Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐν μὲν οὖν ταῖς πρώταις ἐπιστολαῖς τοιοῦτος ὁ Βροῦτος· ἤδη δὲ τῶν μὲν ὡς Καίσαρα, τῶν δʼ ὡς Ἀντώνιον διισταμένων, ὠνίων δὲ τῶν

p.176
στρατοπέδων ὥσπερ ὑπὸ κήρυκι προστιθεμένων τῷ πλέον διδόντι, παντάπασι καταγνοὺς τῶν πραγμάτων ἔγνω καταλιπεῖν Ἰταλίαν, καὶ πεζῇ διὰ Λευκανίας εἰς Ἐλέαν ἐπὶ θάλασσαν ἧκεν.

ὅθεν ἡ Πορκία μέλλουσα πάλιν εἰς Ῥώμην ἀποτραπέσθαι λανθάνειν μὲν ἐπειρᾶτο περιπαθῶς ἔχουσα, γραφὴ δέ τις αὐτὴν προὔδωκε τἆλλα γενναίαν οὖσαν.

ἦν γὰρ ἐκ τῶν Ἑλληνικῶν διάθεσις, προπεμπόμενος Ἕκτωρ ὑπὸ Ἀνδρομάχης κομιζομένης παρʼ αὐτοῦ τὸ παιδίον, ἐκείνῳ δὲ προσβλεπούσης.

ταῦτα θεωμένην τὴν Πορκίαν ἡ τοῦ πάθους εἰκὼν ἐξέτηξεν εἰς δάκρυα· καὶ πολλάκις φοιτῶσα τῆς ἡμέρας ἔκλαιεν.

Ἀκιλίου δέ τινος τῶν Βρούτου φίλων τὰ πρὸς Ἕκτορα τῆς Ἀνδρομάχης ἔπη διελθόντος,

  1. Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνιαμήτηρ
  2. ἠδὲ κασίγνητος, σὺ δέ μοί θαλερὸς παρακοίτης,

μειδιάσας ὁ Βροῦτος, ἀλλʼ οὐκ ἐμοί γʼ, εἶπε, πρὸςΠορκίαν ἔπεισι φάναι τὰ τοῦ Ἕκτορος,

ἱστόν ἠλακάτην τε καὶ ἀμφιπόλοισι κέλευε·
σώματος γὰρ ἀπολείπεται φύσει τῶν ἴσων ἀνδραγαθημάτων, γνώμῃ δʼ ὑπὲρ τῆς πατρίδος, ὥσπερ ἡμεῖς, ἀριστεύει. ταῦτα μὲν ὁ τῆς Πορκίας υἱὸς ἱστόρηκε Βύβλος.

ἀναχθεὶς δʼ ὁ Βροῦτος ἐκεῖθεν ἐπʼ Ἀθηνῶν ἔπλει. δεξαμένου δὲ τοῦ δήμου προθύμως αὐτὸν εὐφημίαις καί ψηφίσμασι διῃτᾶτο μὲν παρὰ ξένῳ τινί, Θεομνήστου δʼ ἀκροώμενος τοῦ Ἀκαδημιακοῦ καί Κρατίππου τοῦ Περιπατητικοῦ

p.178
καί συμφιλοσοφῶν ἐδόκει παντάπασιν ἀργεῖν καί σχολάζειν.