Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἀποδεξάμενος οὖν ὁ Καῖσαρ ἔσχεν αὐτὸν ἔν τε τοῖς πόνοις καὶ
p.246
ἐν τοῖς περὶ Ἄκτιον ἀγῶσιν ἕνα τῶν περὶ αὐτὸν ἀγαθῶν γενομένων Ἑλλήνων.αὐτὸν δὲ τὸν Μεσσάλαν λέγουσιν ὕστερον ἐπαινούμενον ὑπὸ Καίσαρος ὅτι, καίπερ ἐν Φιλίπποις πολεμιώτατος αὐτοῖς γενόμενος διὰ Βροῦτον, ἐν Ἀκτίῳ προθυμότατον ἑαυτὸν παρέσχεν, ἐγώ τοι, φάναι, ὦ Καῖσαρ, ἀεὶ τῆς βελτίονος καὶ δικαιοτέρας τιμῆς καὶ μερίδος ἐγενόμην.