Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
φιλόστοργος δʼ ἡ Πορκία καί φίλανδρος οὖσα καί μεστὴ φρονήματος νοῦν ἔχοντος, οὐ πρότερον ἐπεχείρησεν ἀνερέσθαι τὸν ἄνδρα περὶ τῶν ἀπορρήτων ἢ λαβεῖν ἑαυτῆς τοιαύτην διάπειραν.
λαβοῦσα μαχαίριον ᾧ τοὺς ὄνυχας οἱ κουρεῖς ἀφαιροῦσι, καί πάσας ἐξελάσασα τοῦ θαλάμου τὰς ὀπαδούς, τομὴν ἐνέβαλε τῷ μηρῷ βαθεῖαν, ὥστε ῥύσιν αἵματος πολλὴν γενέσθαι καί μετὰ μικρὸν ὀδύνας τε νεανικὰς καί φρικώδεις πυρετοὺς ἐπιλαβεῖν ἐκ τοῦ τραύματος.
ἀγωνιῶντος δὲ τοῦ Βρούτου καί δυσφοροῦντος ἐν ἀκμῇ τῆς ἀλγηδόνος οὖσα διελέχθη πρὸς αὐτὸν οὕτως·
ἐγὼ,Βροῦτε, Κάτωνος οὖσα θυγάτηρ εἰς τὸν σὸν ἐδόθην οἶκον οὐχ ὥσπερ αἱ παλλακευόμεναι, κοίτης μεθέξουσα καί τραπέζης μόνον, ἀλλὰ κοινωνὸς μὲν ἀγαθῶν εἶναι, κοινωνὸς δὲ ἀνιαρῶν.
τὰ μὲν οὖν σὰ πάντα περὶ τὸν γάμον ἄμεμπτα· τῶν δὲ παρʼ ἐμοῦ τίς ἀπόδειξις ἢ χάρις, εἰ μήτε σοι πάθος ἀπόρρητον συνδιοίσω μήτε φροντίδα πίστεως δεομένην;
οἶδʼὅτι γυναικεία φύσις
ἐμοὶ δὲ καί τὸ Κάτωνος εἶναι θυγατέρα καί τὸ Βρούτου γυναῖκα
ταῦτʼ εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καί διηγεῖται τὴν πεῖραν. ὁ δʼ ἐκπλαγεὶς καί ἀνατείνας τὰς χεῖρας ἐπεύξατο δοῦναι τοὺς θεοὺς αὐτῷ κατορθοῦντι τὴν πρᾶξιν ἀνδρὶ Πορκίας ἀξίῳ φανῆναι. καί τότε μὲν ἀνελάμβανε τὴν γυναῖκα.
προγραφείσης δὲ βουλῆς, εἰς ἣν ἐπίδοξος ἦν ἀφίξεσθαι Καῖσαρ, ἔγνωσαν ἐπιχειρεῖν· καὶ γὰρ ἁθρόοι μετʼ ἀλλήλων ἀνυπόπτως ἔσεσθαι τότε, καὶ πάντας ἕξειν ὁμοῦ τοὺς ἀρίστους καὶ πρώτους ἄνδρας, ἔργου μεγάλου πραχθέντος εὐθὺς ἀντιλαμβανομένους τῆς ἐλευθερίας.
ἐδόκει δὲ καὶ τὸ τοῦ τόπου θεῖον εἶναι καὶ πρὸς αὐτῶν στοὰ γὰρ ἦν μία τῶν περὶ τὸ θέατρον, ἐξέδραν ἔχουσα ἐν ᾗ Πομπηΐου τις εἰκὼν εἱστήκει, τῆς πόλεως στησαμένης ὅτε ταῖς στοαῖς καὶ τῷ θεάτρῳ τὸν τόπον ἐκεῖνον ἐκόσμησεν.
εἰς ταύτην οὖν ἡ σύγκλητος ἐκαλεῖτο τοῦ Μαρτίου μηνὸς μάλιστα μεσοῦντος ʽεἰδοὺς Μαρτίας τὴν ἡμέραν Ῥωμαῖοι καλοῦσιν̓, ὥστε καὶ δαίμων τις ἐδόκει τὸν ἄνδρα τῇ Πομπηΐου δίκῃ προσάξειν.