Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐπεὶ δὲ ἀσφαλῶς ἐδόκει πάντα ἔχειν, κατέβαινεν εἰς τὸ θέατρον ἀπὸ τῆς ἄκρας, πλήθους

p.52
ἀπείρου συρρέοντος ἐπιθυμίᾳ τῆς τε ὄψεως αὐτοῦ καὶ τῶν λόγων οἷς ἔμελλε χρῆσθαι πρὸς τοὺς Κορινθίους.

ἐπιστήσας δὲ ταῖς παρόδοις ἑκατέρωθεν τοὺς Ἀχαιούς, αὐτὸς ἀπὸ τῆς σκηνῆς εἰς μέσον προῆλθε, τεθωρακισμένος καὶ τῷ προσώπῳ διὰ τὸν κόπον καὶ τὴν ἀγρυπνίαν ἠλλοιωμένος, ὥστε τῆς ψυχῆς τὸ γαυρούμενον καὶ χαῖρον ὑπὸ τῆς περὶ τὸ σῶμα βαρύτητος κατακρατεῖσθαι.

τῶν δὲ ἀνθρώπων ἅμα τῷ προσελθεῖν αὐτὸν ἐκχυθέντων ταῖς φιλοφροσύναις, μεταλαβὼν εἰς τὴν δεξιὰν τὸ δόρυ, καὶ τὸ γόνυ καὶ τὸ σῶμα τῇ ῥοπῇ μικρὸν ἐγκλίνας καὶ ἀπερεισάμενος, εἱστήκει πολὺν χρόνον σιωπῇ δεχόμενος αὐτῶν τοὺς κρότους καὶ τὰς ἐπιβοήσεις, ἐπαινούντων μὲν τὴν ἀρετήν, ζηλούντων δὲ τὴν τύχην.