Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐπὶ τούτοις Κάσσιος ἐμειδίασε καὶ τὸν Βροῦτον ἀσπασάμενος,

paris.1624.1003
ταῦτα, ἔφη, φρονοῦντες ἴωμεν ἐπὶ τοὺς πολεμίους, ἢ γὰρ νικήσομεν ἢ νικῶντας οὐ φοβηθησόμεθα.

μετὰ ταῦτα περὶ τάξεως αὐτοῖς λόγος ἐγένετο τῶν φίλων παρόντων, καὶ Βροῦτος ᾐτεῖτο Κάσσιον αὐτὸς ἡγεῖσθαι τοῦ δεξιοῦ κέρατος, ὃ διʼ ἐμπειρίαν καὶ ἡλικίαν μᾶλλον ᾤοντο Κασσίῳ προσήκειν.

οὐ μὴν ἀλλὰ καὶ τοῦτο Κάσσιος ἔδωκε, καὶ τῶν ταγμάτων τὸ μαχιμώτατον ἔχοντα Μεσσάλαν ἐκέλευσεν ἐπὶ τοῦ δεξιοῦ καταστῆναι.

καὶ Βροῦτος εὐθὺς ἐξῆγε τοὺς ἱππεῖς κεκοσμημένους διαπρεπῶς, καὶ τὸ πεζὸν οὐ σχολαίτερον παρενέβαλλεν.

ἔτυχον δʼ οἱ περὶ Ἀντώνιον ἀπὸ τῶν ἑλῶν, οἷς περιεστρατοπέδευον, ἐμβάλλοντες τάφρους εἰς τὸ πεδίον καὶ τὰς ἐπὶ θάλασσαν ὁδοὺς τοῦ Κασσίου περικόπτοντες.

ἐφήδρευε δὲ Καῖσαρ, οὐ παρὼν αὐτὸς διʼ ἀσθένειαν, ἀλλʼ ἡ δύναμις, οὐ πάνυ μαχεῖσθαι προσδοκῶσα τοὺς πολεμίους, ἀλλὰ μόνον ἐκδρομαῖς χρῆσθαι πρὸς τὰ ἔργα καὶ βέλεσιν ἐλαφροῖς καὶ θορύβοις τοὺς ὀρύσσοντας ἐπιταράσσειν·