Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τῆς δυσσεβείας. ὦ ξένʼ, οὐκ αἰδῇ θεοὺς
  2. Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
  3. Ἐχίονος δʼ ὢν παῖς καταισχύνεις γένος;
Τειρεσίας
  1. ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς
  2. καλὰς ἀφορμάς, οὐ μέγʼ ἔργον εὖ λέγειν·
  3. σὺ δʼ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
  4. ἐν τοῖς λόγοισι δʼ οὐκ ἔνεισί σοι φρένες.
  5. θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τʼ ἀνὴρ
  6. κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
  7. οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,
  8. οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
  9. καθʼ Ἑλλάδʼ ἔσται. δύο γάρ, ὦ νεανία,
  10. τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά—
  11. γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει·
  12. αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
  13. ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνος
  14. βότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατο
  15. θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς
  16. λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
  17. ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶν