Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Βροῦτος δὲ τὴν μὲν ἧτταν ἐγνωκὼς τοῦ Κασσίου προσήλαυνε, τὸν δὲ θάνατον ἐγγὺς ἤδη τοῦ χάρακος ἤκουσε.

καὶ τὸ μὲν σῶμα περικλαύσας,

paris.1624.1005
καὶ προσαγορεύσας ἔσχατον ἄνδρα Ῥωμαίων τὸν Κάσσιον, ὡς οὐκέτι τῇ πόλει τηλικούτου φρονήματος ἐγγενέσθαι δυναμένου,
p.226
περιέστειλε καὶ ἀπέπεμψεν εἰς Θάσον, ὡς μὴ σύγχυσιν αὐτόθι παράσχοι κηδευόμενον.

αὐτὸς δὲ τοὺς στρατιώτας συναγαγὼν παρεμυθήσατο· καὶ πάντων ὁρῶν ἀπεστερημένους τῶν ἀναγκαίων ὑπέσχετο κατʼ ἄνδρα δισχιλίας δραχμὰς ἀντὶ τῶν ἀπολωλότων.

οἱ δὲ πρός τε τοὺς λόγους ἀνεθάρρησαν αὐτοῦ καὶ τῆς δωρεᾶς ἐθαύμασαν τὸ μέγεθος· καὶ μετὰ βοῆς προὔπεμψαν ἀπιόντα, μεγαλύνοντες ὡς μόνον ἀήττητον ἐν τῇ μάχῃ τῶν τεσσάρων αὐτοκρατόρων γεγενημένον.

ἐμαρτύρει δὲ τὸ ἔργον ὅτι τῇ μάχῃ περιέσεσθαι καλῶς ἐπίστευεν· ὀλίγοις γὰρ τάγμασιν ἅπαντας ἐτρέψατο τοὺς ἀντιστάντας.

εἰ δὲ πᾶσιν ἐχρήσατο πρός τὴν μάχην καὶ μὴ παρελθόντες οἱ πλεῖστοι τοὺς πολεμίους ἐπὶ τὰ τῶν πολεμίων ὥρμησαν, οὐδὲν ἂν ἐδόκει μέρος αὐτῶν ἀπολιπεῖν ἀήττητον.

ἔπεσον δὲ τούτων μὲν ὀκτακισχίλιοι σὺν τοῖς στρατευομένοις οἰκέταις, οὓς Βρίγας ὁ Βροῦτος ὠνόμαζε· τῶν δʼ ἐναντίων Μεσσάλας φησὶν οἴεσθαι πλείους ἢ διπλασίους.