Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ὅτι ὁ Θεόπομπος ὁ Χῖος τὴν ἄμπελον ἱστορεῖ (FHG I 328) εὑρεθῆναι ἐν Ὀλυμπίᾳ παρὰ τὸν Ἀλφειόν· καὶ ὅτι τῆς Ἠλείας τόπος ἐστὶν ἀπέχων ὀκτὼ στάδια, ἐν ᾧ οἱ ἐγχώριοι κατακλείοντες τοῖς Διονυσίοις χαλκοῦς λέβητας τρεῖς κενοὺς παρόντων τῶν ἐπιδημούντων ἀποσφραγίζονται καὶ ὕστερον ἀνοίγοντες εὑρίσκουσιν οἴνου πεπληρωμένους. Ἑλλάνικος δέ φησιν (FHG I 67) ἐν τῇ Πλινθίνῃ πόλει Αἰγύπτου πρώτῃ εὑρεθῆναι τὴν ἄμπελον. διὸ καὶ Δίων ὁ ἐξ Ἀκαδημίας φιλοίνους καὶ φιλοπότας τοὺς Αἰγυπτίους

v.1.p.79
γενέσθαι· εὑρεθῆναί τε βοήθημα παρ’ αὐτοῖς ὥστε τοὺς διὰ πενίαν ἀποροῦντας οἴνου τὸν ἐκ τῶν κριθῶν γενόμενον πίνειν· καὶ οὕτως ἥδεσθαι τοὺς τοῦτον προσφερομένους ὡς καὶ ᾄδειν καὶ ὀρχεῖσθαι καὶ πάντα ποιεῖν ὅσα τοὺς ἐξοίνους γινομένους. Ἀριστοτέλης δέ φησιν (p. 118 R) ὅτι οἱ μὲν ὑπ’ οἴνου μεθυσθέντες ἐπὶ πρόσωπον φέρονται, οἱ δὲ τὸν κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλήν· ὁ μὲν γὰρ οἶνος καρηβαρικός, ὁ δὲ κρίθινος καρωτικός.

ὅτι δὲ φίλοινοι Αἰγύπτιοι, σημεῖον καὶ τὸ παρὰ μόνοις αὐτοῖς ὡς νόμιμον ἐν τοῖς δείπνοις πρὸ πάντων ἐδεσμάτων κράμβας ἔσθειν ἑφθὰς μέχρι τοῦ δεῦρο παρασκευάζεσθαι. καὶ πολλοὶ εἰς τὰς κατασκευαζομένας ἀμεθύστους προσλαμβάνουσι τὸ τῆς κράμβης σπέρμα. καὶ ἐν ᾧ δ’ ἂν ἀμπελῶνι κράμβαι φύωνται, ἀμαυρότερος ὁ οἶνος γίνεται. διὸ καὶ Συβαρῖται, φησὶ Τίμαιος (FHG I 206), πρὸ τοῦ πίνειν κράμβας ἤσθιον. Ἄλεξις (II 401 K)·

  1. ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς.
  2. κατανύστασον· παύσῃ γάρ. εἶτά σοι δότω
  3. ῥάφανόν τις ἑφθήν.
Εὔβουλος δέ πού φησι (II 209 K)·
  1. γύναι,
  2. ῥάφανόν με νομίσασ’ εἰς ἐμέ σου τὴν κραιπάλην
  3. μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς.
ὅτι δὲ τὴν κράμβην ῥάφανον ἐκάλουν οἱ παλαιοὶ Ἀπολλόδωρος δηλοῖ ὁ Καρύστιος (IV 449 M)·
v.1.p.80
  1. εἰ δ’ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ’ οἱ ξένοι
  2. κράμβην, γυναιξὶ διαφέρειν οἴονται.
Ἀναξανδρίδης (II 160 K)·
  1. ἐὰν λούσησθε νῦν
  2. ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσεται
  3. τὸ βάρος διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος
  4. ἐπὶ τοῦ μετώπου.
Νικοχάρης (I 773 K)·
  1. εἰσαύριον .. ἀντὶ ῥαφάνων ἑψήσομεν
  2. βαλάνιον, ἵνα νῷν ἐξάγῃ τὴν κραιπάλην.
Ἄμφις (II 247 K)·
  1. οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης
  2. οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω
  3. λύπην τιν᾽. οὕτως ἐξελαύνει γὰρ σφόδρα
  4. λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν.
περὶ δὲ τῆς δυνάμεως ταύτης ἣν ἡ κράμβη ποιεῖ ἱστορεῖ καὶ Θεόφραστος (h. pl. 4, 16, 6) φεύγειν φάσκων καὶ ζῶσαν τὴν ἄμπελον τῆς ῥαφάνου τὴν ὀδμήν.