Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἱκοίμαν ποτὶ Κύπρον,
  2. νᾶσον τᾶς Ἀφροδίτας,
  3. ἵνʼ οἱ θελξίφρονες νέμονται [*](word split in text νέμον-ται)
  4. θνατοῖσιν Ἔρωτες,
  5. Πάφον θʼ ἃν ἑκατόστομοι
  6. βαρβάρου ποταμοῦ ῥοαὶ
  7. καρπίζουσιν ἄνομβροι.
  8. οὗ δʼ ἁ καλλιστευομένα
  9. Πιερία μούσειος ἕδρα,
  10. σεμνὰ κλιτὺς Ὀλύμπου,
  11. ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε,
  12. πρόβακχʼ εὔιε δαῖμον.
  13. ἐκεῖ Χάριτες,
  14. ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκχαις [*](word split in text βάκ-χαις)
  15. θέμις ὀργιάζειν.
Χορός
  1. ὁ δαίμων ὁ Διὸς παῖς
  2. χαίρει μὲν θαλίαισιν,
  3. φιλεῖ δʼ ὀλβοδότειραν Εἰρήναν, [*](word split in text Εἰ-ρήναν)
  4. κουροτρόφον θεάν.
  5. ἴσαν δʼ ἔς τε τὸν ὄλβιον