Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ταύτην ἰδόντι τὴν ὄψιν αὐτῷ συνέβη πυρέττειν διὰ νυκτός· ὅμως δʼ ἕωθεν ἐκκομιζομένου τοῦ σώματος αἰδούμενος μὴ παρεῖναι προῆλθεν εἰς τὸν ὄχλον ἤδη διαγριαινόμενον.
ὀφθεὶς δὲ καὶ δόξας οὐχ ὅσπερ ἦν Κίννας εἶναι, ἀλλʼ ἐκεῖνος ὁ Καίσαρα πρὸς τὴν ἐκκλησίαν ἔναγχος λοιδορήσας, διεσπάσθη.
τοῦτο τὸ πάθος μάλιστα μετά γε τὴν Ἀντωνίου μεταβολὴν δείσαντες οἱ περὶ Βροῦτον ἀνεχώρησαν ἐκ τῆς πόλεως· καὶ διέτριβον ἐν Ἀντίῳ τὸ πρῶτον ὡς, ὅταν παρακμάσῃ καὶ μαρανθῇ τὸ τῆς ὀργῆς, αὖθις εἰς Ῥώμην κατιόντες.
ὃ ῥᾳδίως ἔσεσθαι προσεδόκων ἐν πλήθεσι φορὰς ἀσταθμήτους καὶ ταχείας φερομένοις, καὶ τὴν σύγκλητον εὔνουν ἔχοντες, ἣ τοὺς Κίνναν διασπασαμένους χαίρειν ἐάσασα τοὺς ἐπὶ τὰς οἰκίας τὰς ἐκείνων ἐπελθόντας ἀνεζήτει καὶ συνελάμβανεν,
ἤδη δὲ καὶ ὁ δῆμος ἀχθόμενος, Ἀντωνίου σχεδὸν εἰς μοναρχίαν καθισταμένου, Βροῦτον ἐπόθει καὶ προσεδοκᾶτο τὰς θέας ἄξειν παρὼν αὐτός, ἃς ὤφειλε στρατηγῶν παρασχεῖν.