Β. πρώτιστα μὲν οὖν πάντες ἄναυδοι
    v.1.p.140
  22. τότ’ ἐπέστησαν καὶ κύψαντες
  23. χρόνον οὐκ ὀλίγον διεφρόντιζον.
  24. κᾆτ’ ἐξαίφνης, ἔτι κυπτόντων
  25. καὶ ζητούντων τῶν μειρακίων,
  26. λάχανόν τις ἔφη στρογγύλον εἶναι,
  27. ποίαν δ’ ἄλλος, δένδρον δ’ ἕτερος.
  28. ταῦτα δ’ ἀκούων ἰατρός τις
  29. Σικελᾶς ἀπὸ γᾶς
  30. κατέπαρδ’ αὐτῶν ὡς ληρούντων.
  31. Α. ἦ που δεινῶς ὠργίσθησαν χλευάζεσθαί τ᾽
  32. ἐβόησαν;
  33. τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαῦτα ποιεῖν ἀπρεπές . . . . . . .
  34. Β. οὐδ’ ἐμέλησεν τοῖς μειρακίοις.
  35. ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως,
  36. οὐδὲν ὀρινθείς, ἐπέταξ’ αὐτοῖς
  37. πάλιν ἐξ ἀρχῆς τὴν κολοκύντην
  38. ἀφορίζεσθαι τίνος ἐστὶ γένους.
  39. οἳ δὲ διῄρουν.

Ἄλεξις ὁ χαρίεις πρόπομα ὅλον παρατίθησι τοῖς διακρίνειν δυναμένοις (II 392 K)·

  1. ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ’ ἠβούλετο.
  2. κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκ’ ἔχων,
  3. ἐφ’ ἧς ἐπέκειτ’ οὐ τυρὸς οὐδ’ ἐλαῶν γένη
  4. οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα
  5. παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη
    v.1.p.141
  6. ὑπερηφάνως ὄζουσα τῶν Ὡρῶν λοπάς,
  7. τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον.
  8. ἅπαντ’ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά,
  9. ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος,
  10. ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας.
  11. ἐπεβάλομεν τὰς χεῖρας. ὃ μὲν ἐμοὶ λαλῶν
  12. ἅμα καὶ διανεύων ἠσχολεῖθ᾽· ὁ πᾶς δ’ ἀγὼν
  13. ἐπ’ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ’ ἕως
  14. τὴν λοπάδ’ ὀρύττων ἀποδέδειχα κόσκινον.

  1. ΜΥΚΑΙ. Ἀριστίας (p. 563 N)·
  2. μύκαισι δ’ ὠρέχθει τὸ λάινον πέδον.
Πολίοχος (IV 590 M)·
  1. μεμαγμένην
  2. μικρὰν μελαγχρῆ μᾶζαν ἠχυρωμένην
  3. ἑκάτερος ἡμῶν εἶχε δὶς τῆς ἡμέρας
  4. καὶ σῦκα βαιά· καὶ μύκης τις ἐνίοτ’ ἂν
  5. ὠπτᾶτο καὶ κοχλίας γενομένου ψακαδίου
  6. ἠγρεύετ’ ἂν καὶ λάχανα τῶν αὐτοχθόνων
  7. θλαστή τ’ ἐλαία, καὶ πιεῖν οἰνάριον ἦν
  8. ἀμφίβολον.
Ἀντιφάνης (II 111 K)·
  1. τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένη
  2. ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη,
  3. καὶ βολβὸς εἷς τις καὶ παροψίδες τινές,
  4. σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ’ ἃ δὴ
  5. δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι’ ἀθλίοις.
  6. τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ’ οὐκ ἔχων.
    v.1.p.142
  7. οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον,
  8. οὐδ’ οἱ δοκοῦντες πυθαγορίζειν.
καὶ προελθών·
  1. τίς γὰρ οἶδ’ ἡμῶν τὸ μέλλον ὅ τι παθεῖν
  2. πέπρωθ’ ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβὼν
  3. ὄπτα μύκητας πρινίνους τουσδὶ δύο.
  4. ὅτι Κηφισόδωρος ὁ Ἰσοκράτους μαθητὴς ἐν τοῖς
κατὰ Ἀριστοτέλους (τέσσαρα δ’ ἐστὶ ταῦτα βιβλία) ἐπιτιμᾷ τῷ φιλοσόφῳ ὡς οὐ ποιήσαντι λόγου ἄξιον τὸ παροιμίας ἀθροῖσαι, Ἀντιφάνους ὅλον ποιήσαντος δρᾶμα τὸ ἐπιγραφόμενον Παροιμίαι· ἐξ οὗ καὶ παρατίθεται τάδε (II 88 K)·
  1. ἐγὼ γὰρ εἰ τῶν ὑμετέρων φάγοιμί τι,
  2. μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ
  3. καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.

φύονται δὲ οἱ μύκητες γηγενεῖς καί εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι· οἱ γὰρ πολλοὶ ἀποπνίγουσιν. διὸ καὶ Ἐπίχαρμος παίζων ἔφη (p. 275 L)·

  1. οἷον αἱ μύκαι ἄρ’ ἐπεσκληκότες πνιξεῖσθε.
Νίκανδρος δ’ ἐν Γεωργικοῖς καταλέγει καὶ τίνες αὐτῶν εἰσιν οἱ θανάσιμοι, λέγων (fr. 78 Schn)·
  1. ἐχθρὰ δ’ ἐλαίης
  2. ῥοιῆς τε πρίνου τε δρυός τ’ ἄπο πήματα κεῖται,
  3. οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων.
φησὶ δὲ καὶ ὅτι
v.1.p.143
  1. συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ
  2. κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις,
  3. φύσονται πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα
  4. θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο.
τὰ δ’ ἄλλα οὐκ ἦν ἀναγνῶναι
  1. καί τε μύκητας ἀμανίτας τότ’ ἐφεύσεις,
φησὶν ὁ αὐτὸς Νίκανδρος ἐν τῷ αὐτῷ. Ἔφιππος (II 263 K)·
  1. ἵν’ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.
Ἐπαρχίδης Εὐριπίδην φησὶ (FHG IV 404) τὸν ποιητὴν ἐπιδημῆσαι τῇ Ἰκάρῳ καὶ γυναικός τινος μετὰ τέκνων κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα (fr. 2 B4)·
  1. ὦ τὸν ἀγήρατον πόλον αἰθέρος, Ἥλιε, τέμνων,
  2. ἆρ’ εἶδες τοιόνδ’ ὄμματι πρόσθε πάθος;
  3. μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους
  4. ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους.
Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν φησιν· ‘ἄγρια ἑψήματα τεῦτλον, μαλάχη, λάπαθον, ἀκαλήφη, ἀνδράφαξυς, βολβοί, ὕδνα, μύκαι.’ —

  1. ΣΙΑ. Σπεύσιππος ἐν βʹ Ὁμοίων φησὶ ἐν
ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. διὸ καὶ Πτολεμαῖος ὁ δεύτερος Εὐεργέτης Αἰγύπτου βασιλεύσας παρ’ Ὁμήρῳ ἀξιοῖ γράφειν (Od. 5.72)·
v.1.p.144
  1. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου.
σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα. —

  1. Δίφιλός φησι τοὺς μύκητας εἶναι εὐστόμους,
κοιλίας διαχωρητικούς, θρεπτικούς, δυσπέπτους δὲ καὶ φυσώδεις. τοιούτους δὲ εἶναι τοὺς ἐκ Κέω τῆς νήσου. ‘πολλοὶ μέντοι καὶ κτείνουσι. δοκοῦσι δὲ οἰκεῖοι εἶναι οἱ λεπτότατοι καὶ ἁπαλοὶ καὶ εὔθρυπτοι οἱ ἐπὶ πτελέαις καὶ πεύκαις γινόμενοι· ἀνοίκειοι δὲ οἱ μέλανες καὶ πελιοὶ καὶ σκληροὶ καὶ οἱ μετὰ τὸ ἑψηθῆναι καὶ τεθῆναι πησσόμενοι, οἵτινες λαμβανόμενοι κτείνουσι. βοηθοῦνται δ’ ἀπὸ ὑδρομέλιτος πόσεως καὶ ὀξυμέλιτος, νίτρου καὶ ὄξους. μετὰ τὴν πόσιν δὲ ἐμεῖν δεῖ. διόπερ καὶ δεῖ μάλιστα σκευάζειν αὐτοὺς μετὰ ὄξους καὶ ὀξυμέλιτος ἢ μέλιτος ἢ ἁλῶν· οὕτω γὰρ αὐτῶν τὸ πνιγῶδες ἀφαιρεῖται.’ Θεόφραστος δὲ ἐν τῷ περὶ φυτῶν ἱστορίας γράφει (fr. 168 W)· ‘ὑπόγεια δὲ τὰ τοιαῦτά ἐστι καὶ ἐπίγεια, καθάπερ οὓς καλοῦσί τινες πέζιας, ἅμα τοῖς μύκησι γινομένους. ἄριζοι γὰρ καὶ αὐτοὶ τυγχάνουσιν. ὁ δὲ μύκης ἔχει προσφύσεως ἀρχὴν τὸν καυλὸν εἰς μῆκος, καὶ ἀποτείνουσιν ἀπ’ αὐτοῦ ῥίζαι.’ φησὶ δὲ καὶ (h. pl. 4, 7, 2) ὅτι ἐν τῇ περὶ Ἡρακλέους στήλας θαλάσσῃ ὅταν ὕδατα πλείω γένηται, μύκητες φύονται πρὸς τῇ θαλάσσῃ, οὓς καὶ ἀπολιθοῦσθαι ὑπὸ τοῦ ἡλίου φησί. καὶ Φαινίας δὲ ἐν αʹ περὶ φυτῶν (FHG II 300)· ‘τὰ δὲ οὐδὲ φύει τὴν
v.1.p.145
ἀνθήλην οὐδὲ τῆς σπερματικῆς ἴχνος κορυνήσεως οὐδὲ σπερματώσεως, οἷον μύκης, ὕδνον, πτέρις, ἕλιξ.’ ὁ αὐτός φησι· ‘πτέρις, ἣν ἔνιοι βλάχνον καλοῦσι.’ Θεόφραστος ἐν Φυτικοῖς (1, 6, 5)· ‘λειόφλοια, καθάπερ ὕδνον, μύκης, πέζις, γεράνειον.’

ΥΔΝΑ. γίνεται καὶ ταῦτα αὐτόματα ἀπὸ γῆς μάλιστα περὶ τοὺς ἀμμώδεις τόπους. λέγει δὲ περὶ αὐτῶν Θεόφραστος (1, 6, 9)· ‘τὸ ὕδνον (ὃ καλοῦσί τινες γεράνειον) καὶ εἴ τι ἄλλο ὑπόγειον.’ καὶ πάλιν (fr. 167 W)· ‘καὶ ἡ τῶν ἐγγεοτόκων τούτων γένεσις ἅμα καὶ φύσις, οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ. δοκεῖ δ’ ἡδὺ σφόδρα τοῦτ’ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη, καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γενόμενον οἰτόν. περὶ δὲ τούτων ἴδιόν τι λέγεται· φασὶ γάρ, ὅταν ὕδατα μετοπωρινὰ καὶ βρονταὶ γίνωνται σκληραί, τότε γίνεσθαι, καὶ μᾶλλον ὅταν αἱ βρονταί, ὡς ταύτης αἰτιωτέρας οὔσης. οὐ διετίζειν δέ, ἀλλ᾽ ἐπέτειον εἶναι· τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχειν τοῦ ἦρος. οὐ μὴν ἀλλ’ ἔνιοί γε ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν. ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν· τοῦτο δ’ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται. γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου

v.1.p.146
χώρα ὕπαμμος· καὶ γὰρ αἱ Τιάραι τοιαῦται. φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων.’ Λυγκεὺς ὁ Σάμιός φησιν· ‘ἀκαλήφην ἡ θάλασσα ἀνίησιν, ἡ δὲ γῆ ὕδνα.’ καὶ Μάτρων ὁ παρῳδὸς ἐν τῷ Δείπνῳ·
  1. ὄστρεά τ’ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα.
Δίφιλος δὲ δύσπεπτά φησιν εἶναι τὰ ὕδνα, εὔχυλα δὲ καὶ παραλεαντικά, προσέτι δὲ διαχωρητικά, καὶ ἔνια αὐτῶν ὁμοίως τοῖς μύκαις πνιγώδη εἶναι. Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ἑλλησπόντῳ φησὶν (FHG IV 420) οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον· διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους. ὑδνόφυλλον δέ φησι Πάμφιλος ἐν Γλώσσαις τὴν φυομένην τῶν ὕδνων ὕπερθε πόαν, ἀφ’ ἧς τὸ ὕδνον γινώσκεσθαι.