Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. χείλεσιν διδοὺς ὀδόντας· πλησίον δʼ ἐγὼ παρὼν
  2. ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ
  3. ἀνετίναξʼ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ
  4. πῦρ ἀνῆψʼ· ὃ δʼ ὡς ἐσεῖδε, δώματʼ αἴθεσθαι δοκῶν,
  5. ᾖσσʼ ἐκεῖσε κᾆτʼ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν
  6. ἐννέπων, ἅπας δʼ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν.
  7. διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,
  8. ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.
  9. κᾆθʼ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,
  10. φάσμʼ ἐποίησεν κατʼ αὐλήν· ὃ δʼ ἐπὶ τοῦθʼ ὡρμημένος
  11. ᾖσσε κἀκέντει φαεννὸν αἰθέρʼ, ὡς σφάζων ἐμέ.
  12. πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται·
  13. δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπαν
  14. πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕπο
  15. διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ
  16. ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼ
  17. δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.
  18. ὡς δέ μοι δοκεῖ — ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω —
  19. ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ;
  20. ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.