Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
Ἀκιλίου δέ τινος τῶν Βρούτου φίλων τὰ πρὸς Ἕκτορα τῆς Ἀνδρομάχης ἔπη διελθόντος,
- Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνιαμήτηρ
- ἠδὲ κασίγνητος, σὺ δέ μοί θαλερὸς παρακοίτης,
μειδιάσας ὁ Βροῦτος, ἀλλʼ οὐκ ἐμοί γʼ, εἶπε, πρὸςΠορκίαν ἔπεισι φάναι τὰ τοῦ Ἕκτορος,
ἱστόν ἠλακάτην τε καὶ ἀμφιπόλοισι κέλευε·σώματος γὰρ ἀπολείπεται φύσει τῶν ἴσων ἀνδραγαθημάτων, γνώμῃ δʼ ὑπὲρ τῆς πατρίδος, ὥσπερ ἡμεῖς, ἀριστεύει. ταῦτα μὲν ὁ τῆς Πορκίας υἱὸς ἱστόρηκε Βύβλος.
ἀναχθεὶς δʼ ὁ Βροῦτος ἐκεῖθεν ἐπʼ Ἀθηνῶν ἔπλει. δεξαμένου δὲ τοῦ δήμου προθύμως αὐτὸν εὐφημίαις καί ψηφίσμασι διῃτᾶτο μὲν παρὰ ξένῳ τινί, Θεομνήστου δʼ ἀκροώμενος τοῦ Ἀκαδημιακοῦ καί Κρατίππου τοῦ Περιπατητικοῦ
ἔπραττε δὲ τὰ πρὸς τὸν πόλεμον
ὧν ἦν καί Κικέρωνος υἱός, ὃν ἐπαινεῖ διαφερόντως, καί φησιν, εἴτʼ ἐγρήγορεν εἴτʼ ἐνυπνιάζεται, θαυμάζειν οὕτω γενναῖον ὄντα καί μισοτύραννον.
ἀρξάμενος δὲ τῶν πραγμάτων ἀναφανδὸν ἅπτεσθαι, καί πυθόμενος πλοῖα Ῥωμαϊκὰ μεστὰ χρημάτων ἐξ Ἀσίας προσφέρεσθαι καί στρατηγὸν ἐπιπλεῖν ἄνδρα χαρίεντα καί γνώριμον, ἀπήντησεν αὐτῷ περὶ Κάρυστον·
ἐντυχὼν δὲ καί πείσας καί παραλαβὼν τὰ πλοῖα λαμπροτέραν ὑποδοχὴν ἐποιεῖτο. καί γὰρ ἦν ἡμέρα καθʼ ἣν ἐγεγόνει πρῶτον ὁ Βροῦτος,
ὡς οὖν ἐλθόντες εἰς τὸ πίνειν ἐπιχύσεις ἐποιοῦντο νίκης τε Βρούτου καὶ Ῥωμαίων ἐλευθερίας, ἔτι μᾶλλον αὐτοὺς ῥῶσαι βουλόμενος ᾔτησε ποτήριον μεῖζον καί λαβὼν, ἀπʼ οὐδεμιᾶς προφάσεως ἀνεφώνησε τὸν στίχον τοῦτον·
ἀλλά με μοῖρʼ ὀλοὴ καί Λητοῦς ἔκτανεν υἱός.