Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅτε μηρῷ πυρὸς ἐξ ἀθανάτου [*](word split in text ἀ-θανάτου)
  2. Ζεὺς ὁ τεκὼν ἥρπασέ [*](word split in text ἥρ-πασέ)
  3. νιν, τάδʼ ἀναβοάσας·
  4. Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρσενα [*](word split in text ἄρ-σενα)
  5. τάνδε βᾶθι νηδύν·
  6. ἀναφαίνω σε τόδʼ, ὦ Βάκχιε, [*](word split in text Βάκ-χιε)
  7. Θήβαις ὀνομάζειν.
  8. σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα,
  9. στεφανηφόρους ἀπωθῇ
  10. θιάσους ἔχουσαν ἐν σοί.
  11. τί μʼ ἀναίνῃ; τί με φεύγεις;
  12. ἔτι ναὶ τὰν βοτρυώδη
  13. Διονύσου χάριν οἴνας,
  14. ἔτι σοι τοῦ Βρομίου μελήσει.
Χορός
  1. οἵαν οἵαν ὀργὰν
  2. ἀναφαίνει χθόνιον
  3. γένος ἐκφύς τε δράκοντός
  4. ποτε Πενθεύς, ὃν Ἐχίων
  5. ἐφύτευσε χθόνιος,
  6. ἀγριωπὸν τέρας, οὐ φῶτα [*](word split in text φῶ-τα)