Solon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἔνιοι δέ φασι καὶ μαντείαν γενέσθαι τῷ Σόλωνι Πυθοῖ τοιαύτην·

  1. ἧσο μέσην κατὰ νῆα κυβερνητήριον ἔργον
  2. εὐθύνων· πολλοί τοι Ἀθηναίων ἐπίκουροι.
μάλιστα δὲ οἱ συνήθεις ἐκάκιζον εἰ διὰ τοὔνομα δυσωπεῖται τὴν μοναρχίαν, ὥσπερ οὐκ ἀρετῇ τοῦ λαβόντος εὐθὺς ἂν βασιλείαν γενομένην, καὶ γεγενημένην πρότερον μὲν Εὐβοεῦσι Τυννώνδαν, νῦν δὲ Μιτυληναίοις Πιττακὸν ᾑρημένοις τύραννον.

τούτων οὐδὲν ἐξέκρουσε τὸν Σόλωνα τῆς αὑτοῦ προαιρέσεως, ἀλλὰ πρὸς μὲν τοὺς φίλους εἶπεν, ὡς λέγεται, καλὸν μὲν εἶναι τὴν τυραννίδα χωρίον, οὐκ ἔχειν δὲ ἀπόβασιν, πρὸς δὲ Φῶκον ἐν τοῖς ποιήμασι γράφων·

  1. εἰ δὲ γῆς (φησίν) ἐφεισάμην
  2. πατρίδος, τυραννίδος δὲ καὶ βίης ἀμειλίχου
  3. οὐ καθηψάμην μιάνας καὶ καταισχύνας κλέος,
  4. οὐδὲν αἰδεῦμαι· πλέον γὰρ ὧδε νικήσειν δοκέω πάντας ἀνθρώπους.
Solon, Frag. 32 (Bergk).ὅθεν εὔδηλον ὅτι καὶ πρὸ τῆς νομοθεσίας μεγάλην δόξαν εἶχεν.