Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ πῶς διʼ ἄστεως εἶμι Καδμείους λαθών;
Διόνυσος
  1. ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δʼ ἡγήσομαι.
Πενθεύς
  1. πᾶν κρεῖσσον ὥστε μὴ ʼγγελᾶν βάκχας ἐμοί.
  2. ἐλθόντʼ ἐς οἴκους --- ἃν δοκῇ βουλεύσομαι.
Διόνυσος
  1. ἔξεστι· πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα.
Πενθεύς
  1. στείχοιμʼ ἄν· ἢ γὰρ ὅπλʼ ἔχων πορεύσομαι
  2. ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.
Διόνυσος
  1. γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,
  2. ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.
  3. Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·
  4. τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν,
  5. ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ
  6. οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,
  7. ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
  8. χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν
  9. γυναικόμορφον ἀγόμενον διʼ ἄστεως
  10. ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.
  11. ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν
  12. ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,
  13. Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς