Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

οἱ δὲ ὥσπερ ἐξ ἐνέδρας ἀναστάντες ἐμβάλλουσιν αὐτῷ καὶ διαφθείρουσιν οἷς ἐπέθεντο πρώτοις, τοὺς δὲ ἄλλους καὶ τὸν Ἀρχέλαον φοβήσαντες ἐτρέψαντο καὶ κατεδίωξαν ἄχρι τοῦ σκεδασθῆναι περὶ τὴν πόλιν διαλυθέντας. ἄρτι δὲ τούτων νενικηκότων Ἐργῖνος ἀπὸ τῶν ἄνω μαχομένων ἦλθεν, ἀγγέλλων συμπεπλέχθαι τοῖς πολεμίοις τὸν Ἄρατον ἀμυνομένοις εὐρώστως, καὶ μέγαν ἀγῶνα περὶ αὐτὸ τὸ τεῖχος εἶναι, καὶ τάχους δεῖν τῆς βοηθείας.

οἱ δὲ εὐθὺς ἐκέλευον ἡγεῖσθαι· καὶ προσβαίνοντες ἅμα φωνῇ διεσήμαινον ἑαυτούς, ἐπιθαρρύνοντες τοὺς φίλους· ἥ τε πανσέληνος ἀπέφαινε τὰ ὅπλα πλείονα φαινόμενα τοῖς πολεμίοις διὰ τὸ μῆκος τῆς πορείας, καὶ τὸ τῆς νυκτὸς ἠχῶδες τὸν ἀλαλαγμὸν ἀπὸ πολλαπλασιόνων ἢ τοσούτων ἐποίει δοκεῖν φέρεσθαι.

τέλος δὲ συνερείσαντες ἐξωθοῦσι τοὺς πολεμίους καὶ καθυπέρτεροι τῆς ἄκρας ἦσαν καὶ τὸ φρούριον εἶχον, ἡμέρας ἤδη διαυγούσης, ὅ τε ἥλιος εὐθὺς ἐπέλαμπε τῷ ἔργῳ, καὶ παρῆν ἐκ Σικυῶνος ἡ λοιπὴ δύναμις τῷ Ἀράτῳ, δεχομένων κατὰ πύλας τῶν Κορινθίων προθύμως καὶ τοὺς βασιλικοὺς συλλαμβανόντων.