Aratus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
ὡς δὲ ἐπαύσαντο καὶ κατέστησαν, συναγαγὼν ἑαυτὸν διεξῆλθε λόγον ὑπὲρ τῶν ʼ Ἀχαιῶν τῇ πράξει πρέποντα, καὶ συνέπεισε τοὺς Κορινθίους Ἀχαιοὺς γενέσθαι, καὶ τῶν πυλῶν τὰς κλεῖς ἀπέδωκε τότε πρῶτον ἀπὸ τῶν Φιλιππικῶν καιρῶν ὑπʼ ἐκείνοις γενομένας· τῶν δὲ Ἀντιγόνου στρατηγῶν Ἀρχέλαον μὲν ἀφῆκεν ὑποχείριον γενόμενον, Θεόφραστον δὲ ἀνεῖλεν οὐ βουλόμενον ἀπαλλάττεσθαι·
Περσαῖος δὲ τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διεξέπεσεν. ὕστερον δὲ λέγεται σχολάζων πρὸς τὸν εἰπόντα μόνον αὐτῷ δοκεῖν στρατηγὸν εἶναι τὸν σοφόν, ἀλλὰ νὴ θεούς, φάναι, τοῦτο μάλιστα κἀμοί ποτε τῶν Ζήνωνος ἤρεσκε δογμάτων νῦν δὲ μεταβάλλομαι νουθετηθεὶς ὑπὸ τοῦ Σικυωνίου νεανίου. ταῦτα μὲν περὶ Περσαίου πλείονες ἱστοροῦσιν.
ὁ δὲ Ἄρατος εὐθὺς τό τε Ἡραῖον ὑφʼ ἑαυτῷ καὶ τὸ Λέχαιον ἐποιήσατο· καὶ νεῶν μὲν