Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Κυβέλας θεμιτεύων,
  2. ἀνὰ θύρσον τε τινάσσων,
  3. κισσῷ τε στεφανωθεὶς
  4. Διόνυσον θεραπεύει.
  5. ἴτε βάκχαι, ἴτε βάκχαι,
  6. Βρόμιον παῖδα θεὸν θεοῦ
  7. Διόνυσον κατάγουσαι [*](lines 86-88 split differently to account for hyphentated words. Print reads: Φρυγίων ἐξ ὀρέων Ἑλ-||λάδος εἰς εὐρυχόρους ἀ-||γυιάς, τὸν Βρόμιον· )
  8. Φρυγίων ἐξ ὀρέων Ἑλλάδος εἰς
  9. εὐρυχόρους ἀγυιάς, τὸν Βρόμιον·
Χορός
  1. ὅν
  2. ποτʼ ἔχουσʼ ἐν ὠδίνων
  3. λοχίαις ἀνάγκαισι
  4. πταμένας Διὸς βροντᾶς νηδύος [*](word split in text νη-δύος)
  5. ἔκβολον μάτηρ
  6. ἔτεκεν, λιποῦσʼ αἰῶνα [*](word split in text αἰῶ-να)
  7. κεραυνίῳ πληγᾷ·
  8. λοχίοις δʼ αὐτίκα νιν δέξατο [*](word split in text δέ-ξατο)
  9. θαλάμαις Κρονίδας Ζεύς,
  10. κατὰ μηρῷ δὲ καλύψας
  11. χρυσέαισιν συνερείδει