Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.
  2. ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς
  3. ἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν.
Χορός
  1. Ἀσίας ἀπὸ γᾶς
  2. ἱερὸν Τμῶλον ἀμείψασα θοάζω
  3. Βρομίῳ πόνον ἡδὺν κάματόν τʼ εὐκάματον, [*](lines 66-70 split differently to acocunt for hyphenated words. Print reads Βρομίῳ πόνον ἡδὺν || κάματόν τ’ εὐκάματον, Βάκ-||χιον εὐαζομένα.|| τίς ὁδῷ τίς ὁδῷ; τίς; || μελάθροις ἔκτοπος ἔστω, στόμα τ’ εὔφη-||μον ἅπας ἐξοσιούσθω· )
  4. Βάκχιον εὐαζομένα.
  5. τίς ὁδῷ τίς ὁδῷ; τίς;
  6. μελάθροις ἔκτοπος ἔστω, στόμα τʼ εὔφημον
  7. ἅπας ἐξοσιούσθω·
  8. τὰ νομισθέντα γὰρ αἰεὶ
  9. Διόνυσον ὑμνήσω.
Χορός
  1. μάκαρ, ὅστις εὐδαίμων
  2. τελετὰς θεῶν εἰδὼς
  3. βιοτὰν ἁγιστεύει καὶ
  4. θιασεύεται ψυχὰν
  5. ἐν ὄρεσσι βακχεύων
  6. ὁσίοις καθαρμοῖσιν,
  7. τά τε ματρὸς μεγάλας ὄργια [*](word split in text ὄρ-για)