Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
καὶ ὁ Κύνουλκος ‘ταυτὶ καὶ τολμᾶς σὺ λέγειν,’ οὐ ‘ῥοδοδάκτυλος οὖσα’ κατὰ τὸν Κρατῖνον (I 104 K), ἀλλὰ βολίτινον ἔχων θάτερον σκέλος (Arist. Ran. 295), ἐκείνου τοῦ ὁμωνύμου σοι ποιητοῦ τὴν κνήμην φορῶν, ὃς ἐν τοῖς καπηλείοις καὶ τοῖς πανδοκείοις αἰεὶ διαιτᾷ, καίτοι Ἰσοκράτους τοῦ ῥήτορος ἐν τῷ Ἀρεοπαγιτικῷ (49) εἰρηκότος· ‘ἐν καπηλείῳ δὲ φαγεῖν ἢ πιεῖν οὐδεὶς οὐδ’ ἂν οἰκέτης ἐτόλμησεν. σεμνύνεσθαι γὰρ ἐμελέτων, οὐ βωμολοχεύεσθαι.’ Ὑπερείδης δὲ ἐν τῷ κατὰ Πατροκλέους (fr. 141 Bl), εἰ γνήσιος ὁ λόγος, τοὺς Ἀρεοπαγίτας φησὶν ἀριστήσαντά τινα ἐν καπηλείῳ κωλῦσαι ἀνιέναι εἰς Ἄρειον πάγον. σὺ δέ, ὦ σοφιστά, ἐν τοῖς καπηλείοις συναναφύρῃ οὐ μετὰ ἑταίρων ἀλλὰ μετὰ ἑταιρῶν, μαστροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων καὶ περιφέρων αἰεὶ τοιαυτὶ βιβλία Ἀριστοφάνους
καλός γε ὁ τῶν Κορινθίων σοφιστής, ὁ τοῖς μαθηταῖς διηγούμενος ὅτι Ὤκιμον ἑταίρας ὄνομα ... καὶ ἄλλα δὲ πολλά, ὦναιδές, δράματα ἀπὸ ἑταιρῶν ἔσχε τὰς ἐπιγραφάς, Θάλαττα Διοκλέους, Φερεκράτους Κοριαννώ, Εὐνίκου ἢ Φιλυλλίου Ἄντεια, Μενάνδρου δὲ Θαὶς καὶ Φάνιον, Ἀλέξιδος Ὀπώρα, Εὐβούλου Κλεψύδρα. οὕτω δ’ ἐκλήθη αὕτη ἡ ἑταίρα, ἐπειδὴ πρὸς κλεψύδραν
- Κόρινθον ἦλθον. ἡδέως ἐνταῦθά πως
- λάχανόν τι τρώγων Ὤκιμον διεφθάρην·
- κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.
ἐστὶν δ’ ἑταίρα, ὡς Ἀντιφάνης φησὶν ἐν Ἀγροίκῳ (II 13 K),
διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμοκλέους ἐν Νεαίρᾳ (ib. 462)·
- τῷ τρέφοντι συμφορά·
- εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.
καὶ ἐν τῷ ἐπιγραφομένῳ δ’ Ὀρεσταυτοκλείδης ὁ αὐτὸς Τιμοκλῆς φησι (ib. 462)·
- ἀλλ’ ἔγωγ’ ὁ δυστυχὴς
- Φρύνης ἐρασθείς, ἡνίκ’ ἔτι τὴν κάππαριν
- συνέλεγεν οὔπω τ’ εἶχεν ὅσαπερ νῦν ἔχει,
- πάμπολλ’ ἀναλίσκων ἐφ’ ἑκάστῳ τῆς θύρας
- ἀπεκλειόμην.
τούτων τῶν ἑταιρῶν καὶ Ἄμφις μνημονεύει ἐν Κουρίδι λέγων (ib. 242)·
- περὶ δὲ τὸν πανάθλιον
- εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα,
- Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη,
- Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον.
- τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ,
- ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται,
- παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ
- ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου
- ἔνδον κάθητ’ ἀπόπληκτος οὐδ’ ἐξέρχεται.
v.3.p.252
Ἄλεξις δ’ ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἰσοστάσιον τὴν ἑταιρικὴν παρασκευὴν καὶ τὰς δι’ ἐπιτεχνήσεως κομμώσεις τῶν ἑταιρῶν οὕτως ἐκτίθεται (ib. 329)·
- πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς
- πέλας
- πάντα τἄλλ’ αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ
- πᾶσιν ἐπιβουλάς. ἐπειδὰν δ’ εὐπορήσωσίν ποτε,
- ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης·
- εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους
- μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι.
- τυγχάνει μικρά τις οὖσα· φελλὸς ἐν ταῖς βαυκίσιν
- ἐγκεκάττυται. μακρά τις· διάβαθρον λεπτὸν φορεῖ
- τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσ᾽ ἐξέρχεται·
- τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία·
- ὑπενέδυσ’ ἐρραμέν’ αὐτήν, ὥστε τὴν εὐπυγίαν
- ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει·
- στηθί’ ἔστ’ αὐταῖσι τούτων ὧν ἔχουσ’ οἱ κωμικοί·
- ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὔκλυτον τῆς κοιλίας
- ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ’ ἀπήγαγον.
- τὰς ὀφρῦς πυρρὰς ἔχει τις· ζωγραφοῦσιν ἀσβόλῳ.
- συμβέβηκ’ εἶναι μέλαιναν· κατέπλασεν ψιμυθίῳ.
- λευκόχρως λίαν τίς ἐστιν· παιδέρωτ’ ἐντρίβεται.
- καλὸν ἔχει τοῦ σώματός τι· τοῦτο γυμνὸν δείκνυται.
- εὐφυεῖς ὀδόντας ἔσχεν· ἐξ ἀνάγκης δεῖ γελᾶν,
v.3.p.253- ἵνα θεωρῶσ’ οἱ παρόντες τὸ στόμ’ ὡς κομψὸν φορεῖ.
- ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν
- ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ’ ἑκάστοτε,
- ἡνίκ’ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον
- μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν·
- ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ’ ἄν τε μή.
- ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.
διὸ συμβουλεύω σοι, ‘Θετταλὲ ποικιλόδιφρε,’ τὰς ἐπὶ τῶν οἰκημάτων ἀσπάζεσθαι καὶ μὴ καταναλίσκειν εἰς οὐδὲν δέον τὰ τῶν υἱῶν κέρματα. ὄντως γὰρ ἄριστα χωλὸς οἰφεῖς (Diogenian. 2, 2), τοῦ κρηπιδοποιοῦ πατρός σου πολλά σε σωφρονίσαντος καὶ διδάξαντος σκύτη βλέπειν. ἢ οὐκ οἶδας κατὰ τὴν Εὐβούλου Παννυχίδα (II 193 K) ‘τὰς φιλῳδοὺς κερμάτων παλευτρίας, πώλους Κύπριδος ἐξησκημένας’,
καὶ ἐν Ναννίῳ, εἰ Εὐβούλου τὸ δρᾶμα καὶ μὴ Φιλίππου, φησίν (ib. 187)·
- γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
- ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
- Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας·
- παρ’ ὧν βεβαίως ἀσφαλῶς τ’ ἔξεστί σοι
- μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.
ἐπιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μεγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων (ib. 468)·
- ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ,
- πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος;
- ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον
- γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
- ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
- Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας,
- μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν,
- καὶ μὴ λαθραίαν Κύπριν, αἰσχίστην νόσων
- πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν.
- Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω (Eur.Iph.A.370),
- ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.
- δεινά, δεινὰ κοὐκ ἀνασχετὰ
- ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι.
- ὅπου γὰρ οὐσῶν μειράκων μάλ’ εὐπρεπῶν
- ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ’ ὁρᾶν
- εἰληθερούσας, στέρν’ ἀπημφιεσμένας,
- γυμνὰς ἐφεξῆς τ’ ἐπὶ κέρως τεταγμένας·
- ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται,
- λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ,
- νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ·
- μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ
v.3.p.255- μηδὲ δι’ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης
- μηδ’ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ.
- αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε
- τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι
- πατρίδια, τοὺς δ’ ἀπφάρια, τοὺς νεωτέρους.
- καὶ τῶνδ’ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς,
- μεθ’ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους·
- ἃς δ’ οὔτ’ ἰδεῖν ἔστ᾽, οὔθ’ ὁρῶντ’ ἰδεῖν σαφῶς,
- αἰεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον ...
- δεδιότα, ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα
- ἃς πῶς ποτ᾽, ὦ δέσποινα ποντία Κύπρι (Eur.Hipp.415),
- βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων
- ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;
καὶ Φιλήμων δὲ ἐν Ἀδελφοῖς προσιστορῶν ὅτι πρῶτος Σόλων διὰ τὴν τῶν νέων ἀκμὴν ἔστησεν ἐπὶ οἰκημάτων γύναια πριάμενος, καθὰ καὶ Νίκανδρος ὁ Κολοφώνιος ἱστορεῖ ἐν τρίτῳ Κολοφωνιακῶν (fr. 9. 10 Sch) φάσκων αὐτὸν καὶ πανδήμου Ἀφροδίτης ἱερὸν πρῶτον ἱδρύσασθαι ἀφ’ ὧν ἠργυρίσαντο αἱ προστᾶσαι τῶν οἰκημάτων. ἀλλ’ ὅ γε Φιλήμων οὕτως φησί (II 479 K)·
καὶ Ἀσπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν, καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ Ἑλλάς, ὡς καὶ ὁ χαρίεις Ἀριστοφάνης παρασημαίνεται, λέγων τὸν Πελοποννησιακὸν πόλεμον ὅτι Περικλῆς διὰ τὸν Ἀσπασίας ἔρωτα καὶ τὰς ἁρπασθείσας ἀπ’ αὐτῆς θεραπαίνας ὑπὸ Μεγαρέων ἀνερρίπισεν τὸ δεινόν (Ach. 524)·
- σὺ δ’ εἰς ἅπαντας εὗρες ἀνθρώπους, Σόλων·
- σὲ γὰρ λέγουσιν τοῦτ’ ἰδεῖν πρῶτον, μόνον
- δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ σωτήριον,
- (καί μοι λέγειν τοῦτ’ ἐστὶν ἁρμοστόν, Σόλων)
- μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων
v.3.p.256- τούτους τ’ ἔχοντας τὴν ἀναγκαίαν φύσιν
- ἁμαρτάνοντάς τ’ εἰς ὃ μὴ προσῆκον ἦν,
- στῆσαι πριάμενόν τοι γυναῖκας κατὰ τόπους
- κοινὰς ἅπασι καὶ κατεσκευασμένας.
- ἑστᾶσι γυμναί, μὴ ᾽ξαπατηθῇς· πάνθ’ ὅρα.
- οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων ......
- .... ἔχεις πως· ἡ θύρα ᾽στ’ ἀνεῳγμένη.
- εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστ’ οὐδὲ εἷς
- ἀκκισμὸς οὐδὲ λῆρος, οὐδ’ ὑφήρπασεν·
- ἀλλ’ εὐθὺς ὡς βούλει σὺ χὢν βούλει τρόπον.
- ἐξῆλθες· οἰμώζειν λέγ᾽, ἀλλοτρία ᾽στί σοι.
- πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε
- νεανίαι κλέπτουσι μεθυσοκότταβοι·
- κᾆθ’ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
- ἀντεξέκλεψαν Ἀσπασίας πόρνας δύο·
- κἀκεῖθεν ἁρχὴ τοῦ πολέμου κατερράγη
- Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
τῶν οὖν μεγαλομίσθων ἑταιρῶν ἀποτρέπω σε, γραμματικώτατε, διότι
Ἐπικράτης φησὶν ἐν Ἀντιλαίδι (II 282 K), ἐν ᾧ δράματι καὶ περὶ τῆς πολυθρυλήτου Λαίδος τάδε λέγει (ib.)·
- τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν
- αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον,
- ............. Διὸς νόμον·
- αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον,
μνημονεύει δὲ τῆς Λαίδος καὶ Ἀναξανδρίδης ἐν Γεροντομανίᾳ καὶ ἄλλας ἑταίρας αὐτῇ συγκαταλέγει διὰ τούτων (ib. 138)·
- αὕτη δὲ Λαὶς ἀργός ἐστι καὶ πότις,
- τὸ καθ’ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν
- μόνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ
- τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι
- ἐκ τῶν ὀρῶν πρόβατ’ ἐσθίουσι καὶ λαγὼς
- μετέωρ’ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος·
- ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν
- ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς·
- κἄπειτα τοῦτ’ εἶναι νομίζεται τέρας.
- καὶ Λαὶς οὖν ὀρθῶς νομίζοιτ’ ἂν τέρας.
- αὕτη γὰρ ὁπότ’ ἦν μὲν νεοττὸς καὶ νέα,
- ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη,
- εἶδες δ’ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἄν·
- ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει
- τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος,
- ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι·
- ἐξέρχεταί τε πανταχόσ’ ἤδη πιομένη,
- δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον,
- προσίεται δὲ καὶ γέροντα καὶ νέον·
- οὕτω δὲ τιθασὸς γέγονεν ὥστ᾽, ὦ φίλτατε,
- τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει.
v.3.p.258
- τὴν ἐκ Κορίνθου Λαίδ’ οἶσθα; Β. πῶς γὰρ οὔ;
- τὴν ἡμετέρειόν γ᾽. Α. ἦν ἐκείνῃ τις φίλη
- Ἄντεια. Β. καὶ τοῦθ’ ἡμέτερον ἦν παίγνιον.
- Α. νὴ τὸν Δί᾽, ἤνθει τότε Λαγίσκ᾽, ἤνθει τότε
- καὶ Θεολύτη μάλ’ εὐπρόσωπος καὶ καλή,
- ὑπέφαιν’ ἐσομένη δ’ Ὤκιμον λαμπρὰ πάνυ.
ταῦτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε. καὶ κατὰ τὴν Φιλεταίρου Κυνηγίδα (ib. 232)
ἢ ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς (ib. 461),
- παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθ’ ὅτι
- οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ’ ἅμα,
- ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον.
τοὐλπιανοῦ ἐπιραπίσαι βουληθέντος αὐτὸν εἰς τιμὴν τοῦ
- ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ
- χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι. βαβαί,
- ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες.
- τὸ μὴ σφόδρ’ εἶναι πάνθ’ ἕτοιμα, δεῖν δέ τι
- ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ
- πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν· ἡδύ γε
- νὴ τὸν Δία τὸν μέγιστον.’
- ἔτι πολλὰ τοῦ Κυνούλκου θέλοντος λέγειν καὶ
φησὶν ὁ Καλλίμαχος (fr. 134 Sch). οὐ γὰρ αὐτάρκεις ἡμεῖς ἀμύνασθαι, ὦ Κύνουλκε;
- ‘οὐχ ὧδ’ ἐμόγησαν
- ἐλπίδες ὥστ’ ἐχθρῶν συμμαχίαν καλέσαι,
κατὰ τὴν Ἐφίππου Φιλύραν (II 263 K). δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι
- ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν· ἔα,
- ἐπαρίστερ’ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς,
ὥς τις ἔφη τῶν παρῳδῶν (inc. fr. 4 Br).
- οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι,
ἐγὼ γάρ, ὦ ἄνδρες σύσσιτοι, οὐ κατὰ τὰς Μεταγένους Αὔρας ἢ τὸν Ἀρισταγόρου Μαμμάκυθον (I 705 K)
ἀλλὰ περὶ τῶν ὄντως ἑταιρῶν τὸν λόγον πεποίημαι, τουτέστιν τῶν φιλίαν ἄδολον συντηρεῖν δυναμένων, ἃς ὁ Κύνουλκος τολμᾷ λοιδορεῖν, τὰσ μόνας τῶν ἄλλων γυναικῶν τῷ τῆς φιλίας ὀνόματι προσηγορευμένας ἢ ἀπὸ τῆς παρὰ τοῖς Ἀθηναίοις καλουμένης Ἑταίρας τῆς Ἀφροδίτης. περὶ ἧς φησιν ὁ Ἀθηναῖος Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν (FHG I 431) οὕτως. ‘Ἑταίραν δὲ τὴν Ἀφροδίτην τὴν τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσαν· τοῦτο δ’ ἐστὶν φίλας.’ καλοῦσι
- ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας
- ὡραίας πρότερον, νῦν δ’ οὐχ ὑμῖν ἀγορεύω
- ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα
- ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν,
καὶ ἔτι (fr. 31)·
- τάδε νῦν ἑταίραις
- ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω.
καλοῦσι δὲ καὶ τὰς μισθαρνούσας ἑταίρας καὶ τὸ ἐπὶ συνουσίαις μισθαρνεῖν ἑταιρεῖν, οὐκ ἔτι πρὸς τὸ ἔτυμον ἀναφέροντες, ἀλλὰ πρὸς τὸ εὐσχημονέστερον, καθὸ δὴ καὶ Μένανδρος ἐν Παρακαταθήκῃ ἀπὸ τῶν ἑταιρῶν τοὺς ἑταίρους διαστέλλων φησί (III 110 K)·
- Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι.
- πεποιήκατ’ ἔργον οὐχ ἑταίρων γὰρ
- ... ἀλλ’ ἑταιρῶν· ταὐτὰ δ’ ὄντα γράμματα
- τὴν προσαγόρευσιν οὐ σφόδρ’ εὔσχημον ποιεῖ.
περὶ δὲ τῶν ἑταιρῶν Ἔφιππος ἐν Ἐμπολῇ τάδε φησίν (II 254 K)·
Εὔβουλος δ’ ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράγων φησίν (II 178)·
- ἔπειτά γ’ εἰσίοντ᾽, ἐὰν λυπούμενος
- τύχῃ τις ὑμῶν, ἐκολάκευσεν ἡδέως·
- ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα
- ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις
- χανοῦσ’ ὁμοίως· ἧς ἐπαρεμυθήσατο
- ἐποίησέ θ’ ἱλαρὸν εὐθέως τ’ ἀφεῖλε πᾶν
- αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
Ἀντιφάνης Ὑδρίᾳ (ib. 103)
- ὡς δ’ ἐδείπνει κοσμίως,
- οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι
- τολύπας ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν
- ἀπέβρυκον αἰσχρῶς, ἀλλ’ ἑκάστου μικρὸν ἂν
- ἀπεγεύεθ’ ὥσπερ παρθένος Μιλησία.
Ἀναξίλας Νεοττίδι (II 269 K)·
- οὗτος δ’ ὃν λέγω
- ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς
- ἰδὼν ἑταίρας εἰς ἔρωτ’ ἀφίκετο,
- ἀστῆς, ἐρήμου δ’ ἐπιτρόπου καὶ συγγενῶν,
- ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης,
- ὄντως ἑταίρας. αἱ μὲν ἄλλαι τοὔνομα
- βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.
- ἐὰν δέ τις μέτρια καὶ λέγουσα .......
- τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν,
- ἐκ τῆς ἑταιρείας ἑταίρα τοὔνομα
- προσηγορεύθη. καὶ σὺ νῦν οὐχ ὡς λέγεις
- πόρνης, ἑταίρας δ’ εἰς ἔρωτα τυγχάνεις
- ἐληλυθώς· ἆρ’ ὡς ἀληθῶς ἐστι γοῦν
- ἁπλῆ τις; Β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία.
ὁ δὲ ὑμέτερος φιλοσοφομειρακίσκος τοιοῦτος οἷον Ἄλεξις ἢ Ἀντιφάνης ἐν Ὕπνῳ παράγει (II 385 K)·
καλῶς δὲ περὶ τῶν τοιούτων Ἔφιππος ἐν Σαπφοῖ φησιν (ib. 262)·
- διὰ ταῦθ’ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων
- ἑκάστοτ’ ἐπεδείπνει μεθ’ ἡμῶν· τοῦτο δ’ ἦν,
- ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν.
v.3.p.262
τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου (75).
- ὅταν γὰρ ὢν νέος
- ἀλλότριον εἰσελθὼν ὄψον ἐσθίειν μάθῃ
- ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ,
- διδόναι νόμιζ’ αὐτὸν σὺ τῆς νυκτὸς λόγον.
περὶ δὲ τῶν ἑταιρῶν καὶ Φιλέταιρος ἐν Κυνηγίδι τάδε φησίν (ib. 232)·
οἶδα δὲ καὶ ἑορτήν τιν’ Ἑταιρίδεια ἀγομένην ἐν Μαγνησίᾳ οὐ διὰ τὰς ἑταίρας, ἀλλὰ δι’ ἑτέραν αἰτίαν, ἧς μνημονεύει Ἡγήσανδρος ἐν Ὑπομνήμασι γράφων ὧδε (FHG IV 418)· ‘τὴν τῶν Ἑταιριδείων ἑορτὴν συντελοῦσι Μάγνητες. ἱστοροῦσι δὲ πρῶτον Ἰάσονα τὸν Αἴσονος συναγαγόντα τοὺς Ἀργοναύτας Ἑταιρείῳ Διὶ θῦσαι καὶ τὴν ἑορτὴν Ἑταιρίδεια προσαγορεῦσαι. θύουσι δὲ καὶ οἱ Μακεδόνων βασιλεῖς τὰ Ἑταιρίδεια.’ Πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος· κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ τοὺς φρουροὺς τοὺς ἐν αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Νεάνθης ἐν τοῖς Μυθικοῖς (FHG III 9), καὶ μεθυσθέντας ἑταίρας πλείονας προσλαβεῖν, ὧν μίαν κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν ἀνελομένην τὰς κλεῖς καὶ
- οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
- ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
καταλέξω δέ σοι, Κύνουλκε, Ἰωνικήν τινα ῥῆσιν ἐκτείνας κατὰ τὸν Αἰσχύλου .... περὶ ἑταιρῶν, ἀρξάμενος ἀπὸ τῆς καλῆς Κορίνθου, ἐπειδή μοι τὴν αὐτόθι σοφιστείαν ὠνείδισας. νόμιμόν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου (fr. 16 Koepke), ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὡς καὶ Θεόπομπος ἱστορεῖ (FHG I 306) καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ (ib. 204), αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῇ θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας συνέθηκε τόδε τὸ ἐπίγραμμα (137 B4)·
καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας.
- αἵδ’ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν
- ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ·
- οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ’ Ἀφροδίτα
- Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
ὑπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θεὸν Ξενοφῶν ὁ Κορίνθιος ἐξιὼν εἰς Ὀλυμπίαν ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο
ἤρξατο δ’ οὕτως τοῦ μέλους·
- ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ’ ἐς ἄλσος
- φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις
- ἐπήγαγ’ εὐχωλαῖς ἰανθείς.
ἀρξάμενος δ’ οὕτως ἑξῆς φησιν·
- πολύξεναι νεάνιδες ἀμφίπολοι
- Πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ,
- αἵτε τὰς χλωρᾶς λιβάνου ξανθὰ δάκρη
- θυμιᾶτε, πολλάκι ματέρ’ Ἐρώτων οὐράνιαι πτάμεναι
- νόημα ποττὰν Ἀφροδίταν·
- ὑμῖν ἄνωθεν ἀπαγορίας ἔπορεν,
- ὦ παῖδες, ἐρατειναῖς ἐν εὐναῖς
- μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι.
- σὺν δ’ ἀνάγκᾳ πᾶν καλόν.
δῆλον γὰρ ὅτι πρὸς τὰς ἑταίρας διαλεγόμενος ἠγωνία ποῖόν τι φανήσεται τοῖς Κορινθίοις τὸ πρᾶγμα. πιστεύων δέ, ὡς ἔοικεν, αὐτὸς αὑτῷ πεποίηκεν εὐθέως·
- ἀλλὰ θαυμάζω τί με λεξοῦντι Ἰσθμοῦ
v.3.p.266- δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολιοῦ,
- ξυνάορον ξυναῖς γυναιξί.
ὅτι δὲ καὶ Ἀφροδίσια ἴδια ἄγουσιν αὐτόθι αἱ ἑταῖραι, Ἄλεξις ἐν Φιλούσῃ φησίν (II 389 K)·
- ἐδιδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ.
- Ἀφροδίσι’ ἦγε ταῖς ἑταίραις ἡ πόλις,
- ἕτερα δὲ χωρίς ἐστι ταῖς ἐλευθέραις.
- ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος
- ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε
- μεθύειν μεθ’ ἡμῶν.
ἐν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν ἐν Λακεδαίμονι Ἀναθημάτων (fr. 18 Pr), εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἥν φησιν καὶ βοῦν ἀναθεῖναι χαλκῆν, γράφων οὕτως· ‘καὶ τὸ Κοττίνας δὲ τῆς ἑταίρας εἰκόνιον, ἧς διὰ τὴν ἐπιφάνειαν οἴκημά τι λέγεται καὶ νῦν ἐγγυτάτω τῆς Κολώνης, ἵνα τὸ Διονύσιόν ἐστιν, ἐπιφανὲς καὶ πολλοῖς ἐγνωσμένον τῶν ἐν τῇ πόλει. ἀνάθημα δ’ αὐτῆς ἐστιν ὑπὲρ τὸ τῆς Χαλκιοίκου βοίδιόν τι χαλκοῦν καὶ τὸ προειρημένον εἰκόνιον.’ Ἀλκιβιάδης δὲ ὁ καλός, ἐφ’ οὗ τις τῶν κωμικῶν ἔφη (fr. ad. 3 K)·
ὁ ὑπὸ τῆς Ἄγιδος ἀγαπώμενος γυναικὸς ἐπὶ τὰς τῶν
- Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί,
- ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν,
οὐ χρὴ δὲ θαυμάζειν εἰ ἐξ ἀκοῆς τινες ἠράσθησάν τινων, ὁπότε Χάρης ὁ Μιτυληναῖος ἐν τῇ δεκάτῃ τῶν Ἱστοριῶν τῶν περὶ Ἀλέξανδρόν φησιν ὀνείρατι θεασαμένους τινὰς οὓς μὴ πρότερον εἶδον ἐρασθῆναι αὐτῶν· γράφει δὲ οὕτως (scr. Al. M. p. 119)· ‘Ὑστάσπῃ νεώτερος ἦν ἀδελφὸς Ζαριάδρης, περὶ ὧν λέγουσιν οἱ ἐπιχώριοι ὅτι ἐξ Ἀφροδίτης καὶ Ἀδώνιδος ἐγεννήθησαν. ἐκυρίευσεν δὲ ὁ μὲν Ὑστάσπης Μηδίας καὶ τῆς ὑποκάτω χώρας, ὁ δὲ Ζαριάδρης τῆς ὑπεράνω Κασπίων πυλῶν μέχρι τοῦ Τανάιδος. τῶν δὲ ἐπέκεινα τοῦ Τανάιδος Ὁμάρτῃ βασιλεῖ Μαραθῶν θυγάτηρ ἦν ὄνομα Ὀδάτις· περὶ
τὸ ὅμοιον ἱστορεῖ γενέσθαι καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν Πολιτείᾳ γράφων οὕτως (fr. 503 R)· ‘Φωκαεῖς οἱ ἐν Ἰωνίᾳ ἐμπορίᾳ χρώμενοι ἔκτισαν Μασσαλίαν. Εὔξενος δὲ ὁ Φωκαεὺς Νάνῳ τῷ βασιλεῖ (τοῦτο δ’ ἦν αὐτῷ ὄνομα) ἦν ξένος. οὗτος ὁ Νάνος ἐπιτελῶν γάμους τῆς θυγατρὸς κατὰ τύχην παραγενόμενον τὸν Εὔξενον παρακέκληκεν ἐπὶ τὴν θοίνην. ὁ δὲ γάμος ἐγίγνετο τόνδε τὸν τρόπον· ἔδει μετὰ τὸ δεῖπνον εἰσελθοῦσαν τὴν παῖδα φιάλην
Θεμιστοκλῆς τε, ὥς φησιν Ἰδομενεύς (FHG II 491), οὐχ ἅρμα ζευξάμενος ἑταιρῶν πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἄστυ; ἦσαν δ’ αὗται Λάμια καὶ Σκιώνη καὶ Σατύρα καὶ Νάννιον. οὐ καὶ αὐτὸς Θεμιστοκλῆς ἐξ ἑταίρας ἦν γεγενημένος ὄνομα Ἀβροτόνου; ὡς Ἀμφικράτης ἱστορεῖ ἐν τῷ περὶ Ἐνδόξων Ἀνδρῶν συγγράμματι (FHG IV 300)·
Νεάνθης δ’ ὁ Κυζικηνὸς ἐν τῇ τρίτῃ καὶ τετάρτῃ τῶν Ἑλληνικῶν Ἱστοριῶν (FHG III 3) Εὐτέρπης αὐτὸν εἶναί φησιν υἱόν. Κῦρος δὲ ὁ ἐπὶ τὸν ἀδελφὸν ἐπιστρατεύσας οὐχὶ ἑταίραν οὖσαν τὴν Φωκαίδα τὴν σοφωτάτην καὶ καλλίστην γενομένην εἶχε συστρατευομένην;
- Ἀβρότονον Θρήισσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι
- τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα.
Τιμόθεος δ’ ὁ στρατηγήσας Ἀθηναίων ἐπιφανῶς ἑταίρας ἦν υἱὸς Θρᾴττης τὸ γένος, σεμνῆς δ’ ἄλλως τοὺς τρόπους. μεταβάλλουσαι γὰρ αἱ τοιαῦται εἰς τὸ σῶφρον τῶν ἐπὶ τούτῳ σεμνυνομένων εἰσὶ βελτίους. ὁ δὲ Τιμόθεος καὶ σκωπτόμενός ποτε ὅτι τοιαύτης εἴη μητρὸς ‘καὶ χάριν γε αὐτῇ, φησίν, οἶδα, ὅτι δι’ αὐτὴν Κόνωνός εἰμι υἱός.’ Φιλέταιρον δὲ τὸν Περγάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας Βόας αὐλητρίδος ἑταίρας τὸ γένος ἀπὸ Παφλαγονίας υἱόν φησι γενέσθαι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν (FHG IV 358). Ἀριστοφῶν δ’ ὁ ῥήτωρ ὁ τὸν νόμον εἰσενεγκὼν ἐπ’ Εὐκλείδου ἄρχοντος, ὃς ἂν μὴ ἐξ ἀστῆς γένηται νόθον εἶναι, αὐτὸς ἀπεδείχθη ὑπὸ Καλλιάδου τοῦ κωμικοῦ (I 699 K) ἐκ Χορηγίδος τῆς ἑταίρας παιδοποιησάμενος, ὡς ὁ αὐτὸς ἱστορεῖ Καρύστιος ἐν τρίτῳ Ὑπομνημάτων (l. s. s). Δημήτριος δ’ ὁ Πολιορκητὴς οὐ δαιμονίως ἤρα Λαμίας τῆς αὐλητρίδος, ἐξ ἧς ἔσχε καὶ θυγατέρα Φίλαν; τὴν δὲ Λάμιαν Πολέμων φησὶν ἐν τῷ περὶ τῆς ἐν Σικυῶνι Ποικίλης Στοᾶς (fr. 14 Pr) θυγατέρα μὲν εἶναι Κλεάνορος Ἀθηναίου, κατασκευάσαι δὲ Σικυωνίοις τὴν προκειμένην στοάν. ἤρα δὲ καὶ Λεαίνης καὶ αὐτῆς ἑταίρας Ἀττικῆς ὁ Δημήτριος καὶ ἄλλων δὲ πλειόνων.
Μάχων δ’ ὁ κωμῳδιοποιὸς ἐν ταῖς ἐπιγραφομέναις Χρείαις φησὶν οὕτως·
ἦν δὲ ἡ Λάμια σφόδρα εὔθικτος καὶ ἀστικὴ πρὸς τὰς ἀποκρίσεις, καθάπερ καὶ Γνάθαινα, περὶ ἧς ἐροῦμεν. πάλιν δὲ περὶ τῆς Λαμίας ὁ Μάχων οὕτω γράφει·
- ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι
- περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ
- εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν
- τὸν βασιλέ’ εὐμελῶς κελητίσαι ποτὲ
- ἐπαινεθῆναί θ᾽. ἣ δὲ τοῦτ’ ἀπεκρίθη·
- ‘πρὸς ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει (Eur. M. 1355).’
- Δημήτριός ποθ’ ὁ βασιλεὺς γένη μύρων
- Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο.
- ἡ Λάμια δ’ ἦν αὐλητρίς, ἧς σφόδρ’ ἡδέως
- σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον.
- ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ
- κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινὰ
- διένευσ’ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε
- ταἰδοῖον ἀποτρίψας καὶ θιγὼν τοῖς δακτύλοις
- ‘τουτί γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ
- εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει.’
- κείνη δὲ γελάσασ’ ‘ἀλλὰ τοῦτ᾽, ἔφη, τάλαν,
- ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ.’
v.3.p.274- Δημήτριος δ’ εἶπ᾽· ‘ἀλλὰ μήν, νὴ τοὺς θεούς,
- ἀπὸ βαλάνου τοῦτ’ ἐστί, Λάμια, βασιλικῆς.’
Πτολεμαῖος δ’ ὁ τοῦ Ἀγησάρχου ἐν ταῖς περὶ τὸν Φιλοπάτορα Ἱστορίαις βασιλέων ἐρωμένας ἀναγράφων φησίν (FHG III 67)· ‘Φιλίππου τοῦ Μακεδόνας αὐξήσαντος Φίλινναν τὴν ὀρχηστρίδα, ἐξ ἧς καὶ γεννῆσαι Ἀρριδαῖον τὸν μετ᾽ Ἀλέξανδρον βασιλεύσαντα, Δημητρίου δὲ τοῦ Πολιορκητοῦ μετὰ τὰς προειρημένας Μανίαν, Ἀντιγόνου δὲ Δημώ, ἐξ ἧς Ἀλκυονέα γεννηθῆναι, Σελεύκου δὲ τοῦ νεωτέρου Μύσταν καὶ Νῦσαν.’ Ἡρακλείδης δὲ ὁ Λέμβος ἐν τῇ ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν (ib. 168) Δημώ φησιν ἐρωμένην γενέσθαι τοῦ Δημητρίου· ᾗ ἐπιμανῆναι καὶ τὸν πατέρα αὐτοῦ Ἀντίγονον καὶ ἀποκτεῖναι Ὀξύθεμιν ὡς καὶ πολλὰ συνεξαμαρτάνοντα τῷ Δημητρίῳ, καὶ ὅτι ἀπέκτεινε τὰς τῆς Δημοῦς θεραπαίνας στρεβλῶν.