Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

παροιμίαν τινὰ παλαιὰν, ὦ Πολύκρατες, δείσας μοι δοκεῖ τὸ δύσφημον αὐτῆς, ὁ φιλόσοφος Χρύσιππος, οὐχ ὃν ἔχει τρόπον, ἀλλʼ ὡς αὐτὸς

paris.1624.1027
ᾤετο βέλτιον εἶναι, διατίθεται,
τίς πατέρʼ αἰνήσει, εὶ μὴ εὐδαίμονες υἱοί;
Διονυσόδωρος δὲ ὁ Τροιζήνιος ἐλέγχων αὐτὸν ἀντεκτίθησι τὴν ἀληθινὴν οὕτως ἔχουσαν
τίς πατέρʼ αἰνήσει, εἰ μὴ κακοδαίμονες υἱοί ;

καί φησι τοὺς ἀφʼ αὑτῶν οὐδενὸς ἀξίους ὄντας, ὑποδυομένους δὲ προγόνων τινῶν ἀρεταῖς[*](ἀρεταῖς Sint. and Ziegler with Sg; Bekker has ἀρετάς, with inferior MSS.) καί πλεονάζοντας ἐν τοῖς ἐκείνων ἐπαίνοις ὑπὸ τῆς παροιμίας ἐπιστομίζεσθαι· ἀλλʼ ᾧ γε φύσει τὸ γενναῖον ἐπιπρέπει ἐκ πατέρων, κατὰ Πίνδαρον,[*](Pyth. viii. 44f.(φυᾷ ἐκ πατέρων παισὶ λῆμα).) ὥσπερ σοί πρὸς τὸ κάλλιστον ἀφομοιοῦντι τῶν οἴκοθεν παραδειγμάτων τὸν βίον, εὔδαιμον ἂν εἴη τὸ μεμνῆσθαι τῶν ἀπὸ γένους ἀρίστων, ἀκούοντας περὶ αὑτῶν ἀεί τι καί λέγοντας.

οὐ γὰρ ἰδίων

p.4
πλυταρξηʼς λιες ἀπορίᾳ καλῶν ἐξαρτῶσιν ἀλλοτρίων ἐπαίνων τὴν δόξαν, ἀλλὰ τοῖς ἐκείνων τὰ οἰκεῖα συνάπτοντες, ὡς καί τοῦ γένους καί τοῦ βίου καθηγεμόνας εὐφημοῦσι. διὸ κἀγὼ τὸν Ἀράτου τοῦ σοῦ πολίτου καί προπάτορος βίον, ὃν οὔτε τῇ δόξῃ τῇ περὶ σεαυτὸν οὔτε τῇ δυνάμει καταισχύνεις, ἀπέσταλκά σοί συγγραψάμενος, οὐχ ὡς οὐχὶ πάντων ἀκριβέστατά σοί μεμεληκὸς ἐξ ἀρχῆς ἐπίστασθαι τὰς ἐκείνου πράξεις,

ἀλλʼ ὅπως οἱ παῖδές σου Πολυκράτης καί Πυθοκλῆς οἰκείοις παραδείγμασιν ἐντρέφωνται, τὰ μὲν ἀκούοντες, τὰ δὲ ἀναγινώσκοντες, ἅπερ αὐτοὺς μιμεῖσθαι προσήκει, φιλαύτου γὰρ ἀνδρός, οὐ φιλοκάλου, παντὸς ἀεὶ βέλτιστον ἡγεῖσθαι.

ἡ Σικυωνίων πόλις, ἐπεὶ τὸ πρῶτον ἐκ τῆς ἀκράτου καὶ Δωρικῆς ἀριστοκρατίας ὥσπερ ἁρμονίας συγχυθείσης εἰς στάσεις ἐνέπεσε καὶ φιλοτιμίας δημαγωγῶν, οὐκ ἐπαύσατο νοσοῦσα καὶ ταραττομένη καὶ τύραννον ἐκ τυράννου μεταβάλλουσα, μέχρι οὗ Κλέωνος ἀναιρεθέντος εἵλοντο Τιμοκλείδαν ἄρχοντα καὶ Κλεινίαν, ἄνδρας ἐνδόξους τὰ μάλιστα καὶ ἐν δυνάμει τῶν πολιτῶν ὄντας.