Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Βροῦτος δὲ διαβάς τι ῥεῖθρον ὑλῶδες καὶ παράκρημνον ἤδη σκότους ὄντος οὐ πολὺ προῆλθεν, ἀλλʼ ἐν τόπῳ κοίλῳ καὶ πέτραν ἔχοντι μεγάλην προκειμένην καθίσας, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων καὶ φίλων ὄντων, πρῶτα μὲν ἀποβλέψας εἰς τὸν οὐρανὸν ἀστέρων ὄντα μεστόν ἀνεφθέγξατο δύο στίχους, ὧν τὸν ἕτερον Βολούμνιος ἀνέγραψε·

Ζεῦ, μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος κακῶν·
τοῦ δʼ ἑτέρου φησὶν ἐπιλαθέσθαι.

μετὰ δὲ μικρὸν τῶν ἐν τῇ μάχῃ πρὸ αὐτοῦ πεσόντων ἑταίρων ἕκαστον ὀνομάζων μάλιστα τῇ Φλαβίου μνήμῃ καὶ τῇ Λαβεῶνος ἐπεστέναξεν. ἦν δʼ αὐτοῦ πρεσβευτὴς ὁ Λαβεών, ὁ δὲ Φλάβιος ἔπαρχος τῶν τεχνιτῶν.

ἐν τούτῳ δέ τις αὐτός τε διψήσας καὶ τὸν Βροῦτον ὁρῶν ὁμοίως ἔχοντα,

p.242
λαβὼν κράνος ἐπὶ τὸν ποταμὸν κατέδραμε. ψόφου δὲ κατὰ θάτερα προσπεσόντος Βολούμνιος προῆλθε κατοψόμενος, καὶ σὺν αὐτῷ Δάρδανος ὁ ὑπασπιστής.