Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἑνὸς δὲ σημειοφόρου φεύγοντος ἀφαρπάσας τὸ σημεῖον ἔπηξε πρὸ τῶν ποδῶν, μηδὲ τῶν περὶ τὸ σῶμα τεταγμένων αὑτοῦ προθύμως ἔτι συμμενόντων.
οὕτω δὴ βιασθεὶς ἀνεχώρησε μετʼ ὀλίγων ἐπὶ λόφον ἔχοντα πρὸς τὸ πεδίον σκοπάς. ἀλλʼ αὐτὸς μὲν οὐδὲν κατεῖδεν ἢ μόλις τὸν χάρακα πορθούμενον, ἦν γὰρ ἀσθενὴς τὴν ὄψιν, οἱ δὲ περὶ αὐτὸν ἱππεῖς ἑώρων πολλοὺς προσελαύνοντας, οὓς ὁ Βροῦτος ἔπεμψεν.
εἴκασε δʼ ὁ Κάσσιος πολεμίους εἶναι καὶ διώκειν ἐπʼ αὐτόν. ὅμως δὲ τῶν παρόντων ἕνα Τιτίνιον ἀπέστειλε κατοψόμενον.
οὗτος οὐκ ἔλαθε τοὺς ἱππέας προσιών, ἀλλʼ, ὡς εἶδον ἄνδρα φίλον καὶ Κασσίῳ πιστόν, ἀλαλάξαντες ὑφʼ
ἔδοξε γὰρ ὁ Κάσσιος ἀληθῶς ὑπὸ τῶν πολεμίων ἔχεσθαι τὸν Τιτίνιον, καὶ τοῦτο δὴ φήσας, φιλοψυχοῦντεςἀνεμείναμεν ἄνδρα φίλον ἁρπαζόμενον ὑπὸ τῶν πολεμίων ἰδεῖν, ἀπεχώρησεν εἴς τινα σκηνὴν ἔρημον, ἕνα τῶν ἀπελευθέρων ἐφελκυσάμενος, Πίνδαρον, ὃν ἐκ τῶν κατὰ Κράσσον ἀτυχημάτων ἐπὶ ταύτην εἶχε τὴν ἀνάγκην ὑφʼ αὑτοῦ παρεσκευασμένον.
ἀλλὰ Πάρθους μὲν διέφυγε, τότε δὲ τὰς χλαμύδας ἐπὶ τὴν κεφαλὴν ἀναγαγὼν καὶ γυμνώσας τὸν τράχηλον ἀποκόψαι παρέσχεν. εὑρέθη γὰρ ἡ κεφαλὴ δίχα τοῦ σώματος, τὸν δὲ Πίνδαρον οὐδεὶς εἶδεν ἀνθρώπων μετὰ τὸν φόνον, ἐξ οὗ καὶ παρέσχεν ἐνίοις δόξαν ἀνελεῖν τὸν ἄνδρα μὴ κελευσθείς.