Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα
  2. καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι
  3. γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.
  4. ὡς οὐ κάμοιμʼ ἂν οὔτε νύκτʼ οὔθʼ ἡμέραν
  5. θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθʼ ἡδέως
  6. γέροντες ὄντες.
Τειρεσίας
  1. ταὔτʼ ἐμοὶ πάσχεις ἄρα·
  2. κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.
Κάδμος
  1. οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;
Τειρεσίας
  1. ἀλλʼ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.
Κάδμος
  1. γέρων γέροντα παιδαγωγήσω σʼ ἐγώ.
Τειρεσίας
  1. ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.
Κάδμος
  1. μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν;
Τειρεσίας
  1. μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δʼ ἄλλοι κακῶς.
Κάδμος
  1. μακρὸν τὸ μέλλειν· ἀλλʼ ἐμῆς ἔχου χερός.
Τειρεσίας
  1. ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.
Κάδμος
  1. οὐ καταφρονῶ ʼγὼ τῶν θεῶν θνητὸς γεγώς.
Τειρεσίας
  1. οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.
  2. πατρίους παραδοχάς, ἅς θʼ ὁμήλικας χρόνῳ
  3. κεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,