Solon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

σοφίας μὲν γὰρ ἦν ὁμολογουμένως ἐραστής, ὅς γε καὶ πρεσβύτερος ὢν ἔλεγε γηράσκειν αἰεὶ πολλὰ διδασκόμενος·[*](Γηράσκω δʼ αἰεὶ πολλὰ διδασκόμενος. Fragment 18 (Bergk, Poet. Lyr. Gr. ii.4 p. 47).) πλοῦτον δʼ οὐκ ἐθαύμαζεν, ἀλλὰ καί φησιν ὁμοίως πλουτεῖν ᾧ τε[*](Ἶσόν τοι πλουτοῦσιν ὅτῳ πολὺς ἄργυρός ἐστιν, κ.τ.λ., Fragment 24 (Bergk), verses 1-6.)

  1. πολὺς ἄργυρός ἐστι
  2. καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία
  3. ἵπποι θʼ ἡμίονοί τε, καὶ ᾧ μόνα ταῦτα πάρεστι,
  4. γαστρί τε καὶ πλευρῇ καὶ ποσὶν ἁβρὰ παθεῖν,
  5. παιδός τʼ ἠδὲ γυναικός, ἐπὴν καὶ ταῦτʼ ἀφίκηται,
  6. ἥβη, σὺν δʼ ὥρη γίνεται ἁρμοδία.
Solon, Frag. 24. 1-6 (Bergk)

ἀλλʼ ἑτέρωθι λέγει·

  1. χρήματα δʼ ἱμείρω μὲν ἔχειν, ἀδίκως δὲ πεπᾶσθαι
  2. οὐκ ἐθέλω· πάντως ὕστερον ἦλθε δίκη.
Solon, Frag. 13. 7-8 (Bergk)κωλύει δὲ οὐδὲν τὸν ἀγαθὸν καὶ πολιτικὸν ἄνδρα μήτε τῶν περιττῶν τὴν κτῆσιν ἐν σπουδῇ τίθεσθαι μήτε τῆς χρείας τῶν ἀναγκαίων καὶ ἱκανῶν καταφρονεῖν. ἐν δὲ τοῖς τότε χρόνοις, καθʼ Ἡσίοδον, ἔργον οὐδὲν ἦν ὄνειδος, οὐδὲ τέχνη διαφορὰν ἔφερεν, ἐμπορία δὲ καὶ δόξαν εἶχεν οἰκειουμένη τὰ βαρβαρικὰ καὶ προξενοῦσα φιλίας βασιλέων καὶ πραγμάτων ἐμπείρους ποιοῦσα πολλῶν.

ἔνιοι δὲ καὶ πόλεων οἰκισταὶ γεγόνασι μεγάλων, ὡς καὶ Μασσαλίας Πρῶτις ὑπὸ Κελτῶν τῶν περὶ τὸν Ῥοδανὸν ἀγαπηθείς. καὶ Θαλῆν δέ φασιν ἐμπορίᾳ χρήσασθαι καὶ Ἱπποκράτην τὸν μαθηματικόν, καὶ Πλάτωνι τῆς ἀποδημίας ἐφόδιον ἐλαίου τινὸς ἐν Αἰγύπτῳ διάθεσιν γενέσθαι.