Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἴστε δὲ ὅτι καὶ Δημάδης ὁ ῥήτωρ ἐξ αὐλητρίδος ἑταίρας ἐπαιδοποιήσατο Δημέαν· ὃν φρυαττόμενόν ποτε ἐπὶ τοῦ βήματος ἐπεστόμισεν Ὑπερείδης εἰπών· ‘οὐ σιωπήσῃ, μειράκιον, μεῖζον τῆς μητρὸς ἔχων τὸ φύσημα;’ καὶ Βίων δ’ ὁ Βορυσθενίτης φιλόσοφος ἑταίρας ἦν υἱὸς Ὀλυμπίας Λακαίνης, ὥς φησι Νικίας ὁ Νικαιεὺς ἐν ταῖς τῶν φιλοσόφων Διαδοχαῖς. Σοφοκλῆς δ’ ὁ τραγῳδιοποιὸς ἤδη γέρων ὢν ἠράσθη Θεωρίδος τῆς ἑταίρας. ἱκετεύων οὖν τὴν Ἀφροδίτην φησίν·

  1. κλῦθί μευ εὐχομένου, Κουροτρόφε· δὸς δὲ γυναῖκα
  2. τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν,
  3. ἣ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
  4. ὧν ἰσχὺς μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.
ταῦτα μέν ἐστιν ἐκ τῶν εἰς Ὅμηρον ἀναφερομένων
v.3.p.305
(ep. 12 Baum). τῆς δὲ Θεωρίδος μνημονεύει λέγων ἔν τινι στασίμῳ οὕτως (fr. 698 N)·
  1. φίλη γὰρ ἡ Θεωρίς.
ἐπὶ δὲ δυσμαῖς ὢν τοῦ βίου, ὥς φησιν Ἡγήσανδρος (FHG IV 418), Ἀρχίππην ἠγάπησεν τὴν ἑταίραν καὶ τοῦ βίου κληρονόμον κατέλιπεν. ὅτι δὲ γηραιῷ ὄντι τῷ Σοφοκλεῖ συνῆν ἡ Ἀρχίππη, ὁ πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης ἐρωτώμενος ὑπό τινος τί πράττει Ἀρχίππη χαριέντως ἔφη· ‘ὥσπερ αἱ γλαῦκες ἐπὶ τάφον κάθηται.’

ἀλλὰ μὴν καὶ Ἰσοκράτης ὁ τῶν ῥητόρων αἰδημονέστατος Μετάνειραν εἶχεν ἐρωμένην καὶ καλήν, ὡς Λυσίας ἱστορεῖ ἐν ταῖς Ἐπιστολαῖς (fr. 258 Tur). Δημοσθένης δ᾽ ἐν τῷ κατὰ Νεαίρας (21) τὴν Μετάνειραν τοῦ Λυσίου φησὶν ἐρωμένην εἶναι. ἥττητο δὲ καὶ ὁ Λυσίας Λαγίδος τῆς ἑταίρας, ἧς ἔγραψεν ἐγκώμιον Κέφαλος ὁ ῥήτωρ (p. 217 Tur)· καθάπερ καὶ Ἀλκιδάμας ὁ Ἐλαίτης ὁ Γοργίου μαθητὴς ἔγραψεν καὶ αὐτὸς ἐγκώμιον Ναίδος τῆς ἑταίρας (fr. 3). τὴν δὲ Ναίδα ταύτην Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος ὁ λόγος, ἐρωμένην φησὶ (fr. 245) γενέσθαι Φιλωνίδου γράφων ὧδε· ‘ἔστιν οὖν γυνὴ ἑταίρα Ναὶς ὄνομα, ἧς Ἀρχίας κύριός ἐστιν, ὁ δ’ Ὑμέναιος ἐπιτήδειος, ὁ Φιλωνίδης δ’ ἐρᾶν φησιν.’ μνημονεύει αὐτῆς καὶ Ἀριστοφάνης ἐν τῷ Γηρυτάδῃ (I 433 K). μήποτε δὲ κἀν τῷ Πλούτῳ ἐν ᾧ λέγει (179)·

  1. ἐρᾷ δὲ Λαὶς οὐ διὰ σὲ Φιλωνίδου;
γραπτέον Ναὶς καὶ οὐ Λαίς. Ἕρμιππος δ’ ἐν τῷ
v.3.p.306
περὶ Ἰσοκράτους (FHG III 49) προβαίνοντά φησι τῇ ἡλικίᾳ τὸν Ἰσοκράτη ἀναλαβεῖν Λαγίσκαν τὴν ἑταίραν εἰς τὴν οἰκίαν, ἐξ ἧς καὶ γενέσθαι αὐτῷ θυγάτριον. μνημονεύει δ’ αὐτῆς Στράττις ἐν τούτοις (I 712 K)·
  1. καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν
  2. ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι,
  3. τόν τ’ αὐλοτρύπην αὐτόν ....
καὶ Λυσίας δ’ ἐν τῷ κατὰ Λαίδος, εἰ γνήσιος ὁ λόγος, μνημονεύει αὐτῆς, καταλέγων καὶ ἄλλας ἑταίρας ἐν τούτοις (fr. 155 Tur)· ‘Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη καὶ ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια καὶ Ἀριστόκλεια.’

Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος. αὐτὸς γοῦν ἐν τῷ περὶ Χρυσίου λόγῳ (fr. 4 Tur) προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον ὡς δι’ ἐκείνων ἔλεον ἕξων χωρὶς τῆς μητρός, καίτοι ἔθος ἐχόντων τῶν κρινομένων τὰς γυναῖκας ἐπάγεσθαι· ἀλλ’ αἰδοῖ τοῦτ᾽ ἐποίησεν, φεύγων τὴν διαβολήν. ἀκόλαστος δ’ ἦν ὁ ῥήτωρ περὶ τὰ ἀφροδίσια, ὥς φησιν Ἰδομενεύς (FHG II 492). Ἀριστάρχου γοῦν τινος ἐρασθεὶς μειρακίου καὶ δι’ αὐτὸν παροινήσας εἰς Νικόδημον ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς. παραδέδοται δὲ καὶ περὶ ὄψα καὶ περὶ νέους καὶ περὶ γυναῖκας πολυτελής. τοιγαροῦν καὶ ὁ γραμματεύς ποτ’ αὐτοῦ εἶπε· ‘τί δ’ ἄν τις περὶ Δημοσθένους λέγειν δύναιτο; τὰ γὰρ ἐνιαυτῷ μελετηθέντα ἐκείνῳ μία γυνὴ

v.3.p.307
μιᾷ νυκτὶ συνέχεεν.’ ἀναλαβεῖν γοῦν καὶ εἰς τὴν οἰκίαν λέγεταί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων· ὡς καὶ αὐτὴν ἀγανακτήσασαν συγκοιμᾶσθαι τῷ Κνωσίωνι.

Μυρρίνην δὲ τὴν Σαμίαν ἑταίραν Δημήτριος εἶχεν ὁ βασιλεὺς ὁ τῆς διαδοχῆς τελευταῖος καὶ ἔξω τοῦ διαδήματος κοινωνὸν εἶχε τῆς βασιλείας, ὥς φησιν Νικόλαος ὁ Δαμασκηνός (FHG III 414). Πτολεμαῖός τε ὁ τὴν ἐν Ἐφέσῳ διέπων φρουρὰν υἱὸς ὢν τοῦ Φιλαδέλφου βασιλέως Εἰρήνην εἶχε τὴν ἑταίραν, ἥτις ὑπὸ Θρᾳκῶν ἐν Ἐφέσῳ ἐπιβουλευομένου τοῦ Πτολεμαίου καὶ καταφυγόντος εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν συγκατέφυγεν· καὶ ἀποκτεινάντων αὐτὸν ἐκείνων ἡ Εἰρήνη ἐχομένη τῶν ῥόπτρων τῶν θυρῶν τοῦ ἱεροῦ ἐπέρραινεν τοῦ αἵματος τοῖς βωμοῖς, ἕως καὶ αὐτὴν κατέσφαξαν. Δανάην δὲ τὴν Λεοντίου τῆς Ἐπικουρείου θυγατέρα ἑταιριζομένην καὶ αὐτὴν Σώφρων εἶχεν ὁ ἐπὶ τῆς Ἐφέσου· δι’ ἣν αὐτὸς μὲν ἐσώθη ἐπιβουλευόμενος ὑπὸ Λαοδίκης, ἣ δὲ κατεκρημνίσθη, ὡς γράφει Φύλαρχος διὰ τῆς δωδεκάτης (FHG I 339) τάδε· ‘ἡ πάρεδρος τῆς Λαοδίκης Δανάη, πιστευομένη ὑπ’ αὐτῆς τὰ πάντα, Λεοντίου δ’ οὖσα τῆς μετ’ Ἐπικούρου τοῦ φυσικοῦ σχολασάσης θυγάτηρ, Σώφρονος δὲ γεγονυῖα πρότερον ἐρωμένη, παρακολουθοῦσα διότι ἀποκτεῖναι βούλεται τὸν Σώφρονα ἡ Λαοδίκη διανεύει τῷ Σώφρονι, μηνύουσα τὴν ἐπιβουλήν. ὃ δὲ συλλαβὼν καὶ προσποιηθεὶς συγχωρεῖν περὶ ὧν λέγει δύ᾽ ἡμέρας παρῃτήσατο

v.3.p.308
εἰς σκέψιν· καὶ συγχωρησάσης νυκτὸς ἔφυγεν εἰς Ἔφεσον. μαθοῦσα δὲ ἡ Λαοδίκη τὸ ποιηθὲν ὑπὸ τῆς Δανάης κατεκρήμνισεν τὴν ἄνθρωπον, οὐδὲν τῶν προγεγενημένων φιλανθρώπων ἐπὶ νοῦν βαλομένη. τὴν δὲ Δανάην φασίν, ὡς ᾔσθετο τὸν ἐπηρτημένον αὐτῇ κίνδυνον, ἀνακρινομένην ὑπὸ τῆς Λαοδίκης οὐδ’ ἀποκρίσεως αὐτὴν ἀξιῶσαι· ἀπαγομένην τε ἐπὶ τὸν κρημνὸν εἰπεῖν ὡς δικαίως οἱ πολλοὶ καταφρονοῦσι τοῦ θείου, ὅτε ‘ἐγὼ μὲν τὸν γενόμενόν μοι ἄνδρα σώσασα τοιαύτην χάριτα παρὰ τοῦ δαιμονίου λαμβάνω, Λαοδίκη δὲ τὸν ἴδιον ἀποκτείνασα τηλικαύτης τιμῆς ἀξιοῦται.’ ὁ δ’ αὐτὸς Φύλαρχος καὶ περὶ Μύστας ἱστορεῖ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ οὕτως (ib. 341)· ‘Μύστα Σελεύκου τοῦ βασιλέως ἐρωμένη ἦν· ἥτις ὑπὸ Γαλατῶν Σελεύκου νικηθέντος καὶ μόλις ἐκ τῆς φυγῆς διασωθέντος αὐτὴ μεταμφιεσαμένη τὴν βασιλικὴν ἐσθῆτα καὶ ῥάκια λαβοῦσα θεραπαινίδος τῆς τυχούσης συλληφθεῖσα ἀπήχθη μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ πραθεῖσα ὁμοίως ταῖς ἑαυτῆς θεραπαινίσιν ἦλθεν εἰς Ῥόδον· ἔνθα ἐκφήνασα ἑαυτὴν ἥτις ἦν περισπουδάστως ὑπὸ τῶν Ῥοδίων τῷ Σελεύκῳ διεπέμφθη.’

[Δημήτριος δ’ ὁ Φαληρεὺς Λαμπιτοῦς τῆς Σαμίας ἑταίρας ἐρασθεὶς ἡδέως δι’ αὐτὴν καὶ Λαμπιτὼ

v.3.p.309
προσηγορεύετο, ὥς φησι Δίυλλος (FHG II 361)· ἐκαλεῖτο δὲ καὶ Χαριτοβλέφαρος. Νικαρέτη δὲ ἡ ἑταίρα ἐρωμένη ἦν Στεφάνου τοῦ ῥήτορος, Λυσίου δὲ τοῦ σοφιστοῦ Μετάνειρα. ἦσαν δὲ αὗται δοῦλαι Κασίου τοῦ Ἠλείου μετὰ καὶ ἄλλων ἑταιρῶν, Ἀντείας, Στρατόλας, Ἀριστοκλείας, Φίλας, Ἰσθμιάδος, Νεαίρας. ἡ δὲ Νέαιρα ἦν Στρατοκλείδου ἐρωμένη Ξενοκλείδου τοῦ ποιητοῦ καὶ Ἱππάρχου τοῦ ὑποκριτοῦ καὶ Φρυνίωνος τοῦ Παιανιέως, ὃς ἦν Δήμωνος μὲν υἱός, Δημοχάρους δὲ ἀδελφιδοῦς. τὴν δὲ Νέαιραν εἶχον ἡμέραν παρ᾽ ἡμέραν διαιτητῶν γενομένων φίλων Φρυνίων καὶ Στέφανος ὁ ῥήτωρ· ὃς καὶ τὴν τῆς Νεαίρας θυγατέρα Στρυμβήλην τὴν ὕστερον Φανὼ κληθεῖσαν ὡς ἰδίαν θυγατέρα ἐξέδοτο Φράστορι τῷ Αἰγιαλεῖ, ὥς φησι Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας (50). ὃς καὶ περὶ Σινώπης τῆς ἑταίρας τάδε λέγει (116)· ‘Ἀρχίαν τὸν ἱεροφάντην ἐξελεγχθέντα ἐν τῷ δικαστηρίῳ ὡς ἀσεβοῦντα καὶ θύοντα παρὰ τὰ πάτρια τὰς θυσίας ἐκολάσατε· καὶ ἄλλα τε κατηγορήθη αὐτοῦ καὶ ὅτι Σινώπῃ τῇ ἑταίρᾳ Ἁλῴοις ἐπὶ τῆς ἐσχάρας τῆς ἐν τῇ αὐλῇ Ἐλευσῖνι προσαγούσῃ ἱερεῖον θύσειεν, νομίμου ὄντος ἐν ταύτῃ τῇ ἡμέρᾳ ἱερεῖα μὴ θύειν, οὐδὲ ἐκείνου οὔσης τῆς θυσίας, ἀλλὰ τῆς ἱερείας.]

διαβόητος δ’ ἑταίρα γέγονε καὶ ἡ Μιλησία Πλαγγών· ἧς περικαλλεστάτης οὔσης ἠράσθη τις

v.3.p.310
Κολοφώνιος νεανίσκος, Βακχίδα ἔχων ἐρωμένην τὴν Σαμίαν. λόγους οὖν προσενέγκαντος τοῦ νεανίσκου πρὸς αὐτὴν ἡ Πλαγγὼν ἀκούουσα τῆς Βακχίδος τὸ κάλλος καὶ ἀποτρέψαι θέλουσα τὸν νεανίσκον τοῦ πρὸς αὑτὴν ἔρωτος, ὡς ἀδύνατον ἦν, ᾔτησε τῆς συνουσίας μισθὸν τὸν Βακχίδος ὅρμον διαβόητον ὄντα. ὃ δὲ σφοδρῶς ἐρῶν ἠξίωσε τὴν Βακχίδα μὴ περιιδεῖν αὐτὸν ἀπολλύμενον. καὶ ἡ Βακχὶς τὴν ὁρμὴν κατιδοῦσα τοῦ νεανίσκου ἔδωκε. Πλαγγὼν δὲ τὸ ἄζηλον συνιδοῦσα τῆς Βακχίδος τὸν μὲν ἀπέπεμψεν ἐκείνῃ, τῷ δὲ ὡμίλησε. καὶ τοῦ λοιποῦ φίλαι ἐγένοντο, κοινῶς περιέπουσαι τὸν ἐραστήν. ἐφ᾽ οἷς Ἴωνες ἀγασθέντες, ὥς φησι Μενέτωρ ἐν τῷ περὶ Ἀναθημάτων (FHG IV 452), Πασιφίλαν ἐκάλεσαν τὴν Πλαγγόνα. μαρτυρεῖ δὲ καὶ Ἀρχίλοχος περὶ αὐτῆς ἐν τούτοις (fr. 19 B4)·
  1. συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας,
  2. εὐήθης ξείνων δέκτρια Πασιφίλη.
ὅτι δὲ καὶ Μένανδρος ὁ ποιητὴς ἤρα Γλυκέρας κοινόν· ἐνεμεσήθη δέ. Φιλήμονος γὰρ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος διὰ τοῦ δράματος (II 534 K), ἀντέγραψεν Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς (fr. 945).

Ἅρπαλος δ’ ὁ Μακεδὼν ὁ τῶν Ἀλεξάνδρου πολλὰ χρημάτων συλήσας καὶ καταφυγὼν εἰς Ἀθήνας ἐρασθεὶς Πυθιονίκης πολλὰ εἰς αὐτὴν κατανάλωσεν ἑταίραν οὖσαν· καὶ ἀποθανούσῃ πολυτάλαντον μνημεῖον κατεσκεύασεν· ‘ἐκφέρων τε αὐτὴν ἐπὶ τὰς ταφάς, ὥς

v.3.p.311
φησι Ποσειδώνιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν (FHG III 259), τεχνιτῶν τῶν ἐπισημοτάτων χορῷ μεγάλῳ καὶ παντοίοις ὀργάνοις καὶ συμφωνίαις παρέπεμπε τὸ σῶμα.’ Δικαίαρχος δ’ ἐν τοῖς περὶ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησι (ib. II 266)· ‘ταὐτὸ δὲ πάθοι τις ἂν ἐπὶ τὴν Ἀθηναίων πόλιν ἀφικνούμενος κατὰ τὴν ἀπ’ Ἐλευσῖνος τὴν ἱερὰν ὁδὸν καλουμένην. καὶ γὰρ ἐνταῦθα καταστὰς οὗ ἂν φανῇ τὸ πρῶτον ὁ τῆς Ἀθηνᾶς ἀφορώμενος νεὼς καὶ τὸ πόλισμα, ὄψεται παρὰ τὴν ὁδὸν αὐτὴν ᾠκοδομημένον μνῆμα οἷον οὐχ ἕτερον οὐδὲ σύνεγγυς οὐδέν ἐστι τῷ μεγέθει. τοῦτο δὲ τὸ μὲν πρῶτον, ὅπερ εἰκός, ἢ Μιλτιάδου φήσειεν ἂν σαφῶς ἢ Περικλέους ἢ Κίμωνος ἤ τινος ἑτέρου τῶν ἀγαθῶν ἀνδρῶν εἶναι, καὶ μάλιστα μὲν ὑπὸ τῆς πόλεως δημοσίᾳ κατεσκευασμένον, εἰ δὲ μή, δεδομένον κατασκευάσασθαι. πάλιν δ’ ὅταν ἐξετάσῃ Πυθιονίκης τῆς ἑταίρας ὄν, τίνα χρὴ προσδοκίαν λαβεῖν αὐτόν;’ Θεόπομπος δ’ ἐν τῇ πρὸς Ἀλέξανδρον Ἐπιστολῇ τὴν Ἁρπάλου διαβάλλων ἀκολασίαν φησίν (FHG I 325)· ‘ἐπίσκεψαι δὲ καὶ διάκουσον σαφῶς παρὰ τῶν ἐκ Βαβυλῶνος ὃν τρόπον Πυθιονίκην περιέστειλεν τελευτήσασαν. ἣ Βακχίδος μὲν ἦν δούλη τῆς αὐλητρίδος, ἐκείνη δὲ Σινώπης τῆς Θρᾴττης τῆς ἐξ Αἰγίνης Ἀθήναζε μετενεγκαμένης τὴν πορνείαν· ὥστε γίνεσθαι μὴ μόνον τρίδουλον, ἀλλὰ καὶ τρίπορνον αὐτήν. ἀπὸ
v.3.p.312
πλειόνων δὲ ταλάντων ἢ διακοσίων δύο μνήματα κατεσκεύασεν αὐτῆς· ὃ καὶ πάντες ἐθαύμαζον, ὅτι τῶν μὲν ἐν Κιλικίᾳ τελευτησάντων ὑπὲρ τῆς σῆς βασιλείας καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐδέπω νῦν οὔτε ἐκεῖνος οὔτ’ ἄλλος οὐδεὶς τῶν ἐπιστατῶν κεκόσμηκε τὸν τάφον, Πυθιονίκης δὲ τῆς ἑταίρας φανήσεται τὸ μὲν Ἀθήνησι, τὸ δ’ ἐν Βαβυλῶνι μνῆμα πολὺν ἤδη χρόνον ἐπιτετελεσμένον. ἣν γὰρ πάντες ᾔδεσαν ὀλίγης δαπάνης κοινὴν τοῖς βουλομένοις γιγνομένην, ταύτης ἐτόλμησεν ὁ φίλος εἶναι σοῦ φάσκων ἱερὸν καὶ τέμενος ἱδρύσασθαι καὶ προσαγορεῦσαι τὸν ναὸν καὶ τὸν βωμὸν Πυθιονίκης Ἀφροδίτης, ἅμα τῆς τε παρὰ θεῶν τιμωρίας καταφρονῶν καὶ τὰς σὰς τιμὰς προπηλακίζειν ἐπιχειρῶν.’ μνημονεύει τούτων καὶ Φιλήμων ἐν Βαβυλωνίῳ (II 482 K)·
  1. βασίλισσ’ ἔσῃ Βαβυλῶνος, ἂν οὕτω τύχῃ·
  2. τὴν Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον.
μνημονεύει δ’ αὐτῆς καὶ Ἄλεξις ἐν Λυκίσκῳ (ib. 347).

μετὰ δὲ τὴν Πυθιονίκης τελευτὴν ὁ Ἅρπαλος Γλυκέραν μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡς ὁ Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν Ἅρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην. ‘ἔστησέν τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν Ῥωσσῷ τῆς Συρίας, οὗπερ καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει. παρέδωκέν τε αὐτῇ κατοικεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ ὁρᾷ ὑπὸ τοῦ λαοῦ

v.3.p.313
προσκυνουμένην καὶ βασίλισσαν προσαγορευομένην καὶ ταῖς ἄλλαις δωρεαῖς τιμωμένην, αἷς πρέπον ἦν τὴν σὴν μητέρα καὶ τὴν σοὶ συνοικοῦσαν.’ συνεπιμαρτυρεῖ δὲ τούτοις καὶ ὁ τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον γεγραφώς, ὅπερ ἐδίδαξεν Διονυσίων ὄντων ἐπὶ τοῦ Ὑδάσπου τοῦ ποταμοῦ, εἴτε Πύθων ἦν ὁ Καταναῖος ἢ ὁ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεύς. ἐδιδάχθη δὲ τὸ δρᾶμα ἤδη φυγόντος τοῦ Ἁρπάλου ἐπὶ θάλατταν καὶ ἀποστάντος. καὶ τῆς μὲν Πυθιονίκης ὡς τεθνηκυίας μέμνηται, τῆς δὲ Γλυκέρας ὡς οὔσης παρ’ αὐτῷ καὶ τοῖς Ἀθηναίοις αἰτίας γινομένης τοῦ δωρεὰς λαμβάνειν παρὰ Ἁρπάλου, λέγων ὧδε (fr. 1 N)·
  1. ἔστιν δ’ ὅπου μὲν ὁ κάλαμος πέφυχ’ ὅδε
  2. φέτωμ’ ἄορνον. οὑξ ἀριστερᾶς δ’ ὅδε
  3. πόρνης ὁ κλεινὸς ναός, ὃν δὴ Παλλίδης
  4. τεύξας κατέγνω διὰ τὸ πρᾶγμ’ αὑτοῦ φυγήν.
  5. ἐνταῦθα δὴ τῶν βαρβάρων τινὲς μάγοι
  6. ὁρῶντες αὐτὸν παγκάκως διακείμενον
  7. ἔπεισαν ὡς ἄξουσι τὴν ψυχὴν ἄνω
  8. τὴν Πυθιονίκης.
Παλλίδην δ’ ἐνταῦθα ἐκάλεσε τὸν Ἅρπαλον. ἐν δὲ τοῖς ἑξῆς τῷ κυρίῳ καλέσας αὐτόν φησιν·
  1. ἐκμαθεῖν δέ σου ποθῶ
  2. μακρὰν ἀποικῶν κεῖθεν, Ἀτθίδα χθόνα
  3. τίνες τύχαι καλοῦσιν ἢ πράττουσι τί.
  4. Α. ὅτε μὲν ἔφασκον δοῦλον ἐκτῆσθαι βίον,
    v.3.p.314
  5. ἱκανὸν ἐδείπνουν· νῦν δὲ τὸν χέδροπα μόνον
  6. καὶ τὸν μάραθον ἔσθουσι, πυροὺς δ’ οὐ μάλα.
  7. Β. καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον
  8. αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάσσονας
  9. σίτου διαπέμψαι καὶ πολίτην γεγονέναι.
  10. Α. Γλυκέρας ὁ σῖτος οὗτος ἦν· ἔσται δ’ ἴσως
  11. αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.

ἐνδόξους δὲ ἑταίρας καὶ ἐπὶ κάλλει διαφερούσας ἤνεγκεν καὶ ἡ Ναύκρατις· Δωρίχαν τε, ἣν ἡ καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατ’ ἐμπορίαν εἰς τὴν Ναύκρατιν ἀπαίροντος διὰ τῆς ποιήσεως διαβάλλει (fr. 138 B4) ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. Ἡρόδοτος δ’ αὐτὴν Ῥοδῶπιν καλεῖ (II 135), ἀγνοῶν ὅτι ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, ἡ καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν Δελφοῖς, ὧν μέμνηται Κρατῖνος διὰ τούτων (I 110 K)... εἰς δὲ τὴν Δωρίχαν τόδ᾽ ἐποίησε τοὐπίγραμμα Ποσείδιππος, καίτοι καὶ ἐν τῇ Αἰθιοπίᾳ πολλάκις αὐτῆς μνημονεύσας. ἐστὶ δὲ τόδε·

  1. Δωρίχα, ὀστέα μὲν σὰ πάλαι κόνιν, ἕσσατο δ’ ἑσμὸς
  2. χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη,
  3. ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον
  4. σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων.
  5. Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν
  6. ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες.
    v.3.p.315
  7. οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὧδε φυλάξει,
  8. ἔστ’ ἂν ἴῃ Νείλου ναῦς ἐφ’ ἁλὸς πελάγη.
καὶ Ἀρχεδίκη δ’ ἦν ἐκ τῆς Ναυκράτεως καὶ αὐτὴ ἑταίρα καλή. φιλεῖ γάρ πως ἡ Ναύκρατις, ὡς ὁ Ἡρόδοτός φησιν (l. s), ἐπαφροδίτους ἔχειν τὰς ἑταίρας.

καὶ ἡ ἐξ Ἐρέσου δὲ τῆς ἑταίρας .... Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νύμφις ἐν Περίπλῳ Ἀσίας (FHG III 16). Νικαρέτη δὲ ἡ Μεγαρὶς οὐκ ἀγεννὴς ἦν ἑταίρα, ἀλλὰ καὶ γονέων ... καὶ κατὰ παιδείαν ἐπέραστος ἦν, ἠκροᾶτο δὲ Στίλπωνος τοῦ φιλοσόφου. Βιλιστίχη δ’ ἡ Ἀργεία ἑταίρα καὶ αὐτὴ ἔνδοξος, τὸ γένος ἀπὸ τῶν Ἀτρειδῶν σῴζουσα, ὡς οἱ τὰ Ἀργολικὰ γράψαντες ἱστοροῦσιν. ἔνδοξος δ’ ἐστὶν καὶ Λέαινα ἡ ἑταίρα, Ἁρμοδίου ἐρωμένη τοῦ τυραννοκτονήσαντος· ἥτις καὶ αἰκιζομένη ὑπὸ τῶν περὶ Ἱππίαν τὸν τύραννον οὐδὲν ἐξειποῦσα ἐναπέθανεν ταῖς βασάνοις. Στρατοκλῆς δ’ ὁ ῥήτωρ ἐρωμένην εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν καλουμένην Παρόραμα ... διὰ τὸ καὶ δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, ὥς φησι Γοργίας ἐν τῷ περὶ Ἑταιρῶν.’

ἐπὶ τούτοις ὁ Μυρτίλος μέλλων σιωπᾶν ‘ἀλλὰ μικροῦ, ἔφη, ἄνδρες φίλοι, ἐξελαθόμην ὑμῖν εἰπεῖν τήν τε Ἀντιμάχου Λυδήν, προσέτι δὲ καὶ τὴν

v.3.p.316
ὁμώνυμον ταύτης ἑταίραν Λυδὴν ἣν ἠγάπα Λαμύνθιος ὁ Μιλήσιος. ἑκάτερος γὰρ τούτων τῶν ποιητῶν, ὥς φησι Κλέαρχος ἐν τοῖς Ἐρωτικοῖς (FHG II 316), τῆς βαρβάρου Λυδῆς εἰς ἐπιθυμίαν καταστὰς ἐποίησεν ὃ μὲν ἐν ἐλεγείοις, ὃ δ’ ἐν μέλει τὸ καλούμενον ποίημα Λυδήν. παρέλιπον δὲ καὶ τὴν Μιμνέρμου αὐλητρίδα Ναννὼ καὶ τὴν Ἑρμησιάνακτος τοῦ Κολοφωνίου Λεόντιον· ἀπὸ γὰρ ταύτης ἐρωμένης αὐτῷ γενομένης ἔγραψεν ἐλεγειακὰ τρία βιβλία, ὧν ἐν τῷ τρίτῳ κατάλογον ποιεῖται ἐρωτικῶν, οὑτωσί πως λέγων (anth. Bergk p. 134)·

  1. οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο
  2. Ἀγριόπην Θρῇσσαν στειλάμενος κιθάρην
  3. Ἁιδόθεν· ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον,
  4. ἔνθα Χάρων ἀκοὴν ἕλκεται εἰς ἄκατον
  5. ψυχὰς οἰχομένων, λίμνης δ’ ἐπὶ μακρὸν ἀυτεῖ
  6. ῥεῦμα διὲκ μεγάλων ῥυομένης δονάκων.
  7. πόλλ’ ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων
  8. Ὀρφεύς, παντοίους δ’ ἐξανέπεισε θεούς·
  9. Κωκυτόν τ’ ἀθέμιστον ἐπ’ ὀφρύσι μηνίσαντα
  10. ἠδὲ καὶ αἰνοτάτου βλέμμ’ ὑπέμεινε κυνός,
  11. ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δ’ ὄμμα,
  12. σκληρὸν τριστοίχοις δεῖμα φέρων κεφαλαῖς.
  13. ἔνθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας
  14. Ἀγριόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου.
    v.3.p.317
οὐ μὴν οὐδ’ υἱὸς Μήνης ἀγέραστον ἔθηκεν
  1. Μουσαῖος Χαρίτων ἤρανος Ἀντιόπην·
ἥ τε πολὺν μύστῃσιν Ἐλευσῖνος παρὰ πέζαν
  1. εὐασμὸν κρυφίων ἐξεφόρει λογίων,
Ρ̓άριον ὀργειῶνι νόμῳ διαποιπνύουσα
  1. Δήμητρα· γνωστὴ δ’ ἐστὶ καὶ εἰν Ἀίδῃ.
φημὶ δὲ καὶ Βοιωτὸν ἀποπρολιπόντα μέλαθρον
  1. Ἡσίοδον πάσης ἤρανον ἱστορίης
Ἀσκραίων ἐσικέσθαι ἐρῶνθ’ Ἑλικωνίδα κώμην·
  1. ἔνθεν ὅ γ’ Ἠοίην μνώμενος Ἀσκραικὴν
πόλλ’ ἔπαθεν, πάσας δὲ λόγων ἀνεγράψατο βίβλους,
  1. ὑμνῶν ἐκ πρώτης παιδὸς ἀνερχόμενος.
αὐτὸς δ’ οὗτος ἀοιδός, ὃν ἐκ Διὸς αἶσα φυλάσσει
  1. ἥδιστον πάντων δαίμονα μουσοπόλον,
λεπτὴν δ᾽ ᾗσ’ Ἰθάκην ἐνετείνατο θεῖος Ὅμηρος
  1. ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης·
ἣν διὰ πολλὰ παθὼν ὀλίγην ἐσενάσσατο νῆσον,
  1. πολλὸν ἀπ’ εὐρείης λειπόμενος πατρίδος·
ἔκλεε δ’ Ἰκαρίου τε γένος καὶ δῆμον Ἀμύκλου
  1. καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων.
Μίμνερμος δὲ τὸν ἡδὺν ὃς εὕρετο πολλὸν ἀνατλὰς
  1. ἦχον καὶ μαλακοῦ πνεῦμ’ ἀπὸ πενταμέτρου.
    v.3.p.318
καίετο μὲν Ναννοῦς· πολιῷ δ’ ἐπὶ πολλάκι λωτῷ
  1. κνημωθεὶς κώμους εἶχε σὺν Ἑξαμύῃ.
ἣ δ’ ἠχθεεδ’ Ἑρμόβιον τὸν αἰεὶ βαρὺν ἠδὲ Φερεκλῆν
  1. ἐχθρὸν μισήσας οἷ’ ἀνέπεμψεν ἔπη.
Λυδῆς δ’ Ἀντίμαχος Λυδηίδος ἐκ μὲν ἔρωτος
  1. πληγεὶς Πακτωλοῦ ῥεῦμ’ ἐπέβη ποταμοῦ·
δαρδάνη δὲ θανοῦσαν ὑπὸ ξηρὴν θέτο γαῖαν
  1. κλαίων, αἰάζων δ’ ἦλθεν ἀποπρολιπὼν
ἄκρην ἐς Κολοφῶνα· γόων δ’ ἐνεπλήσατο βίβλους
  1. ἱράς, ἐκ παντὸς παυσάμενος καμάτου.
Λέσβιος Ἀλκαῖος δὲ πόσους ἀνεδέξατο κώμους,
  1. Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον,
γινώσκεις. ὁ δ’ ἀοιδὸς ἀηδόνος ἠράσαθ’ ὕμνων
  1. Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ.
καὶ γὰρ τὴν ὁ μελιχρὸς ἐφωμίλησεν Ἀνακρέων
  1. στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσι·
φοίτα δ’ ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δ’ αὐτὴν
  1. οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα,
Λέσβον ἐς εὔοινον· τὸ δὲ Μύσιον εἴσιδε Λέκτον
  1. πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας.
    v.3.p.319
Ἀτθὶς δ’ οἷα μέλισσα πολυπρήωνα Κολώνην
  1. λείπουσ’ ἐν τραγικαῖς ᾖδε χοροστασίαις
Βάκχον καὶ τὸν Ἔρωτα Θεωρίδος ...

....... Ζεὺς ἔπορεν Σοφοκλεῖ. φημὶ δὲ καὶ κεῖνον τὸν αἰεὶ πεφυλαγμένον ἄνδρα

  1. καὶ πάντων μῖσος κτώμενον ἐκ συνοχῶν
πάσας ἀμφὶ γυναῖκας ὑπὸ σκολιοῖο τυπέντα
  1. τόξου νυκτερινὰς οὐκ ἀποθέσθ’ ὀδύνας·
ἀλλὰ Μακηδονίης πάσας κατενίσατο λαύρας
  1. Αἰγείων, μέθεπεν δ’ Ἀρχέλεω ταμίην·
εἰσόκε .. δαίμων, Εὐριπίδη, εὕρετ’ ὄλεθρον,
  1. Ἀμφιβίου στυγνῶν ἀντιάσαντι κυνῶν.
ἄνδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο τιθῆναι
  1. Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην
Μοῦσαι παίδευσάν τε Φιλόξενον, οἷα τιναχθεὶς
  1. ὠρυγῇ ταύτης ἦλθε διὰ πτόλεως,
γινώσκεις, ἀίουσα μέγαν πόθον ὃν Γαλατείης
  1. αὐτοῖς μηλείοις θήκαθ’ ὑπὸ προγόνοις.
οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπύλου πολιῆται
  1. Κῷοι χάλκειον θῆκαν ὑπὸ πλατάνῳ
    v.3.p.320
Βιττίδα μολπάζοντα θοήν, περὶ πάντα Φιλητᾶν
  1. ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν.
οὐδὲ μὲν οὐδ’ ὁπόσοι σκληρὸν βίον ἐστήσαντο
  1. ἀνθρώπων, σκολιὴν μαιόμενοι σοφίην,
οὓς αὐτὴ περὶ πικρὰ λόγοις ἐσφίγξατο μῆτις
  1. καὶ δεινὴ μύθων κῆδος ἔχουσ’ ἀρετή,
οὐδ’ οἳ δεινὸν ἔρωτος ἀπεστρέψαντο κυδοιμὸν
  1. φαινόμενον, δεινὸν δ’ ἦλθον ὑφ’ ἡνίοχον.
οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς
  1. Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης
εὑρόμενον, καὶ κύκλον ὅσον περιβάλλεται αἰθὴρ
  1. βαιῇ ἐνὶ σφαίρῃ πάντ’ ἀπομασσόμενον.
οἵῳ δ’ ἐχλίηνεν ὃν ἔξοχον ἔχρη Ἀπόλλων
  1. ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ
Κύπρις μηνίουσα πυρὸς μένει. ἐκ δὲ βαθείης
  1. ψυχῆς κουφοτέρας ἐξεπόνησ’ ἀνίας,
οἰκί’ ἐς Ἀσπασίης πωλεύμενος· οὐδέ τι τέκμαρ
  1. εὗρε, λόγῳ πολλὰς εὑρόμενος διόδους.
ἄνδρα δὲ Κυρηναῖον ἔσω πόθος ἔσπασεν Ἰσθμοῦ,
  1. δεινὸν ὅτ’ Ἀπιδανῆς Λαίδος ἠράσατο
ὀξὺς Ἀρίστιππος, πάσας δ’ ἠνήνατο λέσχας
  1. φεύγων ουδαμενον ἐξεφόρησε βίωι.

ἐν τούτοις ὁ Ἑρμησιάναξ σφάλλεται συγχρονεῖν

v.3.p.321
οἰόμενος Σαπφὼ καὶ Ἀνακρέοντα, τὸν μὲν κατὰ Κῦρον καὶ Πολυκράτην γενόμενον, τὴν δὲ κατ’ Ἀλυάττην τὸν Κροίσου πατέρα. Χαμαιλέων δ’ ἐν τῷ περὶ Σαπφοῦς (fr. 10 Koepke) καὶ λέγειν τινάς φησιν εἰς αὐτὴν πεποιῆσθαι ὑπὸ Ἀνακρέοντος τάδε (fr. 14 B4)·
  1. σφαίρῃ δεῦτέ με πορφυρέῃ
  2. βάλλων χρυσοκόμης Ἔρως
  3. νήνι ποικιλοσαμβάλῳ
  4. συμπαίζειν προκαλεῖται.
  5. ἣ δ’ (ἐστὶν γὰρ ἀπ’ εὐκτίτου
  6. Λέσβου) τὴν μὲν ἐμὴν κόμην
  7. (λευκὴ γάρ) καταμέμφεται,
  8. πρὸς δ’ ἄλλην τινὰ χάσκει.
καὶ τὴν Σαπφὼ δὲ πρὸς αὐτὸν ταῦτά φησιν εἰπεῖν (fr. 26 B4)·
  1. κεῖνον, ὦ χρυσόθρονε Μοῦσ᾽, ἔνισπες
  2. ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς
  3. Τήιος χώρας ὃν ἄειδε τερπνῶς
  4. πρέσβυς ἀγαυός.
ὅτι δὲ οὔκ ἐστι Σαπφοῦς τοῦτο τὸ ᾆσμα παντί που δῆλον. ἐγὼ δὲ ἡγοῦμαι παίζειν τὸν Ἑρμησιάνακτα περὶ τούτου τοῦ ἔρωτος. καὶ γὰρ Δίφιλος ὁ κωμῳδιοποιὸς πεποίηκεν ἐν Σαπφοῖ δράματι (II 564 K) Σαπφοῦς ἐραστὰς Ἀρχίλοχον καὶ Ἱππώνακτα.

ταῦθ’ ὑμῖν, ὦ ἑταῖροι, οὐκ ἀμερίμνως δοκῶ τὸν ἐρωτικὸν τοῦτον πεποιῆσθαι κατάλογον, οὐκ ὢν οὕτως

v.3.p.322
ἐρωτομανὴς ὡς διαβάλλων μ’ εἴρηκεν ὁ Κύνουλκος, ἀλλ᾽ ἐρωτικὸς μὲν εἶναι ὁμολογῶ, ἐρωτομανὴς δὲ οὔ.
  1. τίς δ’ ἔστ’ ἀνάγκη δυστυχεῖν ἐν πλείοσιν,
  2. ἐξὸν σιωπᾶν κἀν σκότῳ κρύπτειν τάδε;
Αἰσχύλος ἔφη ὁ Ἀλεξανδρεὺς ἐν Ἀμφιτρύωνι (p. 824 N). οὗτος δέ ἐστιν Αἰσχύλος ὁ καὶ τὰ Μεσσηνιακὰ ἔπη συνθείς, ἀνὴρ εὐπαίδευτος.

ὑπολαμβάνων οὖν μέγαν εἶναι δαίμονα καὶ δυνατώτατον τὸν Ἔρωτα, προσέτι τε καὶ τὴν Ἀφροδίτην τὴν χρυσῆν, τὰ Εὐριπίδου ἐπὶ νοῦν λαμβάνων λέγω (fr. 898 N)·

  1. τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
  2. ἣν οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν
  3. ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται.
  4. αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
  5. τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς·
  6. ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ
  7. ἐρᾷ μὲν ὄμβρου γαῖ᾽, ὅτε ξηρὸν πέδον
  8. ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ.
  9. ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος
  10. ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο.
  11. ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο,
  12. φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ’ ἅμα,
  13. δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.
καὶ ὁ σεμνότατος δ’ Αἰσχύλος ἐν ταῖς Δαναίσιν αὐτὴν παράγει τὴν Ἀφροδίτην λέγουσαν (fr. 44 N)·
  1. ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα,
  2. ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν·
    v.3.p.323
  3. ὄμβρος δ’ ἀπ’ εὐνάεντος οὐρανοῦ πεσὼν
  4. ἔκυσε γαῖαν· ἣ δὲ τίκτεται βροτοῖς
  5. μήλων τε βοσκὰς καὶ βίον Δημήτριον·
  6. δένδρων τις ὥρα δ’ ἐκ νοτίζοντος γάμου
  7. τέλειος ἐστί. τῶν δ’ ἐγὼ παραίτιος.

ἐν Ἱππολύτῳ Εὐριπιδείῳ πάλιν ἡ Ἀφροδίτη φησίν (3)·

  1. ὅσοι τε πόντον τερμόνων τ’ Ἀτλαντικῶν
  2. ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
  3. τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
  4. σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
νεανίσκῳ γὰρ τὴν πᾶσαν ἀρετὴν ἔχοντι τοῦτο μόνον τὸ ἁμάρτημα προσόν, ὅτι οὐκ ἐτίμα τὴν Ἀφροδίτην, αἴτιον ἐγένετο τοῦ ὀλέθρου· καὶ οὔτε ἡ Ἄρτεμις ἡ περισσῶς ἀγαπήσασα οὔτε τῶν ἄλλων θεῶν τις ἢ δαιμόνων ἐβοήθησεν αὐτῷ. κατὰ τὸν αὐτὸν οὖν ποιητήν (Augae fr. 269 N)·
  1. ὅστις δ᾽ Ἔρωτα μὴ μόνον κρίνει θεόν,
  2. ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν
  3. οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
ὃν ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος. λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κριτίας τάδε (fr. 7 B4)·
  1. τὸν δὲ γυναικείων μελέων πλέξαντα πότ’ ᾠδὰς
  2. ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ’ ἀνῆγεν,
  3. συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
    v.3.p.324
  4. αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
  5. οὔ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται,
  6. ἔς τ’ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι
  7. παῖς διαπομπεύῃ, προπόσεις ἐπιδέξια νωμῶν,
  8. παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
  9. πλάστιγξ θ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζῃ
  10. κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.

Ἀρχύτας δ’ ὁ ἁρμονικός, ὥς φησι Χαμαιλέων (fr. 27 Koepke), Ἀλκμᾶνα γεγονέναι τῶν ἐρωτικῶν μελῶν ἡγεμόνα καὶ ἐκδοῦναι πρῶτον μέλος ἀκόλαστον, ὄντα καὶ περὶ τὰς γυναῖκας καὶ τὴν τοιαύτην μοῦσαν εἰς τὰς διατριβάς. διὸ καὶ λέγειν ἔν τινι τῶν μελῶν (fr. 36 B4)·

  1. Ἔρως με δαὖτε Κύπριδος ἕκατι
  2. γλυκὺς κατείβων καρδίαν ἰαίνει.
λέγει δὲ καὶ ὡς τῆς Μεγαλοστράτης οὐ μετρίως ἐρασθείς, ποιητρίας μὲν οὔσης, δυναμένης δὲ καὶ διὰ τὴν ὁμιλίαν τοὺς ἐραστὰς προσελκύσασθαι. λέγει δ’ οὕτως περὶ αὐτῆς (fr. 37)·
  1. τοῦθ’ ἁδειᾶν Μουσᾶν ἔδειξε
  2. δῶρον μάκαιρα παρθένων
  3. ἁ ξανθὰ Μεγαλοστράτα.
καὶ Στησίχορος δ’ οὐ μετρίως ἐρωτικὸς γενόμενος συνέστησε καὶ τοῦτον τὸν τρόπον τῶν ᾀσμάτων· ἃ δὴ
v.3.p.325
καὶ τὸ παλαιὸν ἐκαλεῖτο παίδεια καὶ παιδικά. οὕτω δ’ ἐναγώνιος ἦν ἡ περὶ τὰ ἐρωτικὰ πραγματεία, καὶ οὐδεὶς ἡγεῖτο φορτικοὺς τοὺς ἐρωτικούς, ὥστε καὶ Αἰσχύλος μέγας ὢν ποιητὴς καὶ Σοφοκλῆς ἦγον εἰς τὰ θέατρα διὰ τῶν τραγῳδιῶν τοὺς ἔρωτας, ὃ μὲν τὸν Ἀχιλλέως πρὸς Πάτροκλον (fr. 135 N), ὃ δ’ ἐν τῇ Νιόβῃ (fr. 410 N) τὸν τῶν παίδων· διὸ καὶ παιδεράστριάν τινες καλοῦσι τὴν τραγῳδίαν· καὶ ἐδέχοντο τὰ τοιαῦτα ᾄσματα οἱ θεαταί.

καὶ ὁ Ῥηγῖνος δὲ Ἴβυκος βοᾷ καὶ κέκραγεν (fr. 1 B4)·

  1. ἦρι μὲν αἵ τε Κυδώνιαι
  2. μηλίδες ἀρδόμεναι ῥοὰν
  3. ἐκ ποταμῶν, ἵνα παρθένων
  4. κῆπος ἀκήρατος, αἵ τ’ οἰνανθίδες
  5. αὐξόμεναι σκιεροῖσιν ὑφ’ ἕρνεσιν
  6. οἰναρέοις θαλέθοισιν· ἐμοὶ δ’ ἔρος
  7. οὐδεμίαν κατακητος ὥραν, ἅθ’ ὑπὸ στεροπᾶς φλέγων
  8. Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις
  9. μανίαισιν ἐρεμνὸς
  10. ἀθαμβὴς ἐγκρατέως
  11. παιδόθεν φυλάσσει
  12. ἡμετέρας φρένας.
καὶ Πίνδαρος δ’ οὐ μετρίως ὢν ἐρωτικός φησιν (fr. 127 B)·
v.3.p.326
  1. εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν·
  2. μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν.
διόπερ καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις ἔφη (fr. 59 W)·
  1. ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι,
καὶ μὴ ἀναμένειν ἔστ’ ἂν ἐκεῖνό τις φθέγξηται κατὰ τὸν αὐτὸν τοῦτον φιλόσοφον (ibid)
  1. ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι.
μνησθεὶς δὲ καὶ τοῦ Τενεδίου Θεοξένου ὁ Πίνδαρος, ὃς ἦν αὐτοῦ ἐρώμενος, τί φησιν (fr. 123 B) ;ʼ
  1. χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ,
  2. σὺν ἡλικίᾳ·
  3. τὰς δὲ Θεοξένου ἀκτῖνας προσώπου μαρμαριζοίσας
  4. δρακεὶς
  5. ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος
  6. ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν —
  7. ψυχρᾷ φλογί, πρὸς δ’ Ἀφροδίτας ἀτιμασθεὶς ἑλικοβλεφάρου
  8. ἢ περὶ χρήμασι μοχθίζει βιαίως ἢ γυναικείῳ θράσει
  9. ψυχρὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων.
  10. ἀλλ’ ἐγὼ τᾶσδ’ ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ —
  11. ἱρᾶν μελισσᾶν τήκομαι, εὖτ’ ἂν ἴδω παίδων νεόγυιον ἐς ἥβαν.
  12. ἐν δ’ ἄρα καὶ Τενέδῳ Πειθώ τ’ ἔναιεν
  13. καὶ Χάρις υἱὸν Ἀγησιλάου.
    v.3.p.327

ὅλως δὲ τοὺς παιδικοὺς ἔρωτας τῶν ἐπὶ ταῖς θηλείαις προκρίνουσι πολλοί. παρὰ γὰρ τὰς ἄλλας ταῖς εὐνομουμέναις πόλεσιν ἐπὶ τῆς Ἑλλάδος σπουδασθῆναι τόδε τὸ ἔθος. Κρῆτες γοῦν, ὡς ἔφην (p. 561 f?), καὶ οἱ ἐν Εὐβοίᾳ Χαλκιδεῖς περὶ τὰ παιδικὰ δαιμονίως ἐπτόηνται. Ἐχεμένης γοῦν ἐν τοῖς Κρητικοῖς (FHG IV 403) οὐ τὸν Δία φησὶν ἁρπάσαι τὸν Γανυμήδην ἀλλὰ Μίνωα. οἱ δὲ προειρημένοι Χαλκιδεῖς παρ’ αὑτοῖς φασιν ἁρπασθῆναι τὸν Γανυμήδην ὑπὸ τοῦ Διὸς καὶ τὸν τόπον δεικνύντες Ἁρπάγιον καλοῦσιν, ἐν ᾧ καὶ μυρρίναι διάφοροι πεφύκασιν. καὶ τὴν πρὸς Ἀθηναίους δ᾽ ἔχθραν διελύσατο Μίνως, καίπερ ἐπὶ θανάτῳ παιδὸς συστᾶσαν, Θησέως ἐρασθεὶς καὶ τὴν θυγατέρα τούτῳ γυναῖκα ἔδωκε Φαίδραν, ὡς Ζῆνις ἢ Ζηνεύς φησιν ὁ Χῖος ἐν τῷ περὶ τῆς πατρίδος συγγράμματι (FHG IV 530).

Ἱερώνυμος δ’ ὁ περιπατητικὸς περισπουδάστους φησὶν (fr. 17 Hi) γενέσθαι τοὺς τῶν παίδων ἔρωτας, ὅτι πολλάκις ἡ τῶν νέων ἀκμὴ καὶ τὸ πρὸς ἀλλήλους ἑταιρικὸν συμφρονῆσαν πολλὰς τυραννίδας καθεῖλεν. παιδικῶν γὰρ παρόντων ἐραστὴς πᾶν ὁτιοῦν ἕλοιτ’ ἂν παθεῖν ἢ δειλοῦ δόξαν ἀπενέγκασθαι παρὰ τοῖς παιδικοῖς. ἔργῳ γοῦν τοῦτο ἔδειξεν ὁ συνταχθεὶς Θήβησιν ὑπὸ Ἐπαμινώνδου ἱερὸς λόχος καὶ ὁ κατὰ τῶν Πεισιστρατιδῶν θάνατος ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος γενόμενος, περὶ Σικελίαν δ’ ἐν Ἀκράγαντι ὁ Χαρίτωνος

v.3.p.328
καὶ Μελανίππου ἔρως. Μελάνιππος δ’ ἦν τὰ παιδικά, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ Ἐρωτικῶν. οὗτοι φανέντες ἐπιβουλεύοντες Φαλάριδι καὶ βασανιζόμενοι ἀναγκαζόμενοί τε λέγειν τοὺς συνειδότας οὐ μόνον οὐ κατεῖπον, ἀλλὰ καὶ τὸν Φάλαριν αὐτὸν εἰς ἔλεον τῶν βασάνων ἤγαγον, ὡς ἀπολῦσαι αὐτοὺς πολλὰ ἐπαινέσαντα. διὸ καὶ ὁ Ἀπόλλων ἡσθεὶς ἐπὶ τούτοις ἀναβολὴν τοῦ θανάτου τῷ Φαλάριδι ἐχαρίσατο, τοῦτο ἐμφήνας τοῖς πυνθανομένοις τῆς Πυθίας ὅπως αὐτῷ ἐπιθῶνται· ἔχρησεν δὲ καὶ περὶ τῶν ἀμφὶ τὸν Χαρίτωνα, προτάξας τοῦ ἑξαμέτρου τὸ πεντάμετρον, καθάπερ ὕστερον καὶ Διονύσιος ὁ Ἀθηναῖος ἐποίησε ὁ ἐπικληθεὶς Χαλκοῦς ἐν τοῖς Ἐλεγείοις. ἐστὶν δὲ ὁ χρησμὸς ὅδε·
  1. εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ,
  2. θείας ἁγητῆρες ἐφαμερίοις φιλότατος.
διαβόητα δ’ ἐστὶν καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ Ἀθηναίῳ γενόμενα· ὃς μειράκιον ὢν εὔμορφον, Ἐπιμενίδου καθαίροντος τὴν Ἀττικὴν ἀνθρωπείῳ αἵματι διά τινα μύση παλαιά, ὡς ἱστορεῖ Νεάνθης ὁ Κυζικηνὸς ἐν βʹ περὶ Τελετῶν (FHG III 8), ἑκὼν αὑτὸν ἐπέδωκεν ὁ Κρατῖνος ὑπὲρ τῆς θρεψαμένης· ᾧ καὶ ἐπαπέθανεν ὁ ἐραστὴς Ἀριστόδημος, λύσιν τ’ ἔλαβε τὸ δεινόν. διὰ τοὺς τοιούτους οὖν ἔρωτας οἱ τύραννοι (πολέμιοι γὰρ αὐτοῖς αὗται αἱ φιλίαι) τὸ παράπαν ἐκώλυον τοὺς παιδικοὺς ἔρωτας, πανταχόθεν αὐτοὺς ἐκκόπτοντες. εἰσὶ δὲ οἳ καὶ τὰς παλαίστρας ὥσπερ ἀντιτειχίσματα ταῖς ἰδίαις
v.3.p.329
ἀκροπόλεσιν ἐνεπίμπρασάν τε καὶ κατέσκαψαν· ὡς ἐποίησε Πολυκράτης ὁ Σαμίων τύραννος.

παρὰ δὲ Σπαρτιάταις, ὡς Ἅγνων φησὶν ὁ Ἀκαδημαικός, πρὸ τῶν γάμων ταῖς παρθένοις ὡς παιδικοῖς νόμος ἐστὶν ὁμιλεῖν. καὶ γὰρ ὁ νομοθέτης Σόλων ἔφη (fr. 25)·

  1. μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος.
Αἰσχύλος τε καὶ Σοφοκλῆς ἀναφανδὸν ἔφασαν, ὃ μὲν Μυρμιδόσιν (fr. 135 N)·
  1. σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω,
  2. ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων,
ὃ δ’ ἐν Κολχίσιν περὶ Γανυμήδους τὸν λόγον ποιούμενος (fr. 320)·
  1. μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα.
οὐκ ἀγνοῶ δὲ ὅτι τὰ περὶ Κρατῖνον καὶ Ἀριστόδημον πεπλάσθαι φησὶν Πολέμων ὁ περιηγητὴς ἐν ταῖς πρὸς τὸν Νεάνθην Ἀντιγραφαῖς (fr. 53 Pr). ὑμεῖς δέ, ὦ Κύνουλκε, τὰς διηγήσεις ταύτας, κἂν ψευδεῖς ὦσιν, ἀληθεῖς εἶναι πιστεύετε, καὶ τὰ τοιαῦτα τῶν ποιημάτων ἃ περὶ τοὺς παιδικούς ἐστιν ἔρωτας ἡδέως μελετᾶτε .... τοῦ παιδεραστεῖν παρὰ πρώτων Κρητῶν εἰς τοὺς Ἕλληνας παρελθόντος, ὡς ἱστορεῖ Τίμαιος (FHG I 201). ἄλλοι δέ φασι τῶν τοιούτων ἐρώτων κατάρξασθαι Λάιον ξενωθέντα παρὰ Πέλοπι καὶ ἐρασθέντα τοῦ υἱοῦ αὐτοῦ Χρυσίππου, ὃν καὶ ἁρπάσαντα καὶ ἀναθέμενον εἰς ἅρμα εἰς Θήβας φυγεῖν. Πράξιλλα δ’ ἡ Σικυωνία ὑπὸ Διός φησιν (fr. 6 B4) ἁρπασθῆναι τὸν Χρύσιππον. καὶ Κελτοὶ δὲ τῶν βαρβάρων καίτοι καλλίστας ἔχοντες
v.3.p.330
γυναῖκας παιδικοῖς μᾶλλον χαίρουσιν· ὡς πολλάκις ἐνίους ἐπὶ ταῖς δοραῖς μετὰ δύο ἐρωμένων ἀναπαύεσθαι. Πέρσας δὲ παρ’ Ἑλλήνων φησὶν Ἡρόδοτος (I 135) μαθεῖν τὸ παισὶν χρῆσθαι.

φιλόπαις δ’ ἦν ἐκμανῶς καὶ Ἀλέξανδρος ὁ βασιλεύς. Δικαίαρχος γοῦν ἐν τῷ περὶ τῆς ἐν Ἰλίῳ Θυσίας (FHG II 241) Βαγώου τοῦ εὐνούχου οὕτως αὐτόν φησιν ἡττᾶσθαι ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα, καὶ τῶν θεατῶν ἐπιφωνησάντων μετὰ κρότου οὐκ ἀπειθήσας πάλιν ἀνακλάσας ἐφίλησεν. Καρύστιος δ’ ἐν Ἱστορικοῖς Ὑπομνήμασι (FHG IV 357) ‘Χάρωνι, φησί, τῷ Χαλκιδεῖ παῖς καλὸς ἦν καὶ εἶχεν εὖ πρὸς αὐτόν. ὡς δ’ Ἀλέξανδρος παρὰ Κρατερῷ αὐτὸν ἐπῄνεσεν γενομένου πότου, ὁ Χάρων ἐκέλευσε τὸν παῖδα καταφιλῆσαι τὸν Ἀλέξανδρον· καὶ ὃς ‘μηδαμῶς, εἶπεν, οὐ γὰρ οὕτως ἐμὲ εὐφρανεῖ ὡς σὲ λυπήσει.’ ὥσπερ γὰρ ἦν ἐρωτικὸς ὁ βασιλεὺς οὗτος, οὕτως καὶ πρὸς τὸ καθῆκον ἐγκρατὴς καὶ πρὸς τὸ πρεπωδέστατον. αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου θυγατέρας καὶ τὴν γυναῖκα κάλλει διαπρεπεστάτην οὖσαν οὐ μόνον ἀπέσχετο, ἀλλ᾽ οὐδὲ ἐκείνας μαθεῖν ἐποίησεν ὅτι εἰσὶν αἰχμάλωτοι, ἀλλ’ ὡς ἔτι Δαρείου ἐν τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσεν. διόπερ καὶ Δαρεῖος τοῦτο μαθὼν ηὔξατο τῷ Ἡλίῳ τὰς χεῖρας ἀνατείνας ἢ αὐτὸν βασιλεύειν ἢ Ἀλέξανδρον.’ Ῥαδαμάνθυος δὲ τοῦ δικαίου Ἴβυκος ἐραστήν φησι (fr. 32 B) γενέσθαι Τάλων. Διότιμος δ’ ἐν τῇ Ἡρακλείᾳ (p. 213 Ki)

v.3.p.331
Εὐρυσθέα φησὶν Ἡρακλέους γενέσθαι παιδικά, διόπερ καὶ τοὺς ἄθλους ὑπομεῖναι. Ἀγαμέμνονά τε Ἀργύννου ἐρασθῆναι λόγος, ἰδόντα ἐπὶ τῷ Κηφισῷ νηχόμενον· ἐν ᾧ καὶ τελευτήσαντα αὐτὸν (συνεχῶς γὰρ ἐν τῷ ποταμῷ τούτῳ ἀπελούετο) θάψας εἵσατο καὶ ἱερὸν αὐτόθι Ἀφροδίτης Ἀργυννίδος. Λικύμνιος δ’ ὁ Χῖος ἐν Διθυράμβοις (fr. 5 B) Ἀργύννου φησὶν ἐρώμενον Ὑμέναιον γενέσθαι. Ἀντιγόνου δὲ τοῦ βασιλέως ἐρώμενος ἦν Ἀριστοκλῆς ὁ κιθαρῳδός, περὶ οὗ Ἀντίγονος ὁ Καρύστιος ἐν τῷ Ζήνωνος Βίῳ γράφει οὕτως (p. 117 Wil)· ‘Ἀντίγονος ὁ βασιλεὺς ἐπεκώμαζε τῷ Ζήνωνι. καί ποτε καὶ μεθ’ ἡμέραν ἐλθὼν ἔκ τινος πότου καὶ ἀναπηδήσας πρὸς τὸν Ζήνωνα ἔπεισεν αὐτὸν συγκωμάσαι αὑτῷ πρὸς Ἀριστοκλέα τὸν κιθαρῳδόν, οὗ σφόδρα ἤρα ὁ βασιλεύς.’