Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὁ δὲ τῶν εἰδῶν τῶν Μαρτίων ἐκέλευεν αὐτὸν μνημονεύειν ἐκείνων, ἐν αἷς Καίσαρα ἔκτειναν, οὐκ αὐτὸν ἄγοντα καὶ φέροντα πάντας ἀνθρώπους, ἀλλʼ ἑτέρων δύναμιν ὄντα ταῦτα πρασσόντων·

ὡς, εἴτις ἔστι πρόφασις καλὴ μεθʼ ἧς ἀμελεῖται τὸ δίκαιον, ἄμεινον ἦν τοὺς Καίσαρος φίλους ὑπομένειν ἢ τοὺς ἑαυτῶν περιορᾶν ἀδικοῦντας.

ἐκείνοις μὲν γὰρ ἀνανδρίας, ἀδικίας δὲ δόξα μετὰ κινδύνων ἡμῖν καὶ πόνων πρόσεστι. τοιαύτη μὲν ἡ τοῦ Βρούτου προαίρεσις ἦν.

ἐπεὶ δὲ διαβαίνειν ἐξ Ἀσίας ἔμελλον, λέγεται τῷ Βρούτῳ μέγα σημεῖον γενέσθαι.

φύσει μέν γάρ ἦν ἐπεγρήγορος ὁ ἀνήρ καὶ τόν ὕπνον εἰς ὀλίγου χρόνου μόριον ἀσκήσει καὶ σωφροσύνῃ συνῆγεν, ἡμέρας μέν οὐδέποτε κοιμώμενος, νύκτωρ δὲ τοσοῦτον ὅσον οὔτε τι πράττειν οὔτε τῳ διαλέγεσθαι, πάντων ἀναπαυομένων, παρεῖχε.

τότε δὲ τοῦ πολέμου συνεστῶτος ἐν χερσὶν ἔχων τὰς ὑπὲρ τῶν ὅλων πράξεις, καὶ τεταμένος τῇ φροντίδι πρὸς τὸ μέλλον, ὁπηνίκα πρῶτον ἀφʼ ἑσπέρας ἐπινυστάξειε τοῖς σιτίοις, ἤδη τὸ λοιπὸν ἐχρῆτο τῇ νυκτὶ πρὸς τὰ κατεπείγοντα τῶν πραγμάτων.