Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

τῶν δὲ πολλῶν τὸ ἰὴ παιὼν ἐπιφθεγγομένων ὁ Ποντιανὸς ἔφη· ‘τὸ ἰὴ παιών, ἄνδρες φίλοι, μαθεῖν βούλομαι εἴτε παροιμία ἐστὶν εἴτε ἐφύμνιον εἴτε τι ἄλλο.’ πρὸς ὃν ὁ Δημόκριτος ἔφη· ‘Κλέαρχος ὁ Σολεὺς οὐδενὸς ὢν δεύτερος τῶν τοῦ σοφοῦ Ἀριστοτέλους μαθητῶν ἐν τῷ προτέρῳ περὶ Παροιμιῶν (FHG II 318) τὴν Λητώ φησιν ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνακομίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι περὶ τὸ τοῦ κληθέντος Πύθωνος σπήλαιον. καὶ φερομένου τοῦ Πύθωνος ἐπ’ αὐτοὺς ἡ Λητὼ τῶν

v.3.p.558
παίδων τὸν ἕτερον ἐν ταῖς ἀγκάλαις ἔχουσα, ἐπιβᾶσα τῷ λίθῳ τῷ νῦν ἔτι κειμένῳ ὑπὸ τῷ ποδὶ τῆς χαλκῆς εἰργασμένης Λητοῦς, ὃ τῆς τότε πράξεως μίμημα γενόμενον ἀνάκειται παρὰ τὴν πλάτανον ἐν Δελφοῖς, εἶπεν ‘ἵε παῖ.’ τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα. τοῦτο δ’ ἐστὶν ὡς ἂν εἴποι τις ‘ἄφιε παῖ’ καὶ ‘βάλε παῖ.’ διόπερ ἀπὸ τούτου λεχθῆναί φασιν τὸ ἵε παῖ καὶ ἵε παιών. ἔνιοι δὲ παρεγκλίνοντές τε τὴν λέξιν καὶ ψιλοῦντεσ ἐπὶ τοῖς δεινοῖς ἀλεξητήριόν τινα παροιμίαν λέγουσιν ‘ἰὴ παιών’ καὶ οὐχὶ ‘ἵε παῖ.’ πολλοὶ δὲ καὶ ἐπὶ τοῖς τέλος ἔχουσιν ἐπιφθεγγόμενοι οἳ μὲν ἐν παροιμίᾳ φασὶν οὕτως τοῦτο δὴ τὸ λεγόμενον ‘ἰὴ παιών,’ διὰ δὲ τὸ λίαν ἡμῖν εἶναι σύνηθες λανθάνον ὂν ἐν παροιμίᾳ. οἳ δὲ τὸ τοιοῦτο λέγοντες οὐχ ὡς παροιμίαν ... τὸ δὲ ὑφ’ Ἡρακλείδου τοῦ Ποντικοῦ λεχθὲν φανερῶς πέπλασται, ἐπὶ σπονδαῖς τοῦτο πρῶτον εἰς τρὶς εἰπεῖν τὸν θεὸν οὕτως ‘ἵη παιάν ἵη παιών.’ ἐκ ταύτης γὰρ τῆς πίστεως τὸ τρίμετρον καλούμενον ἀνατίθησι τῷ θεῷ, φάσκων τοῦ θεοῦ τοῦθ’ ἑκάτερον εἶναι τῶν μέτρων, ὅτι μακρῶν μὲν τῶν πρώτων δύο συλλαβῶν λεγομένων ‘ἰὴ παιάν’ ἡρῷον γίνεται, βραχέων δὲ λεχθεισῶν ἰαμβεῖον· διὰ δὲ τοῦτο δῆλον ὅτι καὶ τὸν χωλίαμβον ἀναθετέον αὐτῷ. βραχειῶν γὰρ
v.3.p.559
γινομένων εἰ δύο τὰς ἁπασῶν τελευταίας συλλαβὰς εἰς μακρὰν ποιήσει τις, ὁ Ἱππώνακτος ἴαμβος ἔσται.’

μετὰ ταῦτ’ ἤδη μελλόντων καὶ ἡμῶν ἀνίστασθαι ἐπεισῆλθον παῖδες φέροντες ὃ μέν τις θυμιατήριον, ὃ δὲ — — — — f. 372v pag. a τοῦ συμποσίου ...... δε̣ | λιβανωτοῦ ...... ιμ̣πο̣ι̣ | . — — — — — . δὴ ... | — — — — — ηιθυτ̣α. | — — — — — — τὰ τὸν | — — — — — αν. τήν ...... ε̣νο̣ρ̣ ..... οι | ...... ὸ ..... καὶ τόδε ε | .... ε̣ . τοῦ θυμιατηρίου | ...... κ̣αὶ̣ ἐ . τοῦ λιβανωτοῦ, | τοῖς θεοῖς πᾶσι καὶ πάσαις | εὐξ̣άμενος, ἐπισπείσας | τοῦ οἴνου καὶ δοὺς κατὰ | τὸ νόμιμον τὸ ἐπιχώριον τὸ | λοιπὸν τοῦ ἀκράτου τῷ | διδόντι ἐκπιεῖν παιδὶ | τὸν εἰς τὴν Ὑγίειαν παι|ᾶνα ᾄσας τὸν ποιηθέν|τα ὑπὸ Ἀρίφρονος τοῦ Σι|κυωνίου τόνδε (PL III 595 B4)·

  1. Ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ
  2. λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων σύνοικος
  3. εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων [εἴης·
  4. ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ
  5. πόθων,
    v.3.p.560
  6. οὓς κρυφίοις Ἀφροδίτας ἄρκυσιν θηρεύομεν,
  7. ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων
  8. ἀμπνοὰ πέφανται,
  9. μετὰ σεῖο, μάκαιρ’ Ὑγίεια,
  10. τέθαλε πάντα καὶ λάμπει Χαρίτων ὄαροι·
  11. σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ.
καὶ ἀσπα|σάμενος ἡμᾶς φιλοφρόνωσ ... ἀπομάττοντας ... | — — — οἴδασιν οἱ παλαιοί. Σώπατρος γὰρ ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Φακῆ λέγει οὕτως·
  1. κρεανομοῦμαι καὶ τὸν ἐκ Τυρρηνίας
  2. οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι.
ταῦτα, φίλτατε Τιμόκρατες, κατὰ τὸν Πλάτωνα (ep. 2 p. 314c) οὐ Σωκράτους νέου καὶ καλοῦ παίγνια, ἀλλὰ τῶν δειπνοσοφιστῶν σπουδάσματα. κατὰ γὰρ τὸν Χαλκοῦν Διονύσιον (fr. 6 B)·
  1. τί κάλλιον ἀρχομένοισιν
  2. ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον;