Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,
  2. κισσῷ τʼ ἐρεψόμεσθα καὶ χορεύσομεν,
  3. πολιὰ ξυνωρίς, ἀλλʼ ὅμως χορευτέον,
  4. κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.
  5. μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις
  6. ἄκη λάβοις ἂν οὔτʼ ἄνευ τούτων νοσεῖς.
Χορός
  1. ὦ πρέσβυ, Φοῖβόν τʼ οὐ καταισχύνεις λόγοις,
  2. τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
Κάδμος
  1. ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν.
  2. οἴκει μεθʼ ἡμῶν, μὴ θύραζε τῶν νόμων.
  3. νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
  4. κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς,
  5. παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς
  6. ὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν,
  7. ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.
  8. ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,
  9. ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
  10. διεσπάσαντο, κρείσσονʼ ἐν κυναγίαις
  11. Ἀρτέμιδος εἶναι κομπάσαντʼ, ἐν ὀργάσιν.
  12. ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρα