Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τοῦτον ἐμφερέστατον λέγουσι τὴν ὄψιν Περιάνδρῳ τῷ Κυψέλου γενέσθαι, καθάπερ Ἀλκμαίωνι μὲν τῷ Ἀμφιάρεω τὸν Πέρσην Ὀρόντην, Ἕκτορι δὲ τὸν Λακεδαιμόνιον νεανίσκον, ὃν ἱστορεῖ Μυρτίλος ὑπὸ πλήθους τῶν θεωμένων, ὡς τοῦτο ἔγνωσαν, καταπατηθῆναι.

τοῦ δὲ Νικοκλέους τέσσαρας μῆνας τυραννοῦντος, ἐν οἷς πολλὰ κακὰ τὴν πόλιν ἐργασάμενος ἐκινδύνευσεν ὑπὸ Αἰτωλῶν ἐπιβουλευομένην αὐτὴν ἀποβαλεῖν, ἤδη μειράκιον ὁ Ἄρατος ὢν ἀξίωμα λαμπρὸν εἶχε διʼ εὐγένειαν Καὶ φρόνημα, ὃ διέφαινεν οὐ μικρὸν οὐδὲ ἀργόν, ἐμβριθὲς δὲ Καὶ παρʼ ἡλικίαν ἀσφαλεστέρᾳ γνώμῃ κεκραμένον.

ὅθεν οἵ τε φυγάδες μάλιστα τὸν νοῦν ἐκείνῳ προσεῖχον, ὅ τε Νικοκλῆς οὐκ ἠμέλει τῶν πραττομένων, ἀλλʼ ἀδήλως ἀπεθεώρει Καὶ παρεφύλαττεν αὑτοῦ τὴν ὁρμήν, τόλμημα μὲν οὐδὲν τηλικοῦτον δεδιὼς οὐδὲ ἔργον οὐδὲν οὕτω παρακεκινδυνευμένον, ὑποπτεύων δὲ τοῖς βασιλεῦσιν αὐτὸν διαλέγεσθαι φίλοις οὖσι Καὶ ξένοις πατρῴοις.

καὶ γὰρ ἀληθῶς ὁ Ἄρατος ἐπεχείρησε τὴν ὁδὸν ἐκείνην βαδίζειν. ὡς δὲ Ἀντίγονος μὲν ὑπισχνούμενος ἠμέλει Καὶ παρῆγε[*](παρῆγε Coraës and Ziegler, with Sg: παρῆκε (let the time pass).) τὸν χρόνον, αἱ δὲ ἀπʼ

p.10
Αἰγύπτου Καὶ παρὰ Πτολεμαίου μακρὰν ἦσαν ἐλπίδες, ἔγνω διʼ αὑτοῦ καταλύειν τὸν τύραννον.

πρώτοις δὲ κοινοῦται τὴν γνώμην Ἀριστομάχῳ καὶ Ἐκδήλῳ. τούτων ὁ μὲν ἐκ Σικυῶνος ἦν φυγάς, ὁ δὲ Ἔκδηλος Ἀρκὰς ἐκ Μεγάλης πόλεως, ἀνὴρ φιλόσοφος καὶ πρακτικός, Ἀρκεσιλάου τοῦ Ἀκαδημιακοῦ γεγονὼς ἐν ἄστει συνήθης.