Solon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἃ δὲ φυγόντος αὐτοῦ τὴν τυραννίδα πολλοὶ καταγελῶντες ἔλεγον, γέγραφεν οὕτως·

  1. οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ·
  2. ἐσθλὰ γὰρ θεοῦ διδόντος αὐτὸς οὐκ ἐδέξατο.
  3. περιβαλὼν δʼ ἄγραν ἀγασθεὶς οὐκ ἐπέσπασεν μέγα
  4. δίκτυον, θυμοῦ θʼ ἁμαρτῇ καὶ φρενῶν ἀποσφαλείς.
  5. ἤθελον[*](ἤθελον, ἀσκὸς Bergk, with the better MSS.: ἤθελεν, αὐτός (he (Solon) would have been willing; himself).) γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼν
  6. καὶ τυραννεύσας Ἀθηνῶν μοῦνον ἡμέραν μίαν,
  7. ἀσκὸς[*](ἤθελον, ἀσκὸς Bergk, with the better MSS.: ἤθελεν, αὐτός (he (Solon) would have been willing; himself).) ὕστερον δεδάρθαι κἀπιτετρῖφθαι γένος.
Solon, Frag. 33 (Bergk).

ταῦτα τοὺς πολλοὺς καὶ φαύλους περὶ αὐτοῦ πεποίηκε λέγοντας. οὐ μὴν ἀπωσάμενός γε τὴν τυραννίδα τὸν πρᾳότατον ἐχρήσατο τρόπον τοῖς πράγμασιν, οὐδὲ μαλακῶς οὐδʼ ὑπείκων τοῖς δυναμένοις οὐδὲ πρὸς ἡδονὴν τῶν ἑλομένων ἔθετο τοὺς νόμους· ἀλλʼ ᾗ μὲν ἄριστον ἦν, οὐκ ἐπήγαγεν ἰατρείαν οὐδὲ καινοτομίαν, φοβηθεὶς μὴ συγχέας παντάπασι καὶ ταράξας τὴν πόλιν ἀσθενέστερος γένηται τοῦ καταστῆσαι πάλιν καὶ συναρμόσασθαι πρὸς τὸ ἄριστον·