Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς
  2. τελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς.
  3. πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος
  4. ἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸς
  5. θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·
  6. ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,
  7. Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,
  8. Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος
  9. ἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,
  10. Κάδμου σοφίσμαθʼ, ὧν νιν οὕνεκα κτανεῖν
  11. Ζῆνʼ ἐξεκαυχῶνθʼ, ὅτι γάμους ἐψεύσατο.
  12. τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησʼ ἐγὼ
  13. μανίαις, ὄρος δʼ οἰκοῦσι παράκοποι φρενῶν·
  14. σκευήν τʼ ἔχειν ἠνάγκασʼ ὀργίων ἐμῶν,
  15. καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι
  16. γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·
  17. ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι
  18. χλωραῖς ὑπʼ ἐλάταις ἀνορόφοις ἧνται πέτραις.
  19. δεῖ γὰρ πόλιν τήνδʼ ἐκμαθεῖν, κεἰ μὴ θέλει,
  20. ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,